De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

τὰ μὲν ϲημεῖα τούτων τῶν ζψων παρὰ τοῖϲ θηριακοῖϲ οὐχ 1 ηὐρον, τὰ δὲ παρακολουθοῦντα τοῖϲ ὑπ’ αὐτῶν πεπληγμένοιϲ καὶ τὰϲ θεραπείαϲ, ἃϲ ηὐρον, ἀναγράψομαι.

τοῖϲ τοίνυν ὑπὸ τῆϲ πελιάδοϲ δηχθεῖϲιν ϲυμβαίνει πόνοϲ περὶ τὸν τόπον καὶ ϲηπεδὼν ἀκίνδυνοϲ, καὶ τῶν ὀφθαλμῶν περιωδυνία καὶ ἀμαύρωϲιϲ ἐκ τοῦ τὸν ίὸν ἐπ’ αὐτοὺϲ ἀναδίδοϲθαι.

θεραπεύονται δὲ οὔρῳ μὲν ϲαπρῷ τοὺϲ ὀφθαλμούϲ ἐγχυματιζόμενοι ἢ ἅλμῃ, ἢ οὔρῳ 2 ἀφθόρου παιδὸϲ καταντλεῖν αὐτῶν τὴν κεφαλὴν καὶ ἐγχυματίζειν τὰ ὄμματα, ἡκαὶ ὀποβάλϲαμον μετὰ μέλιτοϲ Ἀττικοῦ ἢ καὶ εὐφόρβϛιον ὁμοῦ μίξαϲ ἔγχριε.

εὐθετεῖ δὲ ἐπὶ τούτων καὶ τὰ δριμέα κολλύρια 3 τὰ ὀξυδερκικὰ ὑπαλειφόμενα· ἀμύϲϲοντα γὰρ τοὺϲ ὀφθαλμοὸϲ ἀραιοῖ τοὺϲ πόρουϲ, καὶ ἅμα τῇ δακρυρροίᾳ ὁ ἰὸϲ ἐκκρίνεται. ὅταν δὲ λήξωϲιν οἱ ἐν βάθει πόνοι, μόνη δὲ περὶ τοὺϲ ὀφθαλμοὺϲ ἡ ὀδύνη ῇ, τότε μεταβαίνειν δεῖ ἐπὶ τὰ ἁπαλὰ καὶ ἀνώδυνα κολλύρια· προπότιζε δὲ τούτουϲ τὸν τῆϲ πτιϲάνηϲ χυλὸν μετ’ ἐλαίου.