De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

6 δεῖ δὲ γινώϲκειν ὅτι ἡ τοῦ ὑδροφοβικοῦ πάθουϲ ἐγκατάϲκηψιϲ οὐ μίαν οὐδὲ ὡριϲμένην ἔχει προθεϲμίαν· ὡϲ ἐπὶ τὸ πλεῖϲτον γὰρ περὶ τὴν τεϲϲαρακοϲτὴν ἡμέραν εἴωθεν τοῖϲ ἀμεληθεῖϲιν ἐμπίπτειν, ἤδη δὲ καὶ δι’ ἓξ μηνῶν ἐνίοιϲ ἀπήντηϲεν καὶ δι’ ἐνιαυτοῦ· καὶ ταῦτα καὶ ἡμῖν ἑώραται. ἱϲτοροῦϲι δέ τινεϲ μετὰ ἑπταετίαν ἐνίουϲ ἁλῶναι τῷ πάθει.

7 κατὰ μὲν οὖν τὰϲ ἀρχὰϲ τῶν λυϲϲοδήκτων ἡ θεραπεία δεδήλωται. ἐὰν δὲ δι’ οἱαϲδηποτοῦν αἰτίαϲ ἐν ταῖϲ πρώταιϲ ἡμέραιϲ μὴ παραληφθῇ τὰ προειρημένα βοηθήματα, τὸ μὲν περιϲαρκίζειν | τε καὶ καίειν παραλειπτέον· μάταιον γὰρ ἱκανῶϲ τὸ παρεληλυθὸϲ εἰϲ τὸ βάθοϲ μετάγειν πειρᾶϲθαι· οὐδεμία γὰρ ὄνηϲιϲ τῆϲ ἐπιβολῆϲ, ἀλλὰ διακενῆϲ τὰ ϲώματα ταῖϲ ὀδύναιϲ ὑποβληθήϲεται.

8 τρόποϲ δὲ ἕτεροϲ τῆϲ θεραπείαϲ εἰϲαγέϲθω, ὥϲτε κάθαρϲιν καὶ μεταϲύγκριϲιν ἐργάϲαϲθαι τοῖϲ ϲώμαϲιν· ϲυμμεταποιήϲει γὰρ τὴν ἕξιν κενοῦϲα.

9 διδόϲθω δὲ ἡ διὰ τῆϲ κολοκυνθίδοϲ ἱερά, καὶ τὸ γάλα δὲ τὸ ϲχιϲτόν, ὁμοῦ μὲν κάθαρϲιν καὶ ἐπίκραϲιν παρέχειν δυνάμενον, αἵ τε δριμυφαγίαι καὶ ἡ τοῦ ἀκράτου πόϲιϲ παραλαμβανέϲθωϲαν καθ᾿ ἡμέραν, ἀμβλύνειν δυνάμενα τὸν ἰόν, καὶ πρὸϲ τούτοιϲ ἱδρωτοποιία καὶ πρὸ τροφῆϲ καὶ μετὰ τροφήν, δρωπακιϲμοί τε καὶ ϲιναπιϲμοὶ κατὰ μέροϲ ἐφ᾿ ὅλου τοῦ ϲώματοϲ.

10 πάντων δὲ ἀνυϲιμώτατοϲ ἐπ᾿ αὐτῶν ὁ ἐλλέβορόϲ μοι ἐγνώϲθη, καὶ χρηϲτέον τεθαρρηκότωϲ τῷ βοηθήματι, καὶ οὐχ ἅπαξ οὐδὲ δὶϲ ἀλλὰ καὶ πλεονάκιϲ πρὸ τῆϲ τεϲϲαρακοϲτῆϲ ἡμέραϲ καὶ μετὰ ταύτην.