περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

θαυμάζω γενικῇ μὲν συνταττόμενον σημαίνει τὸ καταγινώσκω καὶ κατηγορῶ, οἷον ‘θαυμάζω τῶν ταύτην ἐχόντων τὴν γνώμην’· αἰτιατικῇ δὲ τὸ ἐπαινῶ, οἷον ‘θαυμιάζω τοὺς οὕτω φρονοῦντας’.

θαυμάζειν ἐστὶ τὸ ἀπορεῖν τι ὂν αἰτία παραλόγου τινός, τερατοῦσθαι δὲ τὸ θαυμάζειν τι τέρας· ἔστι γὰρ τέρας τὸ παρὰ φύσιν σημαῖνόν τι.

θεημαχία καὶ θεομαχία διαφέρει. θεημαχία μὲν γάρ ἐστιν ἡ πρὸς θεὸν μάχη, θεομαχία δὲ αὐτῶν τῶν θεῶν πρὸς ἀλλήλους μάχη.

θεωρὸς καὶ θεατὴς διαφέρει. θεωρὸς μὲν γάρ ἐστιν ὁ εἰς θεοὺς | πεμπόμενος, θεατὴς δὲ ὁ ἀγώνων καὶ θεάτρων. [*](69 Va.) Εὐριπίδης ἐν Ἴωνι (301)

  • ‘πότερον θεατὴς ἢ χάριν μαντευμάτων’,
  • τουτέστι θεωρός· καὶ Αἰσχύλος (fr. 598 Mette = fr. 289 N2.)
  • ‘βοᾷς τοιοῦδε πράγματος θεωρὸς ὤν’.
  • ἁρμαρτάνουσιν οὖν οἱ λέγοντες ‘θεωρῆσαί με δεῖ τὸν ἀγῶνα’, δέον εἰπεῖν ‘θεάσασθαι’. διαστέλλει δὲ τοῦτο ἐπιμελῶς Λυσιμαχίδης (FG Hist. 366 F 9) ἐν τῷ πρὸς Κεκίλιον (cf. fr. 155 p. 168 Ofenloch) Περὶ τῶν παρὰ τοῖς Ἀττικοῖς ῥητόρων, καὶ πολλῶν παραθέσεις ποιεῖται. καὶ ἔστι τὸ θεάσασθαι,
    60
    ὥσπερ πρόκειται, παρὰ τὴν θέαν· τὸ δὲ θεωρεῖν, φησίν, οὐκ ἄλλο τι τὸ τῶν θεῶν ὠρεῖν, τοῦτο δὲ τὸ φροντίζειν. διὸ καὶ τοὺς τῶν θεαμάτων ἕνεκεν πεμπομένους, σὺν θυσίαις δὲ καὶ εὐσεβείᾳ, πάντας ὠνόμαζον θεωρούς· καὶ τὸ τοῖς Ἀθηναίοις διδόμενον θεωρικὸν οὐχὶ διὰ τὰς θέας, ὡς Κεκίλιος ὑπέλαβεν, ἀλλὰ διὰ τὸ ἐν ταῖς ἑορταῖς εἰς τοὺς θεοὺς εὐσεβεῖν καὶ ἐπιθεῖν καὶ εὐφραίνεσθαι.

    θεράποντες καὶ οἰκέται διαφέρουσιν. θεράποντες μὲν γὰρ οἱ ὑποτεταγμένοι φίλοι, ὑφʼ ὧν θεραπεύονται οἱ προσή|κοντες· [*](70 Va.) οἰκέται δὲ δεσποτῶν.

    θέσθαι καὶ ὑποθέσθαι διαφέρει. θέσθαι μὲν γάρ ἐστι τὸ λαβεῖν ὑποθήκην, ὑποθέαθαι δὲ τὸ δοῦναι ὑποθήκην.

    θέλειν καὶ βούλεσθαι ἐὰν λέγῃ τις, δηλώσει ὅτι ἑκουσίως τε καὶ εὐλόγως ὀρέγεταί τινος.