περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

λίβανος καὶ λιβανωτὸς διαφέρει. λίβανος μὲν γὰρ κοινῶς καὶ τὸ δένδρον καὶ τὸ θυμιώμενον, λιβανωτὸς δὲ μόνον τὸ θυμιώμενον.

λογογράφος καὶ λογοποιὸς διαφέρει. λογογράφος [*](90 Va.) μὲν γάρ ἐστιν ὁ τοὺς δικανικοὺς λόγους γράφων, λογοποιὸς δὲ ὁ λόγους τινὰς καὶ μύθους συντιθείς.

λόγος ποιήσεως διαφέρει. λόγος μὲν γάρ ἐστιν ἡ δίχα μέτρου σύνταξις, ποίησις δὲ ἡ σύνθεσις ἡ μέτρῳ κοσμουμένη.

λυχνοῦχον καὶ λαμπτῆρά φασι τὸν ⌞νῦν φανόν⌟, φανὸν δὲ τὴν λαμπάδα, καὶ οἱ μὲν κωμικοὶ διὰ τοῦ φ, οἱ δὲ τραγικοὶ διὰ τοῦ π, πανός. λυχνεῖον δὲ ἐκάλουν τὴν λυχνείαν.

80

λυχνίον λυχνούχου διαφέρει. λυχνίον μὲν γάρ ἐστιν ἡ λυχνία ὡς Ἀντιφάνης φησὶν (III p. 29 M. = fr. 55, 2 K.) ἐν Ἀφροδίτης γοναῖς, λυχν⌞οῦχ⌟ος δὲ ὁ φανός. Μένανδρος (fr. 291 Koerte2) ἐν Νομοθέταις

  • ‘ἑτέρου λυχνοῦχος, ἑτέρου λήκυθος’.
  • μάχαιρα καὶ μαχαιρὶς διαφέρει. μάχαιραν μὲν γὰρ ὁμοίως ἡμῖν λέγουσιν Ἀττικοί, μαχαιρίδας δὲ τὰς τῶν κουρέων.

    [*](91 Va.)

    μακρολόγος καὶ πολυλόγος διαφέρει. μακρολόγος μὲν γάρ ἐστιν ὁ περὶ ὀλίγων πολλὰ λέγων, πολυλόγος δὲ ὁ περὶ πολλῶν καὶ πολλὰ λέγων.

    μασθὸς μαζοῦ διαφέρει. μασθὸς μὲν γάρ ἐστιν ὁ γυναικεῖος, κυρίως δέ, οἷον μεστὸς εἶναι γάλακτος. μαζὸς δὲ ὁ ἀνδρεῖος, ὡς καὶ ὁ ποιητής φησι (Δ 123)

  • ‘νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον’.
  • μάρτυς ἐλέγχου διαφέρει. μάρτυς μὲν γὰρ ἐπʼ ἀγαθοῦ λαμβάνεται, ἔλεγχος δὲ ἐπὶ φαύλου.

    81

    μάχη καὶ πόλεμος διαφέρει. μάχη μὲν γάρ ἐστιν ἡ ἐν πολέμοις ἐνέργεια, πόλεμος δὲ ὁ χρόνος καὶ ἡ πρὸς τὴν μάχην παρασκευή.