περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ὑποψία ὑφοράσεως διαφέρει. ὑποψία μέν γάρ ἐστι κακοῦ τις ὑπόνοια, ὑφόρασις δὲ δόξα ἐπὶ τὸ χεῖρον.

[*](140 Va.)

ὑπάρξαι τό τε γενέσθαι καὶ τὸ κατάρξασθαι.

ὑπάγειν καὶ πορεύεσθαι διαφέρει, ὅτι τὸ πορεύεσθαι μέν ἐστι τὸ βαδίζειν, ὑπάγειν δέ τὸ ὑπὸ ζυγὸν ἄγειν

127
βοῦς ἢ ἵππους ἤ τι τοιοῦτον. ὡς καὶ Ὅμηρος (Π 148)
  • ‘ὔπαγε ζυγὸν ὠκέας ἵππουςʼ.
  • οἱ δὲ βοηθοῦντες τῇ λέξει φασίν, ὅτι ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν ὥσπερ ὑφηγητὴν ἀντὶ τοῦ προηγητὴν καὶ ὑπογραμμὸν ἀντὶ τοῦ προγραμμόν ὥς φησι καὶ Ἀριστοφάνης (II p. 1188 M. ═ fr. 652 K.)·
  • ‘ἐγὼ δέ ὑπαίρω τὸν ὅρκον’
  • ἀντὶ τοῦ προαίρω. οὕτως οὖν καὶ ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν, τοῦτ᾿ ἔστιν εἰς τοὔμπροσθεν πορεύεσθαι. κέχρηται τῇ λέξει Εὔπολις ἐν Βάπταις (II p. 447 M. ═ fr. 79 K.)·
  • ‘σὺ δʼ ὕπαγε εἰς τοὔμπροσθενʼ.
  • [*](141 Va.)

    φακοὺς καὶ φακῆν διαφέρειν φασίν· φακοὶ οἱ ἔτι μοί, οὐχ ἑνικῶς, φακῆ δὲ ἡ ἑψημένη. τετήρηται παρὰ τοῖς παλαιοῖς ἡ διαφορά.

    φαυλία καὶ φυλία διαφέρει. φαυλία μὲν γὰρ εἶδος ἐλαίας, φυλία δὲ ἡ σχῖνος.

    φάκελος σφακέλου διαφέρει. φάκελος μὲν γάρ ἐστι

    128
    φορτίον ξύλων· Θουκυδίδης (cf. 2, 77, 3) ‘φακέλους ὕλης ἀργείας᾿ . σφάκελος δέ ὁ μετὰ φλεγμονῆς σπασμός.

    φάσκ†α†λος φασκωλίου διαφέρει. φάσκαλος μὲν γάρ ἐστιν ἱστινοφορίὶς,· ἱματιοφορί??ς?? δέ ἐστι δερμάτιον.

    φαρμακεία γοητείας διαφέρει. φαρμακεία μὲν γάρ [*](142 Va.) ἐστι κυρίως ἡ βλάβη ἡ διὰ δηλητηρίου τινὸς γινομένη φαρμάκου, γοητεία δὲ ἡ ὑπὸ ἐπικλήσεώς τε καὶ ἐπαοιδῆς.

    φαρμακεὺς ὁ φάρμακος· φαρμακὸς δέ ὀξυτόνως ὁ ἐπὶ καθάρσει τῆς πόλεως ῥιπτόμενος.

    φάσμα μέν ἐστι τὸ ὅμοιον ἀληθεία, φάντασμα δὲ τὸ ἑτερόμορφον, εἴδωλον δὲ τὸ ὅμοιον τῇ σκιᾷ, τέρας δὲ τὸ ἐναργές σῶμα ἑτερόμορφον, βρέτας δὲ τὸ ξόανον.

    φάγαινα μέν λέγεται ἡ μετὰ τὰς νόσους πολυφαγία, φάγέδαινα δὲ φῦμα ἀνήκεστον.

    φεύγει καὶ ἀποφεύγει διαφέρει. φεύγει μέν γὰρ δίκην ὁ κατηγορούμενος — καὶ γὰρ ὁ κατηγορῶν διώκει, —, ἀποφεύγει δέ ὁ νικήσας καὶ ἀπολυθεὶς τῆς κατηγορίας.

    129

    Φθῖοι καὶ Φθιῶται διαφέρουσι. Φθῖοι μέν γὰρ οἱ ὑπὸ τῷ Πρωτεσιλάῳ· φησὶ γοῦν Ὅμηρος (N 693)·

  • ‘πρὸ Φθίων τε Μέδων τε’,
  • [*](143 Va.) οὔτοι δʼ οὐκ ἀπὸ πόλεως οὐδʼ ἀπὸ χώρας, ἀλλʼ ἀπὸ ἀνδρὸς Φθίου. φθιῶται δὲ οἱ ὑπὸ τῷ Ἀχιλλεῖ, ἀπὸ πόλεως Θεσσαλικῆς Φθίας καὶ χώρας ὁμωνύμου
  • ‘Φθίην δʼ ἐξικόμην ἐριβώλακα’ (I 479).
  • ἠγνόησεν οὖν Καλλίμαχος (fr. 184 Pf.) ἐπὶ πόλεως εἰπών·
  • ‘οὐδ’ ἔτι τὴν Φθίων εἶχεν ἀνακτορίην’.
  • φιλεῖν καὶ κυνεῖν διαφέρει, ὅτι τὸ μέν κυνεῖν τὸ τοῖς χείλεσιν ἀσπάζεσθαι, φιλεῖν δὲ τὸ ἀγαπᾶν καὶ ξενίζειν.

    φίλος καὶ ἑταῖρος διαφέρει. φίλοι μέν γὰρ κοινῶς ἅπαντες οἱ τὰ τῆς φιλίας δίκαια πρὸς ἑαυτούς ἔχοντες· ἑταῖροι δέ ἰδίως οἱ καὶ τῇ ἡλικίᾳ παραπλησίως ἔχοντες, οἱ καὶ ἐν τῇ συνηθεία καὶ ἐν τῇ συνεργείᾳ πολὺν χρόνον γεγονότες.

    φόρος καὶ φορὸς διαφέρει. φόρος μέν γὰρ λέγεται ὁ  φέρων. | οὕτως καὶ φόνος ἡ ἀναίρεσις, φονὸς δέ ὁ τόπος [*](144 Va.) τῆς ἀναιρέσεως. καὶ φορὸς ὁ φερόμενος.

    130

    φράσον καὶ φράσαι διαφέρει. φράσον μέν γάρ ἐστι τὸ εἰπέ, φράσαι δὲ ἀντὶ τοῦ διανοήθητι·

  • ‘σὺ δὲ φράσαι, εἴ με σαώσεις’ (A 83).
  • φριμάττεσθαι καὶ φρυάττεσθαι διαφέρει. φριμάττεσθαι μέν γὰρ τὸν τράγον φαμέν — καὶ φριμαγμὸς ἡ τοῦ τράγου φονὴ ὥσπερ πταρνυμένου —, φρυάττεσθαι δέ τὸν ἵππον τὸν φυσῶντα καὶ γαυρούμενον.

    φρονεῖν καὶ καταφρονεῖν διαφέρει. φρονεῖν μέν γάρ ἐστι τὸ λογίζεσθαί τι καὶ ἐνθυμεῖσθαι, καταφρονεῖν δέ τὸ εὐτελίζειν καὶ ὑπερορᾶν.

    φερνὴ μέν ἡ προίξ, φέρνιον δέ τὸ ἁλιευτικὸν σπυρίδιον.