περὶ ὁμοίων καὶ διαφόρων λέξεων
Ammonius Grammaticus
Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.
κάλλαια καὶ κάλλη διαφέρει. κάλλαια μὲν γάρ εἰσιν οἱ τῶν ἀλεκτρυόνων πώγωνες, κάλλη δὲ τὰ ἄνθη τῶν βαμμάτων.
κάθησο τοῦ κάθισον διαφέρει. κάθησο μὲν γὰρ ἐροῦμεν αὐτῷ τινι περὶ ἑαυτοῦ κελεύοντες, κάθισον δὲ περὶ ἑτέρου· ‘κάθισον αὐτόν’.
κακὸς πονηροῦ διαφέρει ὥσπερ ὁ ἄκακος τοῦ ἀγαθοῦ. κακὸς μὲν γὰρ ὁ πανοῦργος, πονηρὸς δὲ ὁ δραστικὸς κακοῦ.
κακοήθεια μέν ἐστι κακία κεκριμ{μ}ένη, κακοτροπία δὲ ποικίλη καὶ παντοδαπὴς πανουργία.
κέλης καὶ ἐπακτροκέλης διαφέρει. κέλης μὲν γάρ [*](81 Va.) ἐστι πλοιά|ριόν τι μικρόν, ἐπακτροκέλης δὲ κακοῦργον καὶ λῃστρικὸν σκάφος μεταξὺ ἐπακτρίδος καὶ κέλητος. Αἰσχίνης (1, 191) ἐν τῷ Κατὰ Τιμάρχου· ‘ἁλλ᾿ αἱ προπετεῖς τοῦ σώματος ἡδοναὶ καὶ τὸ μηδὲν ἱκανὸν εἶναι· ταῦτα πληροῖ τὰ λῃστήρια, ταῦτα εἰς τὸν ἐπακτροκέλητα ἐμβιβάζει’. ἐπακτῆρες δὲ οἱ κυνηγέται καλοῦνται.
κέλυφος, κελύφανον καὶ ἔλυτρον διαφέρει. κέλυφος μὲν γὰρ λέγεται ἐπὶ τῶν ὀστρακοδέρμων οἷον τῶν κογχυλίων, κελύφανον δὲ ἐπὶ τραγημάτων καὶ ὀσπρίων, ἔλυτρον δὲ τὸ ὑγρὸν χώρημα.
κέδρος θηλυκῶς μὲν τὸ δένδρον, οὐδετέρως δὲ ὁ καρπός (FCG IV p. 601 M. = fr. ad. 34 K.)·
κηρύξαι, ἀποκηρύξαι καὶ ἐπικηρύξαι διαφέρει.
κιβωτὸς καὶ κίστη διαφέρει. κιβωτὸς μὲν γάρ ἐστιν ἡ ξυλίνη, διὸ καὶ ἀντίπηξ καλεῖται, κίστη δὲ ἡ πλεκτή.
κίνησις περιφορᾶς διαφέρει. κίνησις μὲν γάρ ἐστι κυρίως ἡ ἐκ τόπου εἰς τόπον μετάβασις, περιφορὰ δὲ ἡ περὶ τὸν αὐτὸν τόπον στροφή.