περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

νοῦς μέν ἐστιν ἀπόκρυφος λογισμός, φρένες δὲ αἱ [*](99 Va.) ἀγαθαὶ διάνοιαι.

νῦν καὶ νυνὶ διαφέρει φησὶ κατά τινας Ἡρακλείδης (fr. 4 Cohn) ἐν πρώτῳ Περὶ καθολικῆς προσῳδίας. τὸ μὲν γὰρ νῦν χρονικὸν ἐπίρρημα τάσσεται ἐπὶ τῶν τριῶν χρόνων, ἐνεστῶτος, παρῳχημένου καὶ μέλλοντος, οἷον ὅτι ἀγὼν νῦν ἐστι, νῦν ἔσται· τὸ δὲ νυνὶ ἐπὶ μόνου ἐνεστῶτος.

88

νωθέστερος μέν ἐστιν ὁ βλακώδης, νωχελέστερος δὲ ὁ ἀσθενέστερος.