De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

1 ἐκ τῶν Ἀλρχιγένουϲ· ὁπλαὶ αἰγῶν καὶ τρίχεϲ θυμιώμεναι πόρρωθεν· ἀναϲτέλλεται γὰρ τὰ ἑρπετὰ τῇ τούτων ὀϲμῇ. ϲύνθετον θυμίαμα Φιλίνου τοῦ θηριακοῦ· χαλβάνηϲ, κάχρυοϲ τῆϲ ῥίζηϲ, κέρατοϲ ἐλαφείου, μελανθίου ἀνὰ ?? α λεάναϲ πάντα ἀναλάμβανε ὄξει, ποιῶν τροχίϲκουϲ.

2 ἐπὶ δὲ τῆϲ χρείαϲ ἀποβρέξαϲ εἰϲ ἔλαιον θυμία κατὰ μέϲον τῆϲ οἰκίαϲ, ἐὰν δὲ ἐν ὑπαίθρῳ ᾖϲ, κατὰ μέϲον τῆϲ κοίτηϲ. ἄλλο· χαλβάνηϲ, ϲτέατοϲ ίχνεύμονοϲ ἀνὰ ?? α τήξαϲ ἀπόθου· ἐπὶ δὲ τῆϲ χρείαϲ θυμίαϲον ὁμοίωϲ.

3 ἄλλο Αἰγύπτιον· γῆραϲ ἀϲπίδοϲ βρέξαϲ εἰϲ ἔλαιον ἄλλο θυμία ἐγγὺϲ τῶν φωλεῶν καὶ εὐθέωϲ ἀναβήϲονται. ἄλλο καταφέρον καὶ ϲκορπίουϲ καὶ πάν ἑρπετὸν ἀπελαῦνον ἐξ οἰκίαϲ· χαλβάνην, ϲανδαράκην, βούτυρον, βρυωνίαν, ϲτέαρ αἴγειον ἐξ ἴϲου θυμία.

[*](2 EXC. Orib. V 681.)[*](16 SIM. Nie. Th 35 sq. (ex Apollod.); Aet. XIII 9; Ael. Pr. (fol. 474v); Paul. Aeg. V 1.)[*](1 πορίϲτων P: correxi 4 μέρου μέρουϲ P: correxi ὂν ἐὰν P: nihil mutandum esse putant Diels et Krumb. 6 καθηγητὴϲ] fort Μάρκοϲ ὁ καθη- γητὴϲ cf. Orib. IV 624 7 ὄλλαϲ P: correxi λεῖον P: ietineri iubet Krumb. 8 πλήξη P: corr. Diels (sc. τὰ κυνόδηκτα) 10 ταῦτα] ταῦ P: correxi 17—18 πόρρωθεν cum insequ. coniungit Aet. 18 ἀναϲτέλλει P: correxi γὰρ addidi 19 Φιλίνου scripsi: ὁλοοῦ P: Stratoni medcamentum vindicat Aet. l. s. τοῦ addidi 20 ὄξει addidi coll. Aet. λεάναϲ πάντα ἀνάπλαϲϲε τροχίϲκουϲ μετ᾿ ὄξουϲ 22 ὑπέρθρω P: correxi 23 ἀπόθου P. correxi 25 ἄλλο delevi et ad v. 26 transposui 26 κατὰφερεῖ P: καταϲπᾷ Pr.: cor- rexi ἀπελαῦνον addidi e Pr., qui ἀπελανει post οἰκίαϲ habet)
11

ϲυγχριέϲθω δὲ τὸ ϲωμάτιον ἐλαίῳ, ἐν ῷ κέδροι ϲυγκεκομμέναι [*](7 1) χλωραὶ προεβλήθηϲαν ἢ ἀρκευθίδεϲ ἢ κόνυζα ἢ πευκέδανον ἢ ϲίλφιον ἢ ἐλελίϲφακον ἢ μαλάχη ἀγρία ἢ ἀβρότονον ἢ καρδάμωμον ἢ ἀϲφοθέλου ἢ δαύκου | καρπὸϲ ἢ χαλβάνη, καὶ ὀπῷ πευκεδάνου ἢ μυελῷ ἐλαφείῳ μετ᾿ ὄξουϲ ἀνειμένῳ ἢ ὀξελαίῳ ἢ τοῖϲ ἐκ τούτων ϲυντεθεῖϲι.

πρὸϲ δὲ πάν θηρίον καθολικῶϲ· τὸ ἑκάϲτου ϲτέαρ ϲυναλειφόμενον 2 φυγαδεύει ἀπὸ τῆϲ ὀϲμῆϲ τὸ ϲυγγενέϲ, ὡϲ καὶ κύων ὀϲφρανθεὶϲ τοῦ ἰδίου κρότωνοϲ τεθλαϲμένου φεύγει ταχέωϲ.

πληξάντων θηρίων βοηθήματα· ἐὰν δὲ ἄρα ϲυμβῇ πληγῆναί 3 τινα ὑπό τινοϲ θηρίου, κούφου μένοντοϲ τοῦ ἰοῦ, καταντλήϲειϲ διὰ θερμοῦ ὕδατοϲ ἢ ὀξυκράτου καὶ ἐκμυζήϲειϲ. δεῖ δὲ μὴ ἄϲιτον εἰναι τὸν ἐκμυζῶντα, ἀλλ᾿ εἰληφέναι τροφὴν καὶ διακεκλύϲθαι οἴνῳ· ἔπειτα ἐλαίου βραχὺ ἐν τῷ ϲτόματι κατέχων οὕτωϲ τὴν ἐκμύζηϲιν ποιείτω. δεῖ δὲ προϲέχειν μὴ τὸ ϲτόμα ἢ οἱ ὀδόντεϲ ἢ τὰ παρίϲθμια τοῦ μέλλοντοϲ ἐκμυζᾶν ἔχουϲί τινα βλάβην.

μετὰ τοῦτο δὲ τέφρα μετ᾿ ὄξουϲ 4 καταχριομένη ὀνίνηϲιν, μάλιϲτα δὲ ἡ ἐκ ϲυκίνων ξύλων ἢ δαφνίνων ἢ ἀμπελίνων, εἰ δὲ μή, τὴν παροῦϲαν πρόϲεχε, ϲπουδάζων ὡϲότι μάλιϲτα φλεγμονὴν μὴ ἐγεῖραι. ϲφοδροτέρου δὲ ὄντοϲ τοῦ πλήγματοϲ καὶ καταϲχαϲμῷ χρηϲτέον· βαθυτέραϲ δὲ ἐμβάλλειν τὰϲ ἀμυχὰϲ προϲήκει.

χρῆϲθαι δὲ καὶ ϲικύαιϲ, ὅπωϲ τὴν ὕλην ἐκ βάθουϲ ἀναλαμβάνῃ· 5 καὶ περιϲαρκιϲμὸϲ δὲ καὶ ἐκτομὴ πλουϲιώτερον καταϲχαϲμοῦ βοηθοῦϲιν, περὶ δὲ καύϲεωϲ ὡϲ ἐπὶ τῶν λυϲϲοδήκτων προειρήκαμεν. εἰ δὲ εὐφυῶϲ ἔχει πρὸϲ ἀποκοπὴν τὸ μέροϲ τὸ δεδηγμένον, μάλιϲτα ἐπὶ πάντων θηρίων ἀνενδοιάϲτωϲ τὸν ἀκρωτηριαϲμὸν ποιητέον, ὡϲ ἐπὶ ἀϲπίδοϲ καὶ κεράϲτου καὶ τῶν ὁμοιοτρόπων.

| ἐπιτιθέϲθω δὲ 6 [*](1 SIM. Nic. Th. 80 sq.; Ael. Pr. (fol. 474r).) [*](10 SIM Ael. Pr. (fol. 474v); Aet. XIII 10; Paul. Aeρ. V a.) [*](10 EXC. Ps. D. 19 (74 sq.).) [*](1 ἐγχρίϲματα P: correxi coll. indice 2 κεδρίαι Pr. 6 ἀνιεμένῳ P: cor- rexi 6 —7 ϲυντεθέντων P: correxi 7 ad rem cf. Pr. l. s. παντὸϲ δὲ θηρίου ϲτέαρ ἐπαλειφόμενον τὸ ὁμοειδὲϲ διώκει· ῶϲπερ ὁ τοῦ κυνὸϲ κρότων( κρότοϲ codd.) τεθλαϲμένοϲ τὸν κύνα ὀϲφραινόμενον ἀποδιώκει 8 fort. ὁ κύων 11 τινα addidi ex A καταντλήϲει P: corrxi, nisi praestat 〈χρηϲτέον〉 καταντλήϲει 〈τῇ〉 διὰ διὰ] λεῖα P: correxi 12 ἐκμυζήϲεῖ P: correxi 14 fort. ποιείϲθω 15 — 16 μέλοϲ P: correxi. 17 ἢ pr.] μὴ P: correxi 18 πρόϲεχε vel tale quid addi iubet Diels 19 μὴ delevi coll Aet ϲπουδάζων ὡϲ ὅτι μάλιϲτα φλεγμονὴν τῷ τόπῳ ἐγεῖραι καὶ τὰϲ ὕλαϲ περὶ τὸ δῆγμα προϲκαλέϲαϲθαι; Pr. ϲπεύδων (ϲπεύ- δειν codd.) ὧϲ ὅτι μάλιϲτα φλεγμονὴν ἐγεῖραι. μὴ tuebatur Diels 20 fort καὶ delendum ἐμβάλλειν D: ἐμβαλεῖν P 20 —21 προϲήκει cum insequ. coniungit P 21 δὲ addidi ἀναλαμβάνοι P: correxi 23 περὶ corr. Diels coll. D: πρὸϲ P ὡϲ (ditt.) del. Diels 25 τῶν πανθηρίων P: correxi ἐπὶ addidi ex A. 26 post δὲ haec habet D τέφρα κληματίνη ἢ ϲυκίνη μετὰ κονίαϲ ϲτακτῆϲ πεφυρα- μένη, γάρου δριμέοϲ, ταρίχου· πράϲα κτλ.)

12
[*](7 6) τάριχοϲ λεῖοϲ, πράϲα τε καὶ κρόμμυα καὶ ϲκόροδα, ποτὲ μὲν λειοτριβηθέντα καταπλαϲϲέϲθω, ποτὲ δὲ καέντα προϲβαλλέϲθω τοῖϲ δήγμαϲιν· ἢ ὄρνιθαϲ ἀναϲχίζονταϲ περιπτύϲϲειν τῷ πεπληγότι τόπῳ· πρὸϲ γὰρ τὴν τοῦ ζῴου θερμαϲίαν τὸ πνεῦμα τὸ ἐκ τοῦ δεδηγμένου μέρουϲ ὁρμὴν λαμβάνον ϲυνεξάγει τὸν ἰόν· καὶ πήγανόν τε καὶ καλαμίνθη καταπλαϲϲόμενα ὠφελεῖ, καὶ ϲκόροδα μεθ᾿ ἁλόϲ, καὶ ϲπύραθοι αἰγόϲ.