περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

Ἰταλαὶ καὶ Ἰταλιῶται διαφέρει. Ἰταλοὶ μὲν γὰρ οἱ ἀρχῆθεν τὴν χώραν ᾠκηκότες, Ἰταλιῶται δʼ ὁπόσοι τῶν Ἑλλήνων ἐπῴκησαν μετὰ ταῦτα. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν Σικελῶν καὶ Σικελιωτῶν.

κατοίκισις καὶ κατοίκησις διαφέρει, ὥς φησιν Ἀπολλωνίδης ὁ Νικαεὺς ἐν τῷ τρίτῳ Περὶ κατεψευσμέ|νων [*](78 Va.) ἱστοριῶν. κατοίκισις μὲν γάρ ἐστιν ἡ ὑφʼ ἑτέρων γινομένη ἵδρυσις· κατοίκησις δὲ ὅταν αὐτοί τινες οἰκήσωσι τόπον πόλιν τινὰ καταλαβόντες. οἷον Ἀθηναῖοι κατῴκησαν μὲν παρὰ τὴν ἀκρόπολιν, κατῴκισαν δʼ Ἴωνας. καὶ ἔστι παρὰ μὲν τὸ κατοικεῖν ἡ κατοίκησις, παρὰ δὲ τὸ κατοικίζειν ἡ κατοίκισις.

καταβολὴ καὶ εἰσβολὴ διαφέρει. καταβολὴ μὲν γάρ ἐστιν ἡ ἔκτισις καὶ κατάθεσις τοῦ εἰσφερομένου ἀργύρου, εἰσβολὴ δὲ περίοδος τοῦ πυρετοῦ.

68

κάταμμα καὶ κάταγμα διαφέρει. κάτα⌞γ⌟μα μὲν {τὸ} ἐκτεταμένως τὸ κατεαγὸς καὶ συντετριμμένον, κάταγμα δὲ βραχέως τὸ τοῦ ἐρ⌞ί⌟ου ἕλκυσμα.

καταχύματα καὶ καταχύσματα διαφέρει. καταχύματα μὲν γὰρ χωρὶς τοῦ σ τὰ καταχεόμενα ὕδατα ἐπὶ λουτρῶνος καὶ τῶν ὁμοίων. καταχύσματα δὲ σὺν τῷ σ αἱ ἰσχάδες καὶ [*](79 Va.) τὰ ἄλλα τραγήματα τῶν νεω|νήτων δούλων ἃ κατέχευον. Ἀριστοφάνης (Plut. 794)·

  • ‘εἶτ᾿ οὐχὶ δέξῃ δὴ τὰ καταχύσματα;’,
  • καὶ Δημοσθένης (or. 45, 74) ‘ἀλλʼ αὐτὸς μὲν οὐκ ὤκνησε τὴν δέσποιναν γῆμαι ἣ τὰ καταχύσματα αὐτοῦ κατέχε{υ}ε τότε, ἡνίκα ἐωνήθη’.

    κάδος καὶ καδίσκος διαφέρει. κάδος μὲν γὰρ λέγεται ᾧ ἐκ τοῦ φρέατος ἀνιμῶσι τὸ ὕδωρ, καδίσκος δὲ ἀγγεῖόν τι εἰς ὃ τὰς ψήφους ἐμβάλλουσιν ⌞οἱ δικασταί⌟.