περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

εὐθὺς καὶ εὐθὺ καὶ εὐθέως διαφέρουσιν. εὐθὺς μὲν γὰρ ὁ κανών· εὐθὺ δὲ τὸ γυμνάσιον·. ἀντὶ τοῦ κατ᾿ εὐθείαν τοῦ γυμνασίου, εὐθὺ τὸ κανόνιον· τὸ δʼ εὐθέως ἀντὶ τοῦ χρονικοῦ ἐπιρρήματος. ὁ οὖν ἐναλλάσσων ἁμαρτάνει, καθὰ Μένανδρος ἐν Δυσκόλῳ (50. 52)

  • ‘τί φής; ἰδὼν ἐνθένδε πᾶς δʼ ἐλευθερῶν
  • ἀπῆλθες εὐθὺς ὡς ταχύ’.
  • τινὲς μέντοι τῶν ἀρχαίων φασὶ καὶ τὸ εὐθὺς ἀντὶ χρονικοῦ κεῖσθαι. φασὶ γοῦν κατὰ λέξιν· ‘τινὲς δὲ τὸ μὲν εὖ λέγειν ἐπί τινος εὐθέως οἷον, ἐὰν μὲν ᾖ θηλυκὸν τοὔνομα, ‘ἡ εὐθεῖα
    54
    ὁδός, ἡ εὐθεῖα βακτηρία’, ἐὰν δὲ ἄρρεν, ‘εὐθὺς ὁ κανών’, ἐὰν δʼ οὐδέτερον, ‘εὐθὺ τὸ ξύλον’. οἱ δʼ ἀρχαῖοι ἐνίοτε τὸ εὐθὺ ἐτίθεσαν τὸ ἐφʼ ὁδοῦ τῆς τεινούσης ἐπί τινος τόπου· (vide FCG IV p. 601 M.)
  • ‘εὐθὺ τῆς στοᾶς’,
  • (Eupolis com. II p. 550 M. = fr. 304, 2 K.)
  • ‘εὐθὺ τῶν ἀρωμάτων’.
  • τὸ δὲ κατὰ τοὺς χρόνους οὐ λέγεται, ἀλλʼ εὐθύς, οἷον (IV p. 601 M. = com. fr. ad. 582 K.) [*](63 Va.)
  • ‘γήμαντος δʼ αὐτοῦ εὐθὺς ἔσομ’ ἐλεύθερος’
  • καὶ (ibid. M. = com. fr. ad. 583 K.)
  • ‘ὡς τοῦτ᾿ εἶδεν, εὐθὺς ἦν ἄνω κάτωʼ.’
  • εὐφραίνεσθαι καὶ ἥδεσθαι διαφέρει. Πλάτων Πρωταγόρᾳ (337 c 2— 4)· ‘εὐφραίνεσθαι μὲν γάρ ἐστι μανθάνοντά τι καὶ φρονήσεως μεταλαμβάνοντα αὐτῇ τῇ διανοία, ἥδεαθαι δὲ ἐαθίοντά τι ⌞ἢ ἄλλο τι ἡδὺ πάσχοντα⌟ αὐτῷ τῷ σώματι’.

    εὐθὺς καὶ εὐθὺ διαφέρει. τὸ μὲν γὰρ εὐθὺς χρονικόν ἐστιν ἐπίρρημα, τὸ δʼ εὐθὺ τὸ ἐξ ἐναντίας δηλοῖ.

    εὐεργεσία καὶ χάρις διαφέρει. εὐεργεσία μὲν γάρ ἐστιν ἡ μεγάλη χάρις, χάρις δὲ ἡ ἐλάττων, οἷον χιτῶνα ἢ κύνα χαρίζεται, εὐεργετεῖ δὲ οὔ.

    εὐθὺ καὶ ὀρθὸν διαφέρει. τὸ μὲν γὰρ εὐθὺ ἀντίκειται τῷ στρεβλῷ, τὸ δὲ ὀρθὸν τῷ πλαγίῳ.

    55

    εὖ τοῦ καλῶς διαφέρει. εὖ μὲν τὸ ὀρθῶς σημαίνει, καλῶς δὲ τὸ χρήσιμον. συνῃρημένον οὖν τὸ εὖ καὶ καλῶς | ἐμφαίνει [*](64Va.) ὀρθῶς καὶ χρησίμως.

    ἐχθρὸς πολεμίου καὶ δυσμενοῦς διαφέρει. ἐχθρὸς μὲν γάρ ἐστιν ὁ πρότερον φίλος, πολέμιος δὲ ὁ μεθʼ ὅπλων χωρῶν πέλας, δυσμενὴς δὲ ὁ χρόνιον πρὸς τόν ποτε φίλον τὴν ἔχθραν διατηρῶν καὶ δυσδιαλλάκτως ἔχων.