Handbook of Platonism
Albinus
Plato. Platonis dialogi secundum Thrasylli tetralogias dispositi, vol. VI. Hermann, Karl Friedrich, editor. Leipzig: Teubner, 1884.
Οἱ δὲ θεοὶ ἔπλασαν μὲν προηγουμένως τὸν ἄνθρωπτον ἐκ γῆς καὶ πυρὸς καὶ ἀέρος καὶ ὕδατος, μοίρας τινὰς δανειζόμενοι εἰς ἀπόδοσιν, συνθέντες δὲ ἀοράτοις γόμφοις ἕν τι σῶμα ἐργασάμενοι, τῆς καταπεμφθείσης ψυχῆς τὸ κύριον ἐνέδησαν εἰς τὴν κεφαλήν, ὥσπερ ἄρουραν ὑποθέντες τὸν ἐγκέφαλον, περὶ δὲ τὸ πρόσωπον ἔθεσαν τὰ τῶν αἰσθητηρίων ὄργανα, ὑπηρεσίαν ἐκτελέσοντα τὴν προσήκουσαν· συνέθεσαν δὲ τὸν μὲν μυελὸν ἐκ τῶν λείων τε καὶ ἀστραβῶν τριγώνων, ἐξ ὧν τὰ στοιχεῖα ἐγένετο, σπέρματος γένεσιν ἐσόμενον· τὸ δὲ ὀστοῦν ἐκ γῆς καὶ μυελοῦ δευθέντων καὶ πολλάκις ὕδατι καὶ πυρὶ βαφέντων· τὰ δὲ νεῦρα ἐξ ὀστοῦ καὶ σαρκός· αὐτὴ δὲ σὰρξ ἐγένετο ἔκ τε ἁλμυροῦ καὶ ὀξέος οἷον ζυμώματος. περιέθηκαν δὲ μυελῷ μὲν τὸ ὀστοῦν, τοῖς δὲ ὀστοῖς πρὸς σύνδεσιν αὐτῶν νεῦρα· καὶ διὰ νεύρων μὲν κάμψεις ἐγένοντο καὶ ἄρθρων συνδέσεις, διὰ δὲ σαρκὸς σκέπη αὐτοῖς ὥσπερ ἐππλασσομένης, πὴ μὲν λευκῆς, πὴ δὲ πελιᾶς, πρὸς αὐτὸ τὸ εὔχρηστον τῷ σώματι. ἐκ τούτων δὲ καὶ τὰ ἐντὸς συνεπλέχθη σπλάγχνα, κοιλία τε καὶ περὶ ταύτην ἔντερα ἑλιχθέντα, ἄνωθέν τε ἀπὸ στόματος ἀρτηρία καὶ φάρυγξ, ἡ μὲν εἰς στόμαχον, ἡ δὲ εἰς πνεύμονα ἰοῦσα. διοικεῖται δὲ τὰ σιτία κατὰ τὴν γαστέραπνεματί τε καὶ θερμῷ τεμνόμενα καὶ μαλαττόμενα καὶ οὕτως ἐπὶ
πᾶν τὸ σῶμα χωροῦντα κατὰ τὰς οἰκείας μεταβολάς· δύο δὲ φλέβες παρὰ τὴν ῥάχιν ἰοῦσαι τὴν κεφαλὴν ἐναντίως καταπλέκουσιν ἀλλήλαις ἀπαντῶσαι, σχίζονταί τε τοὐντεῦθεν ἐπὶπολλά. ἐργασάμενοι δὲ οἱ θεοὶ τὸν ἄνθρωπον καὶ ἐνδήσαντες τῷ σώματι αὐτοῦ τὴν ψυχὴν δεσπόσουσαν αὐτοῦ, ταύτης τὸ ἡγεμονικὸν κατὰ λόγον περὶ τὴν κεφαλὴν καθίδρυσαν, ἔνθα μυελοῦ τε ἀρχαὶ καὶ νεύρων καὶ κατὰ τὰς πείσεις παραφροσύναι, περικειμένων καὶ τῶν αἰσθήσεων τῇ κεφαλῇ, ὥσπερ δορυφορουσῶν τὸ ἡγεμονικόν. ἐν τούτῳ καὶ τὸ λογιστικὸν τῷ τόπῳ καὶ τὸ κρῖνόν τε καὶ θεωροῦν· τὸ δὲ παθητικὸν τῆς ψυχῆς κατωτέρω ἐποίησαν, τὸ μὲν θυμικὸν περὶ τὴν καρδίαν, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸ ἦτρον καὶ τοὺς περὶ τὸν ὀμφαλὸν τόπους, περὶ ὧν ὕστερον εἰρήσεται.Ἱδρύσαντες δὲ περὶ τὸ πρόσωπον τὰ φωσφόρα ὄμματα καθεῖρξαν ἐν αὐτοῖς τοῦ πυρὸς τὸ φωτοειδές, ὅπερ λεῖον ὑπάρχον καὶ πυκνὸν ἀδελφὸν ᾤοντο εἶναι τοῦ μεθημερινοῦ φωτός. τοῦτο δὴ ῥᾷστα δι᾽ ὅλων μὲν τῶν ὀφθαλμῶν, μάλιστα δὲ κατὰ τὸ μέσον αὐτῶν διεκθεῖ, τὸ καθαρώτατόν τε καὶ εἱλικρινέστατον· ὃ γινόμενον συμπαθὲς τῷ ἔξωθεν, ὅμοιον ὁμοίῳ, ὁρατικὴν αἴσθησιν παρέχεται· ὅθεν καὶ τοῦ φωτὸς νύκτωραπιόντος ἢ σκοτωθέντος οὐκέτι προσφύεται τὸ ἀφ᾽ ἡμῶν ῥεῦμα τῷ πλησίον ἀέρι, συνεχόμενον δὲ ἐντὸς ὁμαλύνει τε καὶ διαχεῖ τὰς ἐν ἡμῖν κινήσεις, ἐπαγωγὸν ὕπνου γινόμενον, παρ᾽ ὃ καὶ μύει τὰ βλέφαρα. πολλῆς μὲν δὴ ἡσυχίας γινομένης βραχυόνειροι ὕπνοι ἐμπίπτουσιν, ὑπολειφθεισῶν δέ τινων κινήσεων φαντάσματα συχνὰ γίνεται περὶ ἡμᾶς· καὶ τὰς μὲν ὕπαρ τε καὶ ὄναρ κατ᾽ εὐθυωρίαν γινομένας φαντασίας ὡδὶ συνίστασθαι· ταύταις δὲ ἑπομένως καὶ τὰς κατὰ τῶν κατόπτρων εἰδωλοποιΐας καὶ τῶν ἄλλων ὅσα διαφανῆ καὶ λεῖα οὐκ ἄλλως ἢ κατὰ ἀνάκλασιν συντελεῖσθαι, ὡς ἂν ἔχῃ τὸ κάτοπτρον κυρότητος ἢ κοιλότητος ἢ μήκους̀· διάφοροι γὰρ ἔσονται φαντασίαι, ἀνταπωθουμένων τῶν φώτων πρὸς τὰ μέρη τὰ ἕτερα, ἀπολισθαινόντων μὲν τῆς κυρτότητος, εἰς δὲ τὴν κοιλότητα συνιόντων. οὕτω γὰρ ἐφ᾽ ὧν μὲν ἐξ ἐναντίων τὸ λαιὸν καὶ τὸ δεξιὸν ̔ραται, ἐφ᾽ ὧν δὲ κατὰ ἴσον, ἐφ᾽ ὧν δὲ τὰ κάτω πρὸς τὰ ἄνω καὶ ἔμπαλιν μεταπίπτει.
Ἀκοὴ δὲ γέγονε πρὸς φωνῆς γνῶσιν, ἀρχομένη
μὲν ἀπὸ τῆς περὶ την κεφαλὴν κινήσεως, τελευτῶσα δὲ περὶ ἥπατος ἕδραν· ἡ δὲ φωνή ἐστιν ἡ δι᾽ ὤτων ἐρχομένη ἐγκεφάλον τε καὶ αἵματος, διαδιδομένη δὲ μέχρι ψυχῆς πληγή, ὀξεῖα μὲν ἡ ταχέως κινουμένη, βαρεῖα δὲ ἡ βραδέως, καὶ μεγάλη μὲν ἡ πολλή, μικρὰ δὲ ἡ ὀλίγη. τούτοις δὲ ἑπομένως ἡ τῶν μυκτήρων δύναμις πρὸς τὴν τῶν ὀσμῶν αἴσθησιν συνέστη· ἔστι δὲ ἡ ὀσμὴ τὸ κατιὸν ἀπὸ τῶν ἐν τοῖς μυκτῆρσι φλεβίων πάθος μέχρι τῶν περὶ τὸν ὀμφαλὸν τόπων· εἴδη δὲ ταύτης οὐχ ὑπάρχει ὠνομασμένα ἔξω δυοῖν τοῖν γενικωτάτοιν, εὐώδους τε καὶ δυσώδους, ἅπερ τὴν τοῦ ἀλγεινοῦ τε καὶ ἡδέος ἔχει πρόσρησιν. πᾶσαν δὲ τὴν ὀσμὴν ἀέρος μὲν εἶναι παχυτέραν, ὕδατος δὲ λεπτοτέραν· σημεῖον δέ, ἐν οἷς εἰκότως λέγεται τὸ τῆς ὀσμῆς γένος, ὅτι τούτων ἐστὶ τῶν οὐδέπω μεταβολὴν τελείαν εἰληφότων, ἀλλὰ κοινωνίαν ἐχόντων ἀέρος τε καὶ ὕδατος, ταῦτα δὲ εἶναι κατὰ καπνόν τε καὶ ὁμίχλην· τούτων γὰρ εἰς ἄλληλα ἀμειβόντων ἡ τῆς ὀσφρήσεως αἴσθησις συντελεῖται. τήν γε μὴν γεῦσιν ποικιλωτάτων χυμῶν ἐπιγνώμονα κατεσκεύασαν οἱ θεοί, φλεβία κατατείναντες ἀπ᾽ αὐτῆς μέχρι καρδίας, δοκίμια ἐσόμενα καὶ κριτήρια τῶν χυμῶν· ταῦτα δὲ συγκρινόμενα καὶ διακρινόἀνα᾽̀ατὰ τὰς προσπτώσεις τῶν χυμῶν διορίζει ὴνενττοις παραλλαγήν. εἰσὶ δὲ χυμῶν διαφοραὶ ἑπτά· γλυκύς, ὀξύς, στρυφνός, αὐστηρός, ἁλμυρός, δριμύς, πικρός· τούτων δὲ τὸν μὲν γλυκὺν ἐναντίαν φύσιν ἔχειν τοῖς ἄλλοις ἅπασι συμβέβηκε, διαχέοντα οἰκείως τὴν περὶ τὴν γλῶτταν ὑγρότητα· τοὺς δὲ λοιπούς, τοὺς μὲν κυκῶντάς τε καὶ σπαράττοντας ὀξεῖς, τοὺς δὲ ἐκθερμαίνοντας καὶ εἰς τὰ ἄνω θέοντας δριμεῖς, τοὺς δὲ τὸ ῥυπτικὸν ἔχοντας σφοδρὸν ὥστεσυντήκειν πικρούς, τοὺς δὲ ἠρέμα καθαίροντάς τε καὶ ῥύπτοντας ἁλμυρούς, τῶν δὲ συναγόντων τοὺς πόρους καὶ συγρν́ντων τοὺς μὲν τραχυτέρους στρυφνοὺς εἶναι, τοὺς δ᾽ ἧττον τοῦτο ἐργαζομένους αὐστηρούς. ἁπτικὴν δ᾽ εἶναι δύναμιν κατασκευασμένην ὑπὸ θεῶν ἀντιληπτικὴν θερμῶν τε καὶ ψυχρῶν μαλακῶν τε καὶ σκληρῶν κούφων τε καὶ βαρέων λείων τε καὶ τραχέων, ὡς κρίνειν καὶ τὰς ἐν τούτοις διαφοράς. εἴκοντα μὲν δή φαμεν τὰ παραδεχόμενα τὴν ἁφήν, ἀντίτυπα δὲ ἃ οὐκ εἴκει· τοῦτο δὲ συμβαίνει παρὰ τὰς βάσεις αὐτῶν τῶν σωμάτων· τὰ μὲν γὰρ ἔχοντα μείζονας μόνιμα καὶ ἑδραῖα, τὰ δὲ ἐπὶ μικροῦ βεβῶτα εὔεικτα καὶ μαλακὰ καὶ εὐμετάβολα ὄντα τυγχάνει. τραχὺ δὲ εἴη ἂν τὸ ἀνώμαλον μετὰ σκληρότητος, λεῖον δὲ τὸ ὁμαλὸν μετὰ πυκνοῦ· τό γε μὴν θερμοῦ καὶ ψυχροῦ πάθος ἐναντιώτατα ὄντα ἐναντίοις αἰτίοις συνίσταται. τὸ μὲν γὰρ ὀξύτητι τῶν μερῶν καὶ τραχυτητι διατέμνον τὸ θερμὸν πάθος ποιεῖ, τὸ δὲ ψυχρὸν ἁδρομερέστερον τῇ εἰσόδῳ, ἐξωθούντων μὲν τὰ ἐλάττονα καὶ μικρά, βιαζομένων δὲ ἐλθεῖν εἰς τὴν ἐκείνων ἕδραν. σεισμὸς γάρ τις καὶ τρόμος τότε συνίσταται, καὶ τὸ ἐπὶ τούτῳ πάθος ἐν τοῖς σώμασι ῥῖγος ὑπάρχει.Βαρὺ δὲ καὶ κοῦφον τῷ μὲν ἄνω καὶ κάτω οὐδαμῶς ὁρίζειν προσήκει· οὐδὲν γὰρ εἶναι τὸ μὲν ἄνω τὸ δὲ κάτω. τοῦ γὰρ παντὸς οὐρανοῦ σφαιροειδοῦς ὄντος καὶ ἀπηκριβωμένου ὁμαλῶς κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν, οὐκ ἐν δίκῃ τὸ μὲν ἄνω τὸ δὲ κάτω τινὰς ὀνομάζειν· ἀλλὰ γὰρ εἶναι βαρὺ μὲν τὸ χαλεπῶς εἰς τὸν παρὰ φύσιν τόπον ἑλκόμενον, κοῦφον δὲ τὸ ῥᾳδίως· καὶ προσέτι βαρὺ μὲν τὸ ἐκ πλειόνων μερῶν συγκείμενον, ἐλαφρὸν δὲ τὸ ἐξ ὀλιγίστων.