Physiognomonica

Adamantius Judaeus

Adamantius, Scriptores physiognomonici Graeci et Latini, Volume 1, Foerster, Teubner, 1893

Ὀφθαλμοῖς σκοτίοις ἄτη ἐνοικεῖ, ξηρότεροι δὲ ὄντες ἀπιστότεροι· εἰ δὲ καὶ μικροὶ εἶεν, δολεροί, ἐπί- βουλοι, κακότεχνοι, παλίμβουλοι. ὀφθαλμοὶ σκότιοι [*](Adam. 2. περιπελιδνοί scripsi πελιδνοὶ x cf. phys. lat. § 33 livore circumdati 4. πάντολμοι scripsi auctore Schneidero coll. p. 317, 7 et 343, 5 παντολμίαι x 5. ante Ὀφθαλμοῖς ti- tulus περὶ ὀφθαλμῶν σκοτίων in x Ὀφθαλμοῖς σκοτίοις] σκο- τίοις ὀφθαλμοῖς V 7. παλίμβουλοι] παλίμβολοι sed cf. II § 24 et § 55 )

330
ὑγροὶ 〈κοῖλοι〉 αὐτάρκως μεγέθους ἔχοντες εὐσταθεῖς φροντιστήν, πολυθεάμονα, εὐμαθῆ, εὐλαβῆ, δειλὸν καὶ ἐγγὺς φειδωλίας δηλοῦσιν, οἱ δὲ ἀχλυώδεις αὐτῶν δολεροί, ἄπιστοι, ἀκόλαστοι.

Οἱ δὲ ἐναντίοι τούτοις εὐφεγγεῖς ἄριστοι ὀφθαλ- μῶν, εἰ μή τι ἄλλο ἀντιλέγει σημεῖον· πάντα γὰρ ἀκριβῶς ἐπισκέπτεσθαι δεῖ.

[*](Adam. 1. 〈κοῖλοι〉 inserui cf. phys. lat. § 34 cavus et Pol. Arab. p. 146, 17 εὐσταθεῖς scripsi εὐσταθῆ x 5. ante Οἱ titulus περὶ εὐφεγγῶν ὀφθαλμῶν in x 6. ἀντιλέγει] ἀντιλέγοι M)
331

Ἐὰν μαρμαρύσσωσιν οἱ ὀφθαλμοὶ κἂν φῶς ἐν αὐτοῖς ᾖ, οὐκ ἀγαθοί· μαρμαρυγὴ γὰρ εἰ ἐν γλαυκοῖς καὶ αἱματώδεσιν ὀφθαλμοῖς εἴη, θερμουργίαν καὶ παν- τολμίαν δηλοῖ, ὡς ἐγγὺς μανίας ἥκειν, εἰ δὲ ἐν χαρο- 5 ποῖς εἴη, δειλίαν· πᾶν γὰρ χρῆμα οὗτοι φοβοῦνται καὶ πτώσσουσι καὶ πάντα ὑπονοοῦσι· μέλανες δὲ ὀφθαλ- μοὶ μαρμαρύσσοντες κάκιστοι καὶ δειλοὶ καὶ κακο- [*](Adam. 1. ante Ἐὰν titulus περὶ μαρμαρυσσόντων (μαρμα- ρισσόντων V) ὀφθαλμῶν in x οἱ om. Pa 6. πτώσσουσι M, sed σ primum erasum πτώσουσι V )

332
μήχανοι σφόδρα. εἰ δὲ οἱ τοιούτους ὀφθαλμοὺς ἔχοντες καὶ γελῷεν, εἰς ἀκρότητα 〈πάσης〉 κακίας ἥκουσιν. ὀφθαλμοὶ γοργὸν βλέποντες δεινοί· οἱ μὲν γὰρ ὑγρὸν βλέποντες θυμοειδεῖς, ἄλκιμοι, ἀρειμανέες, εὐθυεπεῖς, ταχύεργοι, ἀπρονόητοι, ἄκομψοι, ἄκακοι, οἱ δὲ ξηρὸν κάκιστοι, ἀθέμιστοι. εἰ δὲ καὶ μικρότεροι εἶεν καὶ [*](Adam. 2. ἀκρότητα in marg. V ἀκρότατα ,,possis etiam legere εἰς ἀκρότητα Sylb. 〈πάσης〉 inserui 3. γὰρ inserui e V εἰ μὲν ὑγροὶ deleto βλέποντες Schneider οἱ μὲν ὑγροὶ deleto βλέποντες Henrych. fortasse scrib. γὰρ γοργὸν βλέ- ποντες ὑγροὶ 4. ἀρειμανέες] ἀριμανέες Pa 5. οἱ scripsi e V εἰ γ ξηρὸν] ξηροὶ S, fortasse recte )
333
κοῖλοι, χείρους , ὠμόφρονες, ἐπίβουλοι, κρυψίνους, παντορέκται. εἰ δὲ ἐπὶ τοιούτοις ὀφθαλμοῖς ἐπισκύνιον βαρὺ νεύει καὶ ὀφρύες εἰσὶ τραχυνόμεναι βλέφαρά τε ὀρθά, 〈θυμὸν〉 σημαίνει καὶ ἀλκὴν μετʼ ἀβουλίας... [*](Adam. 1. κρυψίνους scripsi e x (corr. in κρυψίνοι M) κρυ- ψίνοι Pa 3. νεύει scripsi θέει x 4. 〈θυμὸν〉 inserui μετʼ ἀβουλίας scrpsi e x μετὰ εὐβουλίας Pa post ἀβουλίας lacunam indicavi: exciderunt καὶ ἀκακίαν καὶ εὐτολμίαν )
334
ὅσοι δὲ τὸ μὲν ἐπισκύνιον καὶ τὰς ὀφρῦς τά τε βλέφαρα μὴ οὕτως ἔχουσι, τὸ δὲ βλέμμα τραχὺ καὶ πικρόν, χείριστοί εἰσιν οὗτοι πάντων.

Ὀφθαλμοὶ οἷς ἡδονὴ καὶ γέλως ἐνοικεῖ οὐ πάντες ἐπαινετοί· εἰσὶ γὰρ καὶ ἐν τούτοις δολεροί, κρυψίνοοι, κακομήχανοι, κακοῦργοι. ὁπόσοι δὲ ἅμα [*](Adam. 1. τά τε scripsi cum Schneidero τὰ δὲ x 2. μὴ del. Schneider et Henrych. 4. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν γελών;των in x 5. πάντες ἐπαινετοί scripsi πάντη ἀναίτιοι x cf. phys. lat. § 37 non omnes laudabiles 6. κρυ- ψίνοοι scripsi e VS cum Ba κρυψίνοι M )

335
τῷ γελῶντι ὑποβλέπουσι καὶ ξηροί εἰσι, κάκιστοι ὀφθαλμῶν. καὶ οἱ κοῖλοι δὲ ὀφθαλμοὶ γέλωτα ἔχοντες ὥσπερ λοχῶντες κακόν τι τυρεύουσι. καὶ εἰ τὰ ἐκτὸς τῶν ὀφθαλμῶν κινοῖτο, οἷον μέτωπον καὶ παρειαὶ καὶ ὀφρύες καὶ χείλη, κακὸς γέλως οὗτος. βουλὴν γὰρ ἐπί τινι πονηρὰν ἢ πρᾶξιν ἄδικον σημαίνει. κἂν μὲν πρὸς τῷ σεσηρότι μύωσί τε καὶ ὁρῶσιν ἀτενές, βου- [*](Adam. 1. γελῶντι scripsi e VM cf. lin. 7 πρὸς τῷ σεση- ρότι γέλωτι Pa 3. τυρεύουσι H Pa τυρσεύουσι x ἐκτὸς] ἐντὸς S 6. ἐπί τινι scripsi cf. p. 343, 7 ἐπιβουλεύουσί τινι et p. 324, 6 ἐπίβουλα ἀνθρώποις ἐπιτείνει x 7. τε scripsi cum Henrych. γε x καὶ] ἢ? Vulcan. )
336
λεύονται ἔργα ἄδικα, εἰ δὲ ἀναπεπταμένους καὶ σεση- ρότας ἔχοιεν, πέπρακται αὐτοῖς ἀθέμιτα ἔργα. τοὺς δὲ καὶ μάλα γελῶντας ἐπιβουλοτέρους καὶ κακουργο- τέρους μαντεύου, εἰ ξηροὶ εἴησαν· εἰ δὲ ὑγροί εἰσιν, ἄκακα μὲν ἤθη, μάταια δὲ παρέχονται, κακῶν ἀπαθῆ, ἀνόητα, ἄστοργα, ἀκόλαστα. ὀφθαλμοὶ μειδιῶντες ἅμα [*](Adam. 1. καὶ] ἢ? Vulcan. 3. μάλα] μεγάλα Pa 4. μαντεύου scripsi μαντεύουσιν x εἰσιν scripsi cum Henrych. ὦσιν X )
337
ὑγρότητι, βλέφαρα ἀνειμένα, μέτωπον μαλακόν, τὰ ἀμφὶ τὰ βλέφαρα λαγαρὰ ἤθη δηλοῦσι μεγαλοπρεπῆ, δίκαια, ἥμερα, εὐσεβῆ, φιλόξενα, συνετά, εὔβουλα, 〈εὐμαθῆ,〉 ἔρωτος πλέα.