περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

κόσμος οἰκουμένης διαφέρει. τὸ μὲν περιέχει οἰκουμένην καὶ ἄστρα, τὸ δὲ γῆν μόνον τὴν φανεράν.

74

κτήματα καὶ ἐπικτήματα διαφέρει. κτήματα μὲν γάρ ἐστι τὰ ἐν τῇ οἰκείᾳ, ἐπικτήματα δὲ τὰ ἐν ἀλλοτρίᾳ.

[*](85 Va.)

κτῆσις μέν ἐστι πᾶσα ἡ οὐσία, κτῆμα δʼ ἕν τι.

κραιπάλη καὶ μέθη διαφέρει. κραιπάλη μὲν γάρ ἐστιν ἡ χθεσινὴ μέθη, μέθη δὲ ἡ τῆς αὐτῆς ἡμέρας γινομένη οἴνωσις.

κύπτειν καὶ κυπτάζειν διαφέρει. κύπτειν μὲν γὰρ τὸ ἐπικάμπτεσθαι τῷ σώματι, κυπτάζειν δέ ἐστι τὸ στραγγεύεσθαι. Ἀριστοφάνης ἐν Νεφέλαις (509)

  • ‘χώρει, τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;’.
  • κυβεύειν καὶ πεσσεύειν διαφέρει. κυβεύειν μὲν γάρ ἐστι τὸ διὰ ψήφων ἀστραγάλων παίζειν, πεσσεύειν δὲ τὸ διὰ ψήφων.

    κρίνειν τοῦ διακρίνειν διαφέρει. κρίνειν μὲν γὰρ τὸ κυρίως δοκιμάζειν, διακρίνειν δὲ τὸ πρᾶγμα πράγματος διϊστᾶν καὶ χωρίζειν.

    κύειν καὶ τίκτειν διαφέρει. κύειν μὲν γὰρ τὸ ἔγκυον [*](86 V) εἶναι, | τίκτειν δὲ τὸ ἀπαλλάττεσθαι τοῦ κύειν. Εὐριπίδης

    75
    (fr. 267 Ν.2) ἐν Ἀντιό⌞π⌟ῃ
  • ‘κύουσα τίκτω’,
  • εἶπεν,
  • ‘ἡνίκ’ ἠγόμην πάλιν’.
  • κύριος καὶ δεσπότης διαφέρει. κύριος μὲν γὰρ τῆς γυναικὸς ὁ ἀνὴρ καὶ τῶν υἱῶν ὁ πατήρ, δεσπότης δὲ ἀργυρωνήτων τινῶν ἄλλων.

    κωφὸς καὶ ἐνεὸς ὁ αὐτὸς παρὰ τοῖς παλαιοῖς ἐλέγετο, ὁ μὴ φθεγγόμενος. Ὅμηρος (Ξ 16)

  • ‘κύματι κωφῷ’,
  • τῷ μὴ ἀποτελοῦντι ἦχον. καὶ ἡ Πυθία (Parke- Wormell, The Delphic Oracle, II no. 52)
  • ‘καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω’
  • παραλλήλως ἔταξε. νῦν δὲ κωφὸς ὁ τὴν ἀκοὴν βεβλαμμένος.