περὶ ὁμοίων καὶ διαφόρων λέξεων
Ammonius Grammaticus
Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.
ἱερὰ τούς τε περιβόλους τῶν ναῶν καὶ τὰ σφάγια καὶ τὰ ὀστᾶ τῶν ἀνθρώπων, ὡς Ὑπερίδης (fr. 49 Bl.) ἐν τῷ Κατὰ Ἀρχιστρατίδου, καὶ τὰ ξόανα, ὡς Θεόπομπος (FGHist 115 F 159) ἐν εἰκοστῇ ἕκτῃ.
ἱκέσθαι καὶ ἀφικέσθαι διαφέρει, ὥς φησιν Ἡρακλείδης (fr. 5 Cohn). ἱκέσθαι μὲν γάρ ἐστι τὸ ἐλθεῖν, ἀφικέσθαι δὲ τὸ ἐπανελθεῖν. Ὅμηρος τὴν διαφοράν φησιν (Ν 645)
Ἰουδαῖοι καὶ Ἰδουμαῖοι διαφέρουσιν, ὥς φησι Πτολεμαῖος (FGHist 199 F 1) ἐν πρώτῳ Περὶ Ἡρώδου τοῦ βασιλέως. Ἰουδαῖοι μὲν γάρ εἰσιν οἱ ἐξ ἀρχῆς φυσικοί Ἰδουμαῖοι δὲ τὸ μὲν ἀρχῆθεν οὐκ ⌞Ἰδου|μαῖοι⌟ ἀλλὰ Φοίνικες [*](74 Va.)
ἶπες καὶ θρίπες καὶ κίες καὶ ἴκες διαφέρουσιν. ἶπες μὲν γὰρ λέγονται θηρίδια τὰ διαβρωτικὰ τῶν κεράτων· Ὅμηρος (φ 395)
ἱππεὺς καὶ ἱππότης διαφέρει. ἱππεὺς μέν ἐστιν ὁ τῷ ἵππῳ χρώμενος, ἱππότης δὲ ὁ ἔφιππος.
ἴαοι καὶ κοινοὶ διαφέρει. Πλάτων ἐν Πρωταγόρᾳ (337 a 2–6)· ‘χρὴ γὰρ τοὺς ἐν τοῖσδε λόγοις παραγινομένους [*](75 Va.) κοινοὺς μὲν | εἶναι ἀμφοῖν τοῖν διαλεγομένοιν ἀκροατάς, ἴσους δὲ μή. ἔστι γὰρ οὐ ταὐτόν· ⌞κοινῇ⌟ μὲν γὰρ ἀκοῦσαι
ἰσοτελὴς καὶ μέτοικος διαφέρει. ἰσοτελὴς μὲν γὰρ ὁ τετιμημένος μέτοικος ἐν τῷ ἴσῳ τάγματι τοῖς πολίταις καὶ τὸ μὲν μετοίκιον μὴ τελῶν, πάντα δὲ ἔχων τὰ αὐτὰ τοῖς πολίταις πλὴν τοῦ ἄρχειν. μέτοικος δὲ ὁ μετοικήσας εἰς ἑτέραν πόλιν ἐκ τῆς ἑαυτοῦ καὶ τοῦ μὲν ξένου πλέον τι ἔχων, τοῦ δὲ πολίτου ἔλαττον. ἐτέλει δὲ ὁ μέτοικος κατ᾿ ἐνιαυτὸν δραχμὰς δέκα, καὶ ἐν τῇ τῶν Ἀθηναίων πομπῇ σκάφην ἔφερε κηρία ἔχουσαν. ὅθεν καὶ σκαφηφόρους ἔλεγον τοὺς μετοίκους. πολλάκις δὲ καὶ συνεστράτευον τοῖς Ἀθηναίοις.
ἰσθμὸς καὶ πορθμὸς διαφέρει. ἰσθμὸς μὲν γάρ ἐστι [*](76 Va.) γῆς στενῆς δίοδος, ἑκατέρωθεν θαλάσσῃ περιεχομένης, πορθμὸς δὲ στενὸς θαλάσσης πόρος, ἐκατέρωθεν ὑπὸ γῆς περιεχόμενος.
ἴαθι καὶ γίν⌞ου⌟ διαφέρει. ἴσθι μὲν γὰρ ἐπὶ τοῦ γίνωσκε τάσσεται·
ἱστοριογράφος συγγραφέως διαφέρει. ἱστοριογράφος μὲν γάρ ἐστιν ὁ τὰ πρὸ αὐτοῦ γεγονότα συγγραφόμενος ὡς Ἡρόδοτος, συγγραφεὺς δὲ ὁ τὰ ἐφʼ ἑαυτοῦ ὡς ὁ Θουκυδίδης.
ἱατοδόκη καὶ ἱστοπέδη διαφέρουσιν. ἱστοδόκη μὲν [*](77 Va.) γάρ ἐστιν ἐφʼ | ἧς ὁ ἱατὸς κατακλίνεται. Ὅμηρος (A 434)
Ἰταλαὶ καὶ Ἰταλιῶται διαφέρει. Ἰταλοὶ μὲν γὰρ οἱ ἀρχῆθεν τὴν χώραν ᾠκηκότες, Ἰταλιῶται δʼ ὁπόσοι τῶν Ἑλλήνων ἐπῴκησαν μετὰ ταῦτα. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν Σικελῶν καὶ Σικελιωτῶν.
κατοίκισις καὶ κατοίκησις διαφέρει, ὥς φησιν Ἀπολλωνίδης ὁ Νικαεὺς ἐν τῷ τρίτῳ Περὶ κατεψευσμέ|νων [*](78 Va.) ἱστοριῶν. κατοίκισις μὲν γάρ ἐστιν ἡ ὑφʼ ἑτέρων γινομένη ἵδρυσις· κατοίκησις δὲ ὅταν αὐτοί τινες οἰκήσωσι τόπον πόλιν τινὰ καταλαβόντες. οἷον Ἀθηναῖοι κατῴκησαν μὲν παρὰ τὴν ἀκρόπολιν, κατῴκισαν δʼ Ἴωνας. καὶ ἔστι παρὰ μὲν τὸ κατοικεῖν ἡ κατοίκησις, παρὰ δὲ τὸ κατοικίζειν ἡ κατοίκισις.
καταβολὴ καὶ εἰσβολὴ διαφέρει. καταβολὴ μὲν γάρ ἐστιν ἡ ἔκτισις καὶ κατάθεσις τοῦ εἰσφερομένου ἀργύρου, εἰσβολὴ δὲ περίοδος τοῦ πυρετοῦ.
κάταμμα καὶ κάταγμα διαφέρει. κάτα⌞γ⌟μα μὲν {τὸ} ἐκτεταμένως τὸ κατεαγὸς καὶ συντετριμμένον, κάταγμα δὲ βραχέως τὸ τοῦ ἐρ⌞ί⌟ου ἕλκυσμα.
καταχύματα καὶ καταχύσματα διαφέρει. καταχύματα μὲν γὰρ χωρὶς τοῦ σ τὰ καταχεόμενα ὕδατα ἐπὶ λουτρῶνος καὶ τῶν ὁμοίων. καταχύσματα δὲ σὺν τῷ σ αἱ ἰσχάδες καὶ [*](79 Va.) τὰ ἄλλα τραγήματα τῶν νεω|νήτων δούλων ἃ κατέχευον. Ἀριστοφάνης (Plut. 794)·
κάδος καὶ καδίσκος διαφέρει. κάδος μὲν γὰρ λέγεται ᾧ ἐκ τοῦ φρέατος ἀνιμῶσι τὸ ὕδωρ, καδίσκος δὲ ἀγγεῖόν τι εἰς ὃ τὰς ψήφους ἐμβάλλουσιν ⌞οἱ δικασταί⌟.
καθάρσια καὶ καθάρματα διαφέρει. καθάρσια μὲν γὰρ λέγεται τὰ ἱερὰ καὶ τὰ ἄλλα οἷς καθαίρονται, καθάρματα δὲ τὰ μετὰ τὸ καθαρθῆναι ἀπορριπτούμενα.
κανθαρίζειν καὶ τονθορίζειν διαφέρει. κανθαρίζειν μὲν γὰρ λέγουσιν οἱ Ἀττικοὶ τὸ τρέμειν, τονθορίζειν δὲ τὸ ψιθυρίζειν καὶ γογγύζειν.
καιρὸς καὶ χρόνος διαφέρει. καιρὸς μὲν γάρ ἐστι μέρος χρόνου, οἷον μεμετρημένων ἡμερῶν σύστημα, χρόνος δὲ | καιρῶν πολλῶν περιοχὴ καὶ σύλληψις. ἄλλο ὁ μὲν καιρὸς [*](80 Va.) δηλοῖ ποιότητα χρόνου, οἷον ὅτε πόλεμος ἦν, χρόνος δὲ ποσότητα, οἷον πρὸ δέκα χρόνων μετὰ δέκα ἔτη.