Handbook of Platonism

Albinus

Plato. Platonis dialogi secundum Thrasylli tetralogias dispositi, vol. VI. Hermann, Karl Friedrich, editor. Leipzig: Teubner, 1884.

Φιλία δὲ ἡ μάλιστα καὶ κυρίως λεγομένη οὐκ ἄλλη τίς ἐστι τῆς συνισταμένης κατ᾽ εὔνοιαν ἀντίστροφον· αὕτη δὲ ὑφίσταται, ὅταν ἐπίσης ἑκάτερος βούληται τὸν πλησίον καὶ εαυτὸν εὖ πράττειν. ἡ δὲ ἰσότης αὕτη οὐκ ἄλλως σώζεται ἢ κατὰ τὴν τοῦ ἤθους ὁμοιότητα· τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ὑπάρχει, τὰ δὲ ἄμετρα οὔτε ἀλλήλοις οὔτε τοῖς συμμέτροις δύναται ἐφαρμόσαι. εἰσὶ δέ τινες καὶ ἄλλαι νομιζόμεναι φιλίαι, οὐ μὴν καὶ οὖσαι, ὑπὸ τῆς ἀρετῆς οἷον ἐπικεχρωσμέναι· ἥ τε φυσικὴ τῶν γονέων πρὸς τὰ ἔκγονα καὶ ἡ τῶν συγγενῶν πρὸς ἀλλήλονς καὶ ἡ λεγομένη πολιτικὴ καὶ ἡ ἑταιρική, αὗται δὲ οὐκ ἀεὶ ἔχουσι τὸ ἀντίστροφον τῆς εὐνοίας. εἶδος δέ πως φιλίας ἐστὶ καὶ τὸ ἐρωτικόν· ἔστι δὲ ἐρωτικὴ ἡ μὲν ἀστεία, ἡ τῆς σπουδαίας ψυχῆς, ἡ δὲ φαύλη, ἡ τῆς κακῆς, μέση δὲ ἡ τῆς μέσως διακειμένης. ὥσπερ οὖν τρεῖς εἰσὶν ἕξεις ψυχῆς λογικοῦ ζώου, ἡ μὲν ἀγαθή, ἡ δὲ φαύλη, τρίτη δὲ τούτων μέση, οὕτω καὶ τρεῖς ἐρωτικαὶ εἶεν ἂν κατ᾽ εἶδος ἀλλήλων διαφέρουσαι· τὸ δ᾽ εἶναι τρεῖς αὐτὰς δηλοῦσι μάλιστα οἱ σκοποὶ διαφέροντες ἀλλήλων. ἡ μὲν γὰρ φαύλη μόνου τοῦ σώματός ἐστι, τοῦ ἡδέος ἡττωμένη καὶ ταύτῃ βοσκηματώδης ὑπάρχουσα· ἡ δὲ ἀστεία ψιλῆς τῆς ψυχῆς ἕνεκεν, ᾗ ἐνορᾶται ἐπιτηδειότης πρὸς ἀρετήν· ἡ δὲ μέση τοῦ συναμφοτέρου, ὀρεγομένη μὲν τοῦ σώματος, ὀρεγομένη δὲ καὶ τοῦ κάλλους τῆς ψυχῆς. ὁ δὲ ἀξιέραστος καὶ αὐτὸς μέσος τις ὑπάρχει οὔτε φαῦλος ὢν οὔτε ἀστεῖος, ὅθεν καὶ σωματοποιουμενονἼρωτα δαίμονά τινα μᾶλλον φατέον ἤπερ θεὸν μηδέποτε ἐν γηΐνῳ σώματι γεγενημένον, διαπορθμεύοντα τὰ παρὰ θεῶν ἀνθρώποις καὶ ἀνάπαλιν. κοινῶς δὲ τῆς ἐρωτικῆς εἰς τὰς τρεῖς ἰδέας διῃρημένης τὰς προειρημένας, ἡ τοῦ ἀγαθοῦ τοίνυν ἐρωτικὴ ἀπηλλαγμένη πάθους τεχνική τις ὑπάρχει, ὅθεν καὶ ἐν τῷ λογιστικῷ συνίσταται τῆς ψυχῆς· θεωρήματα δ᾽ αὐτῆς τὸ γνῶναί τε τὸν ἀξιέραστον καὶ κτήσασθαι καὶ χρήσασθαι· ἐπικρίνει δὲ αὐτὸν ἐκ τῶν προθέσεων αὐτοῦ καὶ ὁρμῶν, εἰ εὐγενεῖς, εἰ ἐπὶ

τὸ καλὸν γινόμεναι, εἰ σφοδραί τε καὶ διάπυροι· κτήσεται δὲ αὐτὴν ὁ κτώμενος οὐ θρύπτων οὐδ᾽ ἐπαινῶν τὰ παιδικά, ἀλλὰ μᾶλλον κωλύων καὶ ἐνδεικνύμενος, ὅτι οὐ βιωτὸν αὐτῷ οὕτως ἔχοντι ὡς νῦν ἔχει· ὅταν δ᾽ ἕλῃ τὸν ἐρώμενον, χρήσεται αὐτῷ παρεγγυῶν ταῦτα, δι᾽ ὧν ἀσκηθεὶς ἔσται τέλειος, τέλος δὲ αὐτοῖς τὸ ἀντὶ ἐραστοῦ καὶ ἐρωμένου γενέσθαι φίλους.

Τῶν δὲ πολιτειῶν φησὶ τὰς μὲν ἀνυποθέτους εῖαι, ἃς ἐν τῇ Πολιτείᾳ διεξῆλθεν· ἐν γὰρ ταύτῃ προτέραν μὲν ὑπέγραψε τὴν ἀπόλεμον, δευτέραν δὲ τὴν φλεγμαίνουσαν καὶ πολεμικήν, ζητῶν, τίνες ἂν εἶεν αἱ βέλτισται τούτων καὶ πῶς ἂν συσταῖεν. ἔστι δέ που παραπλησίως τῇ διαιρέσει τῆς ψυχῆς καὶ ἡ πολιτεία διῃρημένη τριχῆ, εἴς τε τοὺς φρουροὺς καὶ εἰς τοὺς ἐπικούρους καὶ εἰς τοὺς δημιουργούς, ὧν τοῖς μὲν τὸ βουλευεσθαι καὶ ἄρχειν ἀποδίδωσι, τοῖς δὲ τὸ προπολεμεῖν εἰ δέοι, οὓς κατὰ τὸ θυμικὸν τακτέον ὥσπερ συμμαχοῦντας τῷ λογιστικῷ, τοῖς δὲ τὰς τέχνας καὶ τὰς ἄλλας ἐργασίας, τοὺς δὲ ἄρχοντας ἀξιοῖ φιλοσόφους εἶναι καὶ θεωρητικοὺς τοῦ πρώτου ἀγαθοῦ. μόνως γὰρ οὕτως κατὰ τρόπον διοικήσειν αὐτοὺς πάντα· οὐ γάρ ποτε κακῶν λήξειν τὰ πράγματα τὰ ἀνθρώπινα, εἰ μὴ οἱφιλόσοφοι βασιλεύσειαν ἢ οἱ λεγόμενοι βασιλεῖς ἀπό τινος θείας μοίρας ὄντως φιλοσοφήσειαν. ἄριστα γὰρ καὶ μετὰ δικαιοσύνης ἐπανάξειν τὰς πόλεις τὰ τηνικάδε, ὅταν ἕκαστον μέρος αὐτονομῇ, ὥστε προβουλεύειν μὲν τοὺς ἄρχοντας τοῦ λαοῦ, τοὺς δὲ συμμάχους τούτοις ὑπηρετεῖν καὶ τούτων προμάχεσθαι, τούτοις δὲ εὐπειθῶς συνέπεσθαι τοὺς λοιπούς. πέντε δέ φησιν εἶναι πολιτείας, τήν τε ἀριστοκρατικήν, ὁπόταν οἱ ἄριστοι ἄρχωσι, καὶ δευτέραν τὴν τιμοκρατικήν, φιλοτίμων ὄντων τῶν ἀρχόντων, καὶ τρίτην τὴν ὀλιγαρχικήν, καὶ μετὰ ταύτην τὴν δημοκρατικήν, τελευταίαν δὲ τὴν τυραννίδα, χειρίστην ὑπάρχουσαν. ὑπογράφει δὲ καὶ ἄλλας πολιτείας ἐξ ὑποθέσεως, ὧν ἐστὶν ἥ τε ἐν Νόμοις καὶ ἡ ἐκ διορθωύσεως ἐν Ἐπιστολαῖς, ᾗ χρῆται πρὸς τὰς νενοσηκυίας πόλεις τὰς ἐν τοῖς Νόμοις, ἤδη καὶ τόπον ἀφωρισμένον ἐχούσας καὶ ἀνθρώπους λογάδας ἀπὸ πάσης ἡλικίας, ὥστε κατὰ τὰς διαφορὰς τῆς φύσεως αὐτῶν καὶ τῶν τόπων παιδείας τε οἰκείας δεῖσθαι καὶ ἀγωγῆς καὶ ὁπλίσεως. οἱ μὲν γὰρ παραθαλάττιοι καὶ ναυτίλλοιντο ἂν καὶ ναυμαχοῖεν, οἱ δὲ ἐν μεσογαίᾳ οἰκοῦντες πρὸς πεζομαχίαν ἁρμόττοιντο ἂν καὶ ὅπλισιν ἢ κουφοτέραν, ὡς

οἱ ὄρειοι, ἢ βαρυτέραν, ὡς ἐν γεωλόφοις οἰκοῦντες πεδίοις· ἔνιοι δ᾽ αὐτῶν καὶ ἱππασίαν ἂν ἐπασκοῖεν. ἐν ταύτῃ δὲ τῇ πόλει οὐδὲ κοινὰς εἶναι τὰς γυναῖκας νομοθετεῖ. ἔστιν οὖν πολιτικὴ ἀρετὴ θεωρητική τε καὶ πρακτικὴ καὶ προαιρετικὴ τοῦ ἀγαθὴν ποιεῖν πόλιν καὶ εὐδαίμονα καὶ ὁμονοοῦσάν τε καὶ συμφωνοῦσαν, ἐπιτακτική τις οὖσα καὶ ἔχουσα ὑποβεβλημένας πολεμικήν τε καὶ στρατηγικὴν καὶ δικαστικήν· σκέπτεται γὰρ ἡ πολιτικὴ ἄλλα τε μυρία καὶ δὴ καὶ αὐτὸ τοῦτο, εἴτε πολεμητέον εἴτε μή.

Ὁποῖος δέ ἐστιν ὁ φιλόσοφος προειρημένου, τούτου διαφέρει ὁ σοφιστὴς τῷ μὲν τρόπῳ, ὅτι μισθαρνίᾳ τῶν νέων καὶ τῷ μᾶλλον νομίζεσθαι βούλεσθαι ἢ εἶναι καλὸς καὶ ἀγαθός· τῇ δὲ ὕλῃ, ὅτι ὁ μὲν φιλόσοφος περὶ τὰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα καταγίνεται, ὁ δὲ σοφιστὴς περὶ τὸ μὴ ὄνπραγματεύεται, ἀναχωρῶν εἰς τόπον διὰ τὸ σκοτεινὸν δυσδιόρατον. τῷ γὰρ ὄντι οὐκ ἀντίκειται τὸ μὴ ὄν· τοῦτο γὰρ ἀνύπαρκτον καὶ ἀνεννόητον καὶ μηδεμίαν ἔχον ὑπόστασιν, ὃ καὶ εἴ τις εἰπεῖν ἢ νοῆσαι βιάζοιτο, περιτραπήσεται διὰ τὸ μάχην αὐτὸ ἐν ἑαυτῷ περιέχειν. ἔστι δὲ τὸ μὴ ὄν, καθ᾽ ὃ ἐξακούεται, οὐ ψιλὴἀπόφασις τοῦ ὄντος, ἀλλὰ μετὰ συνεμφάσεως τῆς πρὸς ἕτερον, ὅπερ καί τῷ τρόπῳ ὄντι παρέπεται· ὡς εἰ μὴ καὶ αὐτὰ μετελάμβανε τοῦ μὴ ὄντος, οὐκ ἂν ἐχωρίζετο τῶν ἄλλων· νῦν δὲ ὅσαπέρ ἐστι τὰ ὄντα, τοσαυταχῶς καὶ τὸ μὴ ὄν· τὸ γὰρ μὴ τὶ ὂν οὐκ ἔστιν ὄν.

Τοσαῦτα ἀπαρκεῖ πρὸς εἰσαγωγὴν εἰς τὴνΠλάτωνος δογματοποιΐαν εἰρῆσθαι· ὧν ἴσως τὰ μὲν τεταγμένως εἴρηται, τὰ δὲ σποράδην καὶ ἀτάκτως· ὥστε μέντοι ἀπὸ τῶν εἰρημένων θεωρητικούς τε καὶ εὑρετικοὺς ἐξ ἀκολουθίας καὶ τῶν λοιπῶν αὐτοῦ δογμάτων γενέσθαι.