περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

στρατόπεδον καὶ στρατὸς διαφέρει. στρατόπεδον μὲν γὰρ ὁ τόπος ἐν ᾧ ἡ στρατεία, στρατὸς δὲ τὸ στρατιωτικὸν πλῆθος.

στρατεία ἐκτεταμένως τὸ πρᾶγμα, στρατιὰ δέ

118
συνεσταλμένως τὸ τῶν στρατιωτῶν πλῆθος. ἐναλλάσσει δέ πολλάκις ἐν τῇ χρήσει.

στρατὸς καὶ στράτευμα καὶ στρατόπεδον διαφέρει. στρατὸς μέν καὶ στράτευμα κυρίως τὸ πλῆθος λέγεται, [*](131 Va.) |στρατόπεδον δὲ ὁ τόπος ἐν ᾧ εἰσιν.

συμμαχεῖν καὶ ἀπιμαχεῖν διαφέρει. συμμαχεῖν μέν γὰρ λέγουσι τὸ σὺν ἑαυτοῖς, φησὶ Δίδυμος (p. 334 Schmidt), εἴτʼ αὐτοῖς ἐπίοιεν πολέμιοι??εἴτε αὐτοὶ?? ἑτέοι??ς?? ἐπιστρατεύοιεν. ἐπιμαχεῖν δέ ὅταν τούς ἐπιόντας ἀμύνωνται μόνον. διέσταλκε Θουκυδίδης ἐν τῇ πρώτῃ (1), 44, 1)λέγων Κερκυραίοις Ἀθηναίους συμμαχίαν μέν οὐ ποιήσασθαι, ἐπιμαχίαν δέ.

σύνεργος καὶ συνεργὸς διαφέρει. συνεργὸς μέν γὰρ ὀξυτόνως ὁ περί τι ἔργον ἀνεπιτήδειον συμπονῶν, σύνεργος δέ προπαροξυτόνως ὁ τὸ αὐτὸ μετιών οἷον σύντεχνος.

σύγγραμμα καὶ σύνταγμα διαφέρει. σύγγραμμα μέν γάρ ἐστιν ὁ δίχα μέτρου λόγος, ὁ προσαγορευόμενος πεζός σύνταγμα δέ πολεμικόν τι σύστημα, ἀφ᾿ οὗ καὶ συνταγματάρχης ὁ τοῦ συστήματος αὐτοῦ ἄρχων.

119