περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ἄρχειν καὶ κρατεῖν διαφέρει. ἄρχειν μὲν γάρ ἐστι τό τινων ἐπʼ ὠφελείᾳ προΐστασθαι, κρατεῖν δὲ τὸ βίᾳ τινὰς ἄγειν ὑπακουομένους ἐπὶ δουλείᾳ. καθὸ καὶ τῶν θηρίων κρατεῖν, ἀλλʼ οὐκ ἄρχειν λέγεται.

ἁρπαγὴ καὶ ἁρπάγη διαφέρει παρὰ τοῖς παλαιοῖς Ἀττικοῖς, ὥς φησι Τρύφων ἐν τῷ τρίτῳ Περὶ Ἀττικῆς προσῳδίας (fr. 12 Vels.). ἐὰν μὲν γὰρ ὀξυτόνως προενεγκώμεθα καθάπερ ἐν τῇ συνηθείᾳ, τὴν αἰφνίδιον καὶ μετὰ βίας ἀφαίρεσιν δηλώσει ἐὰν δὲ βαρυτόνως ἁρπάγην ὡς Ἀνάφην, ἐν ᾗ ἐκ τῶν φρεάτων τοὺς κάδους ἐξαίρουσιν. καὶ παρὰ Μενάνδρῳ (fr. 657 Koerte2) ἀναγινώσκομεν· [*](23Va.)

  • ‘ποτήριον, τράπεζαν, ἁρπάγην, †δεύτερον† κάδονʼ.
  • καὶ ἐν Ἡνιόχῳ (fr. 180 Koerte2)
  • ‘τὸν πταῖδα δʼ οὐ δίδομεν,
  • ἀλλ’ ἁρπάγην αὐτῷ κατασκευάζομενʼ.
  • ἆρα καὶ ἄρα διαφέρει. ὁ μὲν γὰρ κατὰ περισπασμὸν

    19
    λεγόμενος σύνδεσμος ἀπορηματικός ἐστιν, ὅτε ἀποροῦντες λέγομεν ‘ἆρα τέλος ἕξει τὸ πρᾶγμα;’. ὁ δὲ κατὰ συστολὴν συλλογιστικός ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστιν ἀλλὰ μὴν ἡμέρα ἐστίν. φῶς ἄρα ἐστίνʼ. ‘εἰ τοῦτο συμφέρει ποιεῖν, ποιητέον ἡμῖν ἄρα ἐατίνʼ.

    ἄρτι καὶ ἀρτίως διαφέρει. ἄρτι μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, τὸ δʼ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου ἔργου τελείως. ὥστε ἁμαρτάνει Σαπφὼ λέγουσα (fr. 123 L. -P. cf. fr. 103, 13)

  • ‘ἀρτίως μὲν ἁ χρυσοπέδιλος αὖ· ὡς’
  • ἀντὶ χρονικοῦ ἐπιρρήματος. παρὰ δέ τοῖς Ἀττικοῖς ἀρτίως | σημαίνει αὐτῆς τῆς ὥρας. τὸ δʼ ἄρτι παρατατικῶς καὶ ἐπὶ [*](24 Va.) τοῦ παρωχηκότος.

    ἀράχνη καὶ ἀράχνιον διαφέρει. ἀράχνη μὲν γὰρ θηλυκῶς τὸ ὕφασμα — καὶ οὐδετέρως, τὸ ἀράχνιον --, ἀρσενικῶς δὲ ὁ ἀράχνης τὸ ζῷον.

    ἄρνες καὶ ἀρνειοὶ διαφέρουσιν. ἄρνες μὲν γὰρ λέγονται οἱ νεογνοί·

  • ‘ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραονʼ (Π 352),
  • 20
    ἀρνειοὶ δὲ οἱ προήκοντες τῇ ἡλικία·
  • ‘ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ
  • ὅς τ’ οΐων μέγα πῶϋ ---ʼ (Γ 197 sq.).
  • ἄρρωστος καὶ ἀρρωστῶν διαφέρει. ἄρρωστος μὲν γὰρ ὁ νοσῶν· ἀρρωστῶν δέ ἐστιν ὁ ἀδυνατῶν ἐπιτελεῖν τὰ κατὰ τὰς ὀρέξεις, ὡς Ἀριστοφάνης φησίν (p. 232sq.Nauck).

    ἀρρωστεῖν τοῦ νοσεῖν διαφέρει. ἀρρωστεῖ μὲν γὰρ ὁ καχεκτῶν τῷ σώματι, νοσεῖ δὲ ὁ κλινήρης.

    [*](25Va.)

    ἀρρωδεῖν καὶ ὀρρωδεῖν διαφέρει. τὸ μὲν γὰρ διὰ τοῦ o σημαίνει τὸ εὐλαβεῖσθαι οὕτως γὰρ ἐξηγοῦνται τὴν λέξιν· ὄρρος δὲ λέγεται ὁ περὶ τοὺς γλουτοὺς τόπος ὅν τινες ταῦρον λέγουσιν· ὅθεν καὶ τῶν ὀρνέων ὁ τόπος οὗτος ὀρροπύγ??ι??ον καλεῖται, οὐχ, ὥς τινες ἀγνοοῦντες, ὀρθοπύγιον. ἐτύμως δʼ εἴρηται, ὅρος ὢν τῆς πυγῆς καὶ οἱονεὶ ὁροπύγιον. οἱ δʼ εὐλαβούμενοι περί τινος ἀνασπᾶν εἰώθασι τὸ αἰδοῖον, πολλάκις δὲ καὶ τὰ ἄλογα τῶν ζώων ὑποστέλλειν εἰώθασι τὴν οὐρὰν

    21
    ὅταν εὐλαβῆται. εὐλόγως οὖν ἐκ τοῦ παρακολουθοῦντος τὸ ὀρρωδεῖν εἴρηται ἐπὶ τοῦ εὐλαβεῖσθαι. καὶ Εὐριπίδης τὸν Περσέα λέγοντα εἰσάγει (Andromed. fr. 130 Nauck 2)
  • ‘τὰς γὰρ συμφορὰς τῶν κακῶς πεπραχότων
  • οὐπώποθʼ ὕβρισ’, αὐτὸς ὀρρωὅῶν παθεῖνʼ.
  • καὶ τὸ μὲν ὀρρωδεῖν τοιοῦτον. τὸ δ’ ἀρρωδεῖν οἷον κατὰ στέρησιν, τοῦτ’ ἔστι μὴ εὐλαβεῖσθαι ἀλλὰ καταφρονεῖν καὶ τεθαρρηκέναι.

    ἀσφόδελος καὶ ἀσφοδελὸς διαφέρει. προπαροξυτόνως [*](26 Va.) μὲν γὰρ τὸ φυτόν· ὀξυτόνως δʼ ὁ τόπος

  • ‘κατ’ ἀσφοδελὸν λειμῶναʼ (λ 539. 573 ω 13).
  • ἀστεῖος καὶ ἀστικὸς διαφέρει. ἀστεῖος μὲν γὰρ ὁ πιθανός καὶ χαρίεις ἢ καθόλου ἐπιδέξιος ἐν πολιτικῇ ὁμιλίᾳ· ἀστικὸς δὲ ὁ ἐν ἄστει διατρίβων.

    22

    ἄστρον καὶ ἀστὴρ διαφέρει. ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων μεμορφωμένον ζῴδιον, οἷον ὁ Ὠρίων, ἡ Ἄρκτος. ἀστὴρ δὲ ὁ εἷς.

    ἀτέχνως καὶ ἀτεχνῶς διαφέρει. τὸ μὲν γὰρ παροξύτονον σημαίνει τὸ χωρὶς τέχνης καὶ ἀμαθῶς· τὸ δὲ περισπώμένον τίθεται ἀντὶ τοῦ ἁπλῶς καὶ ἀδόλως καὶ καθάπαξ καὶ καθόλου, ἄντικρυς.

    ἀτιμοῦται καὶ ἀτιμάζεται διαφέρει. ἀτιμοῦται μὲν γάρ τις ὑπὸ τῶν νόμων ὁλοσχερεῖ ἀτιμίᾳ, ἀτιμιάζεται δὲ ὁ ὑβριζόμενος ἔν τινι πράγματι.

    ἄττα ψιλούμενον καὶ δασυνόμενον διαφέρει. ψιλούμενον [*](27 Va.) | μὲν γὰρ σημαίνει τὸ ‘τινάʼ, δασυνόμενον δὲ τὸ ‘ἅτιναʼ.

    ἀτελές καὶ ἀτέλεστον διαφέρει. ἀτελὲς μὲν γάρ ἐστι τὸ μήπω τετελεσμένον, ἀτέλεστον δὲ τὸ ἀδύνατον τελεσθῆναι. οἱ οὖν ἐναλλάσσοντες ταῦτα ἀκυρολογοῦσιν.

    αὐχὴν καὶ δέρη διαφέρει. αὐχὴν μὲν γὰρ λέγεται τὸ ὄπιαθεν τοῦ τραχήλου, δέρη δὲ τὸ ἔμπροσθεν καθʼὅ ἐστιν ἡ φάρυγξ.

    23

    αὖθις καὶ αὖθι χωρὶς τοῦ σ διαφέρει. τὸ μὲν αὖθις ἐστὶ τὸ πάλιν ἢ μετὰ ταῦτα, τὸ δʼ αὖθι τὸ αὐτόθι. κακῶς οὖν Καλλίμαχός φησι (fr. 1, 35 Pf.)

  • ‘αὖθι τὸ δʼ ἐκδύοιμι ⌞, το μοι βάρος⌟’
  • ἀντὶ τοῦ μετὰ ταῦτα.

    αὖτις διὰ μὲν τοῦ τ σημαίνει τὸ πάλιν, διὰ δὲ τοῦ θ τὸ ὕστερον.

    ἄχρι χωρὶς τοῦ σ χρονικὸν ἐπίρρημα, ἄχρις δὲ μετὰ τοῦ σ ἀντὶ τοῦ ἀκριβῶς. Ὅμηρος (Δ 522)·

  • ‘ἄχρις ἀπηλοίησεν’,
  • οἷον ‘ἀκριβῶς ἀπέκοψεν’.