περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

διήγησις καὶ διήγημα διαφέρει. διήγησις μὲν γάρ, καὶ ποίησις, ἐστὶν ἡ ἐν μήκει τὸ τέλειον ἔχουσα· διήγημα δέ, καὶ ποίημα, τὸ βραχύτερον.

διδάξω καὶ διδάξομαι διαφέρει. ‘διδάξω’ μὲν γὰρ διʼ ἑαυτοῦ, ‘διδάξομαι’ δὲ διʼ ἑτέρου· ὡς ‘οἰκοδομήσω’ μὲν διʼ ἑαυτοῦ, οἰκοδομήσασθαι δὲ διʼ ἑτέρου.

διφθέρα καὶ μηλωτὴ διαφέρει. διφθέρα μὲν γὰρ αἰγῶν, μηλωτὴ δὲ προβάτων.

διορθοῦν καὶ ἐπανορθοῦν διαφέρει. διορθοῦν μὲν γὰρ καὶ ἐπὶ δοράτων καὶ ἐπὶ ὀβελίσκων καὶ ἐπὶ λόγων, ἐπανορθοῦν δὲ ἐπὶ μόνων λόγων.

διαπολιτεύεσθαι καὶ ἀντιπολιτεύεσθαι διαφέρει. [*](44 Va.) διαπολιτεύεσθαι μὲν γὰρ λέγουσι τοὺς ἐκ τῆς αὐτῆς πόλεως, ἀντιπο λιτεύεσθαι δὲ τοὺς ἐξ ἑτέρας διʼ ἑτέρας ἀντιστατοῦντας ἀλλήλοις. Θεόπομπος δὲ (FGHiat 115 F 261) καὶ τούς ἐν μιᾷ πόλει φιλοτιμουμένους πρὸς ἀλλήλους ἀντιπολιτεύεσθαι ἔφη.

διδάσκαλος καὶ ἐπιστάτης διαφέρει. διδάσκαλος μὲν γάρ ἐστι λόγων, ἐπιστάτης δὲ ἔργων.

διαλέγεται μὲν ὁ διδούς λόγον καὶ λαμβάνων· λαλεῖ δὲ ὁ μὴ σπουδαιολογούμενος· λέγει δὲ καὶ ὁ κατὰ διέξοδον ἐπεξιὼν πρᾶγμα· φάσκει δὲ ὁ βραχυλόγος.

38