περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ἁματροχιὰ καὶ ἁρμαροχιὰ διαφέρει. ἁματροχιὰ μὲν | γάρ ἔστιν ἡ ταυτοσυνδρομὴ τῶν ἁρμάτων· [*](12Va.)

  • ‘τῇ δʼ εἶχε Μενέλαος ἁματροχιὰς ἀλεείνωνʼ (Ψ 422).
  • ἁρματροχιὰ δὲ ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ ἡ ἐπὶ τῆς γῆς·
  • ‘οὐδέ τι πολλή
  • γίνεται ἐπισσώτρων ἁρματροχιὴ κάτωʼ (Ψ 504sq.).
  • 10

    ἀμυγδαλῆ καὶ ἀμυγδάλη διαφέρουσιν. ἀμυγδαλῆ μὲν γὰρ περισπωμένως τὸ δένδρον δηλοῖ ἀμυγδάλη δὲ παροξυτόνως τὸν καρπόν, καθὰ καὶ Εὔπολις (II p. 525 M.= fr. 253 K.) ἐν Ταξιάρχοις φησί·

  • ‘δίδου μασᾶσθαι Ναξίας ἀμυγδάλαςʼ.
  • [*](13Va.)

    ἅμα καὶ ὁμοῦ διαφέρει. ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν. Σόλων μὲν γὰρ ἅμα ἐγένετο Ἀναχάρσιδι τῷ Σκύθῃ, εἴπερ κατὰ τὸν αὐτὸν χρόνον ἤκμασαν, ὁμοῦ μέντοι οὐκέτι· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐγεννήθησαν, ἀλλʼ ὁ μὲν Ἀθήνησιν, ὁ δὲ ἐν Σκυθίᾳ. καὶ Ὅμηρος διαστέλλει (Δ 450sq. Θ 64 sq.)

  • ‘ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
  • ὀλλύντων καὶ ὀλλυμένωνʼ,
  • κατὰ τὸν αὐτὸν χρόνον. καὶ (Γ 1)
  • ‘αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοιʼ,
  • (Ψ 362)
  • ‘οἱ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἀσισον.
  • 11
    ἐπιτροπικῶς δὲ τὸ (ο 365)
  • ‘τῇ ὁμοῦ ἐτρεφόμηνʼ,
  • καὶ πάλιν (μ 67)
  • ‘ἄλλοθ’ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶνʼ,
  • ἀντὶ τοῦ ἐν αὐτῷ τῷ τόπῳ. καὶ (Λ 120 sq.)
  • ‘τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
  • ἐν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔσχον ὠκέας ἵππουςʼ.
  • ἔσθʼ ὅτε δʼ ὁ ποιητὴς τὸ ὁμοῦ καὶ ἐπὶ χρονικοῦ τάσσει ἐπιρρήματος, ὥς φησιν Ἀσκληπιάδης·
  • ‘εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμιὸς Ἀχαιούςʼ (Α 61),
  • εἰ μὴ ἄρα τις εἴποι καὶ νῦν τὸ ὁμοῦ ἐν τῷ αὐτῷ τόπῳ, οἷον ‘ἐν Τροίᾳ ὅ τε λοιμὸς καὶ ὁ πόλεμος δαμάζει τοὺς Ἀχαμιούς.’

    ἀμφότεροι καὶ ἑκάτεροι διαφέρουσιν. ἀμφότεροι μὲν γὰρ ἐροῦμεν, ὅταν ἐν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ πράττωσιν ‘ἀμ |φότεροι τὴν δοκὸν μίαν οὖσαν φέροντεςʼ. ἑκάτεροι δέ, [*](15 Va.) ἐπειδὰν χωρὶς ἑκάτερος τὸ ἑαυτοῦ πράττῃ, οἷον ‘ἑκάτερος αὐτῶν δοκὸν φέρωνʼ, ἤτοι ὅταν ἑκάτερος αὐτῶν μίαν φέρῃ κατ’ ἰδίαν.

    ἀμύνεσθαι καὶ ἀμύνειν διαφέρει. ἀμύνεσθαι μὲν γάρ ἐστι τὸ κολάζειν τοὺς προαδικήσαντας, ἀμύνειν δὲ τὸ βοηθεῖν.

    12

    ἁμαρτάνει ὁ πλημ〈μ〉ελῶν, διαμαρτάνει δὲ ὁ ἀποτυγχάνων.

    ἄμιητος καὶ ἀμητὸς διαφέρει. ἄμητος μὲν γὰρ προπαροξυτόνως σημαίνει αὐτὰ τὰ θερίσματα, τοῦτʼ ἔστι τὸν καρπόν ὀξυτόνως δὲ ὁ καιρὸς τοῦ θερισμοῦ, ὥσπερ καὶ ὁ τρυγητὸς τοῦ τρυγᾶν.

    ἄμαθος καὶ ψάμαθος διαφέρει. ἄμαθος μὲν γὰρ ἡ ἐν πεδίῳ κόνις, ψάμαθος δὲ ἡ παραθαλασσία ἄμμος.

    ἀνακεῖσθαι καὶ κατακεῖσθαι διαφέρει. ἀνάκειται μὲν γὰρ ὁ ἀνδριὰς καὶ ἡ εἰκὼν τῷδε κατὰ τιμήν, κατάκειται δὲ ὁ εὐωχούμενος.

    ἀνδραγάθημα καὶ ἀνδρία διαφέρει. ἀνδραγάθημα μὲν γάρ ἐστιν, εἰ καὶ τὴν ψυχικὴν ἀρετὴν ἔχει μαρτυροῦσαν ἀνδρία δὲ δύναμις ἐπαινουμένη.

    [*](16Va.)

    ἀνοχὴ καὶ ἐπικηρυκεία διαφέρει. ἀνοχὴ μὲν γάρ ἐστιν ἡ ἐν πολέμῳ διά τινα χρείαν ἀναβολὴ ⌞τῆς μάχης⌟ κατὰ συνθήκην κοινὴ⌞ν⌟ τοῦ ⌞μὴ⌟ ἐπιέναι ἀλλήλοις· ἐπικηρυκεία δέ, ὅταν οἱ ἕτεροι πέμπωσι τοὺς αἰτησομένους ἀνοχὰς ἢ σπονδὰς ἢ εἰρήνην.

    ἀνάμνησις καὶ ὑπόμνησις διαφέρει. ἀνάμνησις μὲν

    13
    γάρ ἐστιν ὅταν τις ἔλθῃ εἰς μνήμην τῶν παρελθόντων, ὑπόμνησις δὲ ὅταν ὑφʼ ἑτέρου εἰς τοῦτο προαχθῇ.

    ἀντίρρησις καὶ ἀνασκευὴ διαφέρει. ἀντίρρησις μὲν γὰρ λέγεται ἡ μετὰ προσώπου καὶ εἰς λεπτὰ τομή, ἀνασκευὴ δὲ ὡς ἀπροσώπως ἐκφερομένη καὶ ὅλου ἀνατροπή.

    ἀναβάλλεσθαι καὶ ὑπερτίθεσθαι διαφέρει. ἀναβάλλεσθαι μὲν γάρ ἐστι τὸ προΐεσθαι καὶ παριέναι τὸν ἐπιτήδειον καιρὸν τῶν πράξεων, ὑπερτίθεσθαι δὲ τὸ ἐπιμένειν τὸν ἴδιον καιρὸν τῶν πράξεων.

    ἀνακωχὴ καὶ ἀνοκωχὴ διαφέρει. ἀνακωχὴ μὲν γάρ ἐστιν ἡ ἐπὶ τῶν νεῶν ἀναχώρησις, ἡ δὲ διὰ τοῦ ο ἀνοκωχὴ ἀνοχὴ μακρὰ πολέμου διοκωχὴ δὲ καὶ ἀκωχὴ διάλειψίς τις καὶ ἄνεσις.

    ἀνάλγητος καὶ ἀναλγὴς διαφέρει. ἀνάλγητος μὲν γάρ | ἐστιν ὁ ἀνεπίστρεπτος τοῦ καθήκοντος, ἀναλγὴς δὲ ὁ 17Va. μὴ ἀλγῶν.

    ἄντικρυς καὶ ἀντικρὺ διαφέρει. ἀντικρὺ μὲν γὰρ τὸ ἐπʼ εὐθείας καὶ ἐξ ἐναντίας, χωρίς τοῦ σ ὡς τὸ καταντικρύ· ἄντικρυς δὲ τὸ διαρρήδην καὶ φανερῶς, καὶ τὸ ἐπʼ εὐθείας οπικόν.

    14

    ἀναβάτης καὶ ἐπιβάτης διαφέρει. ἀναβάτης μὲν γὰρ ἐπὶ ἵππου, ἐπιβάτης δὲ ἐπὶ νηός.

    ἀναστῆναι καὶ ἐγερθῆναι διαφέρει. ἀναστῆναι μὲν ἐπὶ ἔργον, ἐγερθῆναι δὲ ἐξ ὕπνου.

    ἀναγόμενοι καὶ ⌞ἀναχθέντες⌟ διαφέρει. ἀνήγοντο μὲν γὰρ οἱ πλέοντες, ἀναγόμεναί τε αἱ νῆες, οὐκ ἀναχθεῖσαι ἀνήχθησαν δ τινες εἰς τὸ στρατηγεῖον.