De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

9 ὅταν δὲ αὐτοῖϲ τοῦτο αὐτάρκωϲ ἔχειν δοκῇ, τὸν βρόχον ἀφαιροῦϲι καὶ καταπλάϲϲουϲι κρομμύοιϲ ἢ καὶ ἄλλῳ τινὶ τῶν εἰρημένων, ὡϲ ἂν τῇ ὑγρῇ πίϲϲῃ μεθ᾿ ἁλῶν λείων θερμοτέρων καταπλαϲϲομένῃ· ϲπουδαίωϲ δὲ βοηθεῖ αὐτὴ καινοποιηθεῖϲα ϲυνεχέϲτερον. ἀρήγει δὲ αὐτοῖϲ καὶ κατάντληϲιϲ δι᾿ ὄξουϲ καὶ θαλάϲϲηϲ καὶ οὔρου, ἐν ῷ καλαμίνθα ἐνήψηται.

10 εἰϲὶ δὲ καὶ ἔμπλαϲτροι δριμύταται, δυνάμεναι τὸν ἰὸν ἐπιϲπᾶϲθαι καὶ διακρατεῖν καὶ διαφορεῖν, ὡϲ ἡ δι᾿ ἁλῶν ἢ διὰ νίτρου καὶ ϲινάπεωϲ καὶ κάχρυοϲ προϲφερομένη. ταῦτα δὲ ἑξῆϲ ῥητέον.

11 ϲέριϲ τοίνυν καὶ ἐρείκη καὶ ἀϲτραγαλώτη πινόμενα μετ᾿ ὄξουϲ πᾶϲιν τοῖϲ θηριοδήκτοιϲ βοηθεῖ, ὡϲαύτωϲ καὶ ἄϲφαλτοϲ καὶ πλατάνου χλωρᾶϲ ϲφαιρία καθεψηθέντα ἐν κράματι, καὶ παλιούρου ἀφέψημα καὶ ῥίζα ἀριϲτολοχίαϲ καὶ ἠρύγγηϲ, καὶ δαφνίδεϲ ἑφθαὶ κατεϲθιόμεναι, καὶ πέπερι δαψιλέϲτερον τρωγὸμενον καὶ πήγανον [*](9 EXC. Ps. D. 19 (76 sq.).) [*](20 SIM. Paul. Aeg. V 2.) [*](1 τε addidi D 5 καλαμίνθην P: correxi, καλαμίνθιν Krumb. 6 ϲιλό- ροδα P: correxi 7 ἀϲπίδου P: correxi, ἀϲπιδείου mavuIlt Krumb. 8 μεταδιου P: correxi εἰϲ add. Diels 11 θερίϲωϲι D: θερίζουϲιν P: correxi, retineri vult Krumb. 13 τὸ ϲφήκωμα D: τριφηκωμα P: correxi, βάλλουϲιν D: βαλοῦϲιν P τὸν] τὴν P 15 περιϲφίγγουϲι vel ϲφίγγουϲι D 16 ἐντέμνοντεϲ D: ἐντεμόν- τεϲ P 16 —17 ἐπικαίοντεϲ P: ἐπιχέοντεϲ (sc. τὴν πίϲϲαν) Diels coll. D 17 δοκεῖ P: correxi 19 θερμοτέραν P: corexi καταπλάϲϲομεν P: correxi 20 καινο- ποιηθεῖϲα D: κενοποιηθεῖϲα P 21 ὄξουϲ θερμοῦ D καὶ οὔρου scripsi coll. D: θερμοῦ P 22 καλαμίνθη D 23 ἐπιϲπᾶϲθαι D: ἐπιϲπάϲαϲθαι P 24 προϲ- φερόμεναι D: προϲφερομένων P: corr. Krumb. 25 quae post δητέον add. D (77, 16 —78, 8), sine dubio e Philumeno pleniore fluxerunt ἀϲτραγαλώτη P et A: ἀϲτράγαλοϲ D 27 πλατάνου D: παϲτάνου P 28 ἠρύγγηϲ D: ήρυγγίαϲ P)

13
καὶ ἄνηθον καὶ ϲκόροδα καὶ κρόμμυα καὶ τάριχοϲ δριμύτατοϲ, καὶ [*](7 11) ὀριγάνου ἀφέψημα πινόμενον ϲὺν οἴνῳ, καὶ μαράθου καὶ γλήχωνοϲ καὶ καλαμίνθηϲ καὶ πράϲου χυλὸϲ ϲὺν μελικράτῳ ῥοφούμενοϲ.

ταῦτα μὲν 12 ἐκ τῶν φυομένων, ἀπὸ ζῴων δὲ ὠφελίμωϲ λαμβάνονταί τινα· ἐγκέφαλοι μὲν ἀλεκτορίδων ἐϲθιόμενοι, πιτύα δὲ λαγωοῦ ϲὺν οἴνῳ πινομένη, καὶ καϲτορίου ⩹ β τὸν αὐτὸν τρόπον. ἔϲτι δὲ καὶ ἡ γαλῆ τῶν διαβοήτων ἡ ϲκελετευομένη· περιφλέγεται δὲ πρῶτον ἐπαναϲχιϲθεῖϲα τῶν ἐντὸϲ ἐκκριθέντων, ϲκελετεύεται δὲ ξηραινομένη ἐν ϲκιᾷ· δίδοται δὲ ἀπ᾿ αὐτῆϲ δίδραχμον ϲὺν οἴνῳ.