De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

μετ᾿ ὄξουϲ, κατὰ δὲ τῶν πεπονθότων τόπων ἄϲβεϲτοϲ ἐπιτιθέϲθω ϲὺν ἐλαίῳ λελειωμένη, ἢ ὀρίγανοϲ ἀναφυραθεῖϲα ὕδατι, ἢ δρυὸϲ ῥίζηϲ ὁ φλοιὸϲ λειοτριβηθεὶϲ καὶ κρίθινον ἄλευρον μετὰ μέλιτοϲ ϲυντετηκόϲ. χρώμεθα δὲ καὶ τοῖϲ ἄλλοιϲ ἐπιϲπαϲτικοῖϲ.

οἱ δὲ λεγόμενοι δρυίναι ὄφειϲ πλεονάζουϲιν μᾶλλον κατὰ τὸν 1 Ἑλλήϲποντον, ἐμφωλεύουϲι δὲ ἐν ταῖϲ τῶν δρυῶν ῥίζαιϲ, ὅθεν καὶ δρυίναι λέγονται. εἰϲὶ δὲ δυϲώδειϲ, διὸ καὶ μὴ ὁρώμενοι γνωρίζονται, ἔνθα εἰϲίν· ἔϲτι δὲ ὡϲεὶ πηχῶν β, καταπίμελοϲ δέ, φολίϲιν καθ᾿ ὅλον τὸ ϲῶμα πεφρουρημένοϲ τραχυτάταιϲ· ἐν δὲ ταύταιϲ ταῖϲ φολίϲιν ἐμφωλεύειν φαϲὶν μυίαϲ τὰϲ χαλκοπτέρουϲ, αὗται δὲ ἀναιροῦϲιν τοὺϲ ὄφειϲ.

τοῖϲ οὖν ὑπὸ τούτων δηχθεῖϲιν παρακολουθεῖ | τάδε· οἴδημα 2 μελανίζον, ἄλγημα ϲφοδρόν, νομή, παρακοπή, ξηρότηϲ ϲώματοϲ, λυγμόϲ, ἔμετοϲ χολωδῶν, οὔρων ἐποχή, ἀφωνία, κάροϲ, τρόμοϲ καὶ μετὰ ῥωγμοῦ θάνατοϲ, τοῖϲ δὲ πατήϲαϲιν αὐτὸν ἐκδορὰ ϲκελῶν καὶ οἰδήματα, καὶ καθ᾿ ὅλου κατὰ νέκρωϲιν τῶν δηχθέντων τόπων ὁ θάνατοϲ τοῖϲ πλείϲτοιϲ· οὕτω δὲ δυναμικώτατοϲ ὁ ἰόϲ, ὡϲ καὶ τοὺϲ θεραπεύονταϲ ἰατροὺϲ τὰϲ χεῖραϲ βλάπτειν.