περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

σπονδαὶ καὶ συνθῆκαι διαφέρουσιν. σπονδαὶ μὲν γὰρ ἃς ἐκ | πολέμου συντίθενται πρὸς ἀλλήλους, ἃς ἀναγράφονται [*](130 Va.) ἐφ᾿ οἷς διακρίνονται, οἷον συντιθέμενοι μὴ πολεμήσειν μηδ᾿ ἀδικήσειν ἀλλήλους. συντίθενται δὲ εἰρήνην καὶ φιλίαν πρὸς ἀλλήλους, καὶ τὸ παρὰ ταύτας πραχθέν ἀρχὴ γίνεται πολέμου.

σπουδάζειν καὶ σπεύδειν διαφέρει. σπουδάζειν μὲν γάρ ἐστι τὸ ἐναντίον τοῦ παίζειν, σπεύδειν δὲ τὸ βοηθεῖν τινι καὶ συναίρεσθαι.

στρατόπεδον καὶ στρατὸς διαφέρει. στρατόπεδον μὲν γὰρ ὁ τόπος ἐν ᾧ ἡ στρατεία, στρατὸς δὲ τὸ στρατιωτικὸν πλῆθος.

στρατεία ἐκτεταμένως τὸ πρᾶγμα, στρατιὰ δέ

118
συνεσταλμένως τὸ τῶν στρατιωτῶν πλῆθος. ἐναλλάσσει δέ πολλάκις ἐν τῇ χρήσει.

στρατὸς καὶ στράτευμα καὶ στρατόπεδον διαφέρει. στρατὸς μέν καὶ στράτευμα κυρίως τὸ πλῆθος λέγεται, [*](131 Va.) |στρατόπεδον δὲ ὁ τόπος ἐν ᾧ εἰσιν.

συμμαχεῖν καὶ ἀπιμαχεῖν διαφέρει. συμμαχεῖν μέν γὰρ λέγουσι τὸ σὺν ἑαυτοῖς, φησὶ Δίδυμος (p. 334 Schmidt), εἴτʼ αὐτοῖς ἐπίοιεν πολέμιοι??εἴτε αὐτοὶ?? ἑτέοι??ς?? ἐπιστρατεύοιεν. ἐπιμαχεῖν δέ ὅταν τούς ἐπιόντας ἀμύνωνται μόνον. διέσταλκε Θουκυδίδης ἐν τῇ πρώτῃ (1), 44, 1)λέγων Κερκυραίοις Ἀθηναίους συμμαχίαν μέν οὐ ποιήσασθαι, ἐπιμαχίαν δέ.

σύνεργος καὶ συνεργὸς διαφέρει. συνεργὸς μέν γὰρ ὀξυτόνως ὁ περί τι ἔργον ἀνεπιτήδειον συμπονῶν, σύνεργος δέ προπαροξυτόνως ὁ τὸ αὐτὸ μετιών οἷον σύντεχνος.

σύγγραμμα καὶ σύνταγμα διαφέρει. σύγγραμμα μέν γάρ ἐστιν ὁ δίχα μέτρου λόγος, ὁ προσαγορευόμενος πεζός σύνταγμα δέ πολεμικόν τι σύστημα, ἀφ᾿ οὗ καὶ συνταγματάρχης ὁ τοῦ συστήματος αὐτοῦ ἄρχων.

119

σύνθεσις συντάξεως διαφέρει. σύνθεσις μέν γάρ ἐστιν ὁ λόγος | ὁ ἔμμετρος, σύνταξις δέ ὁ λόγος ὁ πεζός.

[*](132 Va.)

συμβουλὴ παραινέσεως διαφέρει. συμβουλὴ μέν γάρ ἐστιν εἰσήγησις ἀντιλογίαν ἐπιδεχομένη διὰ τὸ ἄδηλον τοῦ ἐκβησομένου· καὶ γὰρ ἐάν τις συμβουλεύσῃ πόλεμον, ἀμφίβολον εἰ συμφέρει· διὸ καὶ ἔχει τὸ ἐνιστάμενον. παραίνεσις δέ ἐστι συμβουλὴ ἀντίρρησιν οὐκ ἐπιδεχομένη διὰ τὸ ἐξ αὐτῆς λεγόμενον πάντως ὁμολογεῖσθαι ἀγαθόν, ὡς εἴ τις παραινέσει σωφρονεῖν· ὅπερ ἐστὶν ὡμολογημένον ἀγαθόν.

σφάξαι καὶ θῦσαι διαφέρει. θῦσαι μὲν γάρ ἐστι τὸ θυμιάσαι, σφάξαι δέ τὸ ἱερουργῆσαί τι ζῷον. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν οὕτως, ἐπὶ μὲν τοῦ θῦσαιεἰπών (I 219 sq.)·

  • ‘θεοῖσι δέ θῦσαι ἀνώγει
  • Πάτροκλον ὃν ἑταῖρον· ὁ δʼ ἐν πυρὶ βάλλε θυηλάςʼ,
  • ἐπὶ δὲ τοῦ σφάξαι (A 459 B 422)·
  • ‘αὖ ἔρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειρανʼ.
  • 120
    [*](133 Va.)

    στύραξ θηλυκῶς μὲν θυμίαμα, ἀρσενικῶς δέ τὸ ξύ|λον. τοῦ ἀκοντίου.

    σχισταὶ τὰ ὑποδήματα. Εὔπολις Φίλοις (II p. 532 M. ═ fr. 266 K.)·

  • ‘οὐ δεινὰ ταῦτα δέ Ἀργείας φέρειν
  • σχιστὰς ἐνεργεῖνʼ.
  • σχιστὸς δέ ἀρσενικῶς χιτὼν γυναικεῖος. Ἀπολλόδωρος Συνεφήβοις (IV p. 453 M. ═ fr. 12 K.)·
  • ‘σχιστὸν χιτωνίσκον τινὰ ἐνδέδυκας’.
  • σχολῇ τὸ ἠρέμα, καθό φαμεν ‘σχολῇ βαδίζων’,. καὶ τὸ οὐκ ἐν καιρῷ, παῤ ὃ λέγεται ‘οὐκ ἦγον σχολήν’. καὶ διατριβὴ καὶ οἱ μαθηταί, διό φαμεν λαμπρὰ σχολή’.

    τάλαν διὰ τοῦ ν τὸ ἐπίρρημα, διὰ δέ τοῦ σ ὁ ταλαίπωυρος.

    τάπητες καὶ ἀμφιτάπητες διαφέρουσι. τάπητες μέν [*](134 Va.) γάρ | εἰσιν οἱ ἐκ τοῦ ἑτέρου μέρους μαλλὸν ἔχοντες, ἀμφιτάπητες δὲ οἱ ἐξ ἀμφοτέρων.

    121

    ταυρόκτονος ὁ ὑπὸ ταύρου ἀναιρεθείς, ταυροκτόνος δὲ παροξυτόνως ὁ ταῦρον ἀποκτείνας.

    τέχνη ἐπιτηδεύματος διαφέρει. τέχνη μὲν γάρ ἐστιν ἡ ἄνευ λόγου μὴ δυναμένη εἶναι, οἷον γραμματική, ῥητορική· ἐπιτήδευμα δὲ τὸ λόγου χηρεῦον, οἷον χαλκευτική, τεκτονική.

    τεχνίτης καὶ βάναυσος διαφέρει. τεχνίτης μέν γάρ ἐστιν ὁ λογικῆς τινος τέχνης ἔμπειρος καθεστώς, βάναυσος δὲ ὁ διὰ ἀλόγου τινὸς ἐπιτηδεύματος.

    τέτραχμον καὶ τετράδραχμον διαφέρει. τέτραχμον μέν γάρ ἐστι τὸ νόμισμα, τετράδραχμον δέ τὸ τεσσάρων δραχμῶν.