περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

γράμμα στοιχείου διαφέρει. στοιχεῖον μὲν γάρ ἐστιν αὐτὴ ἡ ἐκφώνησις καὶ ὁ φθόγγος, οὗ τὸ γράμμα σημεῖον τύπος ἢ σχῆμα· ὡς ἐν τῷ ‘τρίγωνον μέν ἐστι τὸ Δ, στρογγύλον

32
δὲ τὸ Οʼ, τύπος μόνον λέγεται. τὸ δὲ στοιχεῖον τὸ ὁλόκληρον οἷον α β καὶ τὰ λοιπὰ στοιχεῖα. λέγεται μέντοι [*](38Va.) | καταχρηστικῶς καὶ τὰ στοιχεῖα γράμματα· ἤδη μέντοι καὶ τὰ συγγράμματα ἐκάλουν οἱ παλαιοὶ γράμματα· Καλλίμαχός πού (fr. 468 Pf.) φησιν
  • ‘γράμματα δʼ οὐκ εἴλισσον ἀπόκρυφα’,
  • τουτέστι τὰ συγγράμματα, καὶ πάλιν (ep. 23, 3—4)
  • ‘ἀλλὰ Πλάτωνος
  • ἐν τῷ περὶ ψυχῆς γράμμ᾿ ἀναλεξάμενος’.
  • καὶ ἐν τῇ συνηθεία πολλά φαμεν εἰδέναι γράμματα τόνδε· οὐ γὰρ τὰ εἴκοσι τέσσαρα, ἀλλὰ τὸν πολλῶν ἔμπειρον συγγραμμάτων.

    γυμνασθῆναι καὶ γυμν άσ ασθαι διαφέρει. γυμνασθῆναι μὲν γάρ ἐστι τὸ ὑφʼ ἑτέρου, γυμν⌞άσ⌟ ασθαι δὲ τὸ ὑφʼ ἑαυτοῦ.