De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

μετ᾿ οἴνου· ὁμοίωϲ πηγάνου ἀγρίου ϲπέρματοϲ, κυμίνου Αἰθιοπικοῦ, 14 χαλβάνηϲ, μελανθίου, ἀριϲτολοχίαϲ, ταῦτα πάντα λεανθέντα καὶ φυραθέντα χυλῷ εὐζώμου, ἀναπλάττονται τροχίϲκοι δραχμαῖοι· διδόναι δὲ ἐξ αὐτῶν μετ᾿ οἴνου ἡμικοτύλιον. ἢ γεντιανῆϲ ⩹ β, πεπέρεωϲ καὶ πηγάνου τὸ ἀρκοῦν δίδου λεάναϲ ϲὺν οἴνῳ. ταῦτα μὲν περὶ τῶν κοινῇ βοηθημάτων, τὰ δὲ ἰδίωϲ πρὸϲ ἕκαϲτον τῶν ἰοβόλων ἑξῆϲ ἐροῦμεν.

πρὸϲ δὲ τὰϲ ἐκ τῶν πληγῶν αἱμορραγίαϲ ἴϲχαιμον δοτέον Ἑρμᾶ τοῦ θηριακοῦ· χαλκίτεωϲ, μελαντηρίαϲ, ἀραχνῶν ἀνὰ ?? α ὁμοῦ λεάναϲ χρῶ.

τροφαῖϲ δὲ χρηϲτέον δριμείαιϲ, εὐαναδότοιϲ, φυϲώδεϲιν, πληκτικαῖϲ, οἷον ϲκορόδοιϲ, κρομμύοιϲ, ταρίχοιϲ, πεπέρει, ῥαφάνοιϲ· οἴνοϲ πολὺϲ καὶ ἄκρατοϲ. ϲυμφέρει δὲ αὐτοῖϲ πᾶϲα κίνηϲιϲ καὶ αἰώρα πολλὴ καὶ ἡμέραϲ καὶ νυκτόϲ.

[*](3 SIM. Paul. Aeg. V 2.)[*](21 SIM. Ael. Pr. (fol. 475v).)[*](1 καὶ addidi 4 λαμβάνονται P: λαμβάνεται D 7 ἡ corr. Krumb.: ηϲ P ϲκε///λετευομένη (c. 2 litt. del.) P ἐπαναϲχεθεῖϲα P: ϲχιϲθεῖϲα D: correxi 11 ποτίματα P 13 ὀβολου P: correxi 14 ταῦτα δὲ δεῖ (om. MF) μέλιτι ἀναλαμβάνειν D 16 φυραθέντα D: ψυυραθέντα P 17 χυλῷ D: χυλοῦ P 18 ἡμικοτύλιον D: ἡμικοτυλίου P 22 δοτέον addidi ex Pr. 22—23 Ἐρμᾶ τοῦ scripsi. Ἔρματοϲ P, cf Aet. VIII 49)
14
[*](10 1)

ἀντίδοτοϲ πρώτη, ποιοῦϲα κοινῶϲ πρὸϲ πάντα τὰ ἑρπετὰ θηρία καὶ τοὺϲ λυϲϲοδήκτουϲ, παρὰ πολλοῖϲ διατεϲϲάρων καλουμένη. δίδοται τοῦ φαρμάκου καρύου Ποντικοῦ τὸ μέγεθοϲ, ϲκορπιοπλήκτοιϲ μὲν μετ’ οἴνου αὐϲτηροῦ ἅπαξ τῆϲ ἡμέραϲ εἰ δ’ ἐπιτείνοι ἡ ὀδύνη, δίδου καὶ δίϲ — πρὸϲ δὲ λυϲϲοδήκτουϲ δίδου με θ’ ὕδατοϲ ἡμέραν παρ′ ἡμέραν ἐπὶ ἡμέραϲ μβ, προϲμίϲγων τῷ φαρμάκῳ λύκιον Ἰνδικόν. τηρῶν καὶ τὰ ἕλκη ἀκατούλωτα.

χρῶ δὲ εἰ βούλει ξηρῷ αὐτῷ καὶ ἐπὶ τῶν ἑλκῶν. ἔϲτι δὲ ἀριϲτολοχίαϲ ϲτρογγύληϲ. γεντιανῆϲ, δαφνίδων, ϲμύρνηϲ ἀνὰ ⋖ η· ἀναλάμβανε μέλιτι Ἀττικῷ ἢ νηϲιωτικῷ. ἐὰν δὲ προϲβάληϲ πεπέρεωϲ λευκοῦ ⋖ δ, ποιεῖ καὶ πρὸϲ ἡπατικοὺϲ θαυμαϲτῶϲ μεθ’ ὑδρομέλιτοϲ, ἐν δὲ τοῖϲ παροξυϲμοῖϲ μετὰ γλυκέοϲ.

3 ἄλλη ἀντίδοτοϲ θηριακή, ποιοῦϲα κατ’ ἐξοχήν. ἔϲτι δὲ καϲτορίου, ὸποῦ ἰυρηναικοῦ, πεπέρεωϲ ἀνὰ ⋖ δ, κόϲτου, νάρδου Ἰνδικῆϲ, κρόκου, κενταυρίου χυλοῦ ἀνὰ ⋖ β, μέλιτοϲ ἀπέφθου κοτύληϲ ἥμιϲυ.

4 ἡ δόϲιϲ καρύου Ποντικοῦ τοῦ ἐντὸϲ τὸ μέγεθοϲ· δίδου ϲκορπιοπλήκτοιϲ μετ’ οἴνου κεκραμένου, ἀϲπιδοδήκτοιϲ μετ’ ὄξουϲ κεκραμένου, ἡπατικοῖϲ μεθ’ ὑδρομέλιτοϲ, πρὸϲ ὑϲτερικὰϲ πνίγαϲ ὁμοίωϲ, πρὸϲ δὲ τὸ κατᾶξαι ἔμμηνα ἀπὸ βαλανείου δίδου μετ’ οἰνομέλιτοϲ θερμοῦ. καὶ καταϲπαϲικὴν δὲ δύναμιν ἔχει ὡϲ τούϲ ἀναδοθένταϲ ἥλουϲ καταφέρειν· οὕτωϲ οὑν καὶ πρὸϲ ὑϲτερικὰϲ πνίγαϲ καὶ τὴν τῶν ἐμμήνων κάθαρϲιν ποιεῖ.

5 ἄλλη ἀντίδοτοϲ ϲκορπιοπλήκτοιϲ· ἀριϲτολοχίαϲ μακρᾶϲ λείαϲ δίδου κοχλιάριον ἐν μετ’ οἴνου ἀκράτου κυάθων τεϲϲάρων· ἐνεργεῖ ϲφόδρα.

6 περὶ ἐμπλάϲτρων. Ζῆν νων δὲ ὁ Λαοδικεύϲ μετὰ τὴν ἑαυτοῦ θηριακὴν ἀντίδοτον, ἠν ἐγὼ ἐνθάδε οὐ παρέθηκα διὰ τὸ πολυτελὲϲ τῆϲ ϲκευαϲίαϲ, παρατίθεται ἠ μὲν ἐμπλάϲτρουϲ τάϲδε, φηϲὶν δὲ οὕτωϲ· ἐπὶ δὲ τῶν δηγμάτων τὴν ἔμπλαϲτρον τὴν διὰ θαλάϲϲηϲ καὶ χαμαιλεοντοϲ ἐπιτίθει ἢ τὴν λευκὴν ἢ ἀμφοτέραϲ μίξαϲ.