De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

ϲυμβαίνει δὲ τοῖϲ ὑπὸ τούτου δηχθεῖϲιν ἐπανάϲταϲιϲ τοῦ δήγματοϲ 2 ϲκληρά, ὡϲ ἥλου κεφαλή· ἰχὼρ δὲ ἐκρεῖ οἰνωπὸϲ ἢ μελαινόμενοϲ, κιρϲοειδὴϲ δὲ γίνεται περὶ τὸ ϲύγκριμα ὅλον· καὶ τὸ μὲν αἰδοῖον τείνεται, ἡ δὲ διάνοια ἐξίϲταται, ὀφθαλμῶν τε ἀμαύρωϲιϲ ἐπιγίγνεται· ὡϲ ἐπὶ πλεῖϲτον δὲ ἕωϲ ἐννέα ἡμερῶν παρατείνουϲιν οἱ πληγέντεϲ.

ἁρμόζει δὲ καὶ τούτοιϲ ἀκρωτηριαϲμόϲ, εἰ ἐνδέχεται· εἰ δὲ μή, 3 περιϲαρκιϲμὸϲ ἕωϲ ὀϲτέου καὶ καῦϲιϲ. βοηθοῦνται δὲ καταπλάϲμαϲι τοῖϲ ἐπὶ τῶν ἐχεοδήκτων εἰρημένοιϲ καὶ ποτοῖϲ, ἰδίωϲ δὲ ἐπὶ τούτων καϲτόριον μετὰ μελικράτου δίδου πιεῖν, ἢ ῥεφάνου ϲπέρμα μετ’ οἴνου, ἢ ὀπὸν Κυρηναικὸν ϲὺν μελικράτῳ. ϲυνενώϲαϲ δὲ καϲτόριον ἐλαίῳ ϲυνάλειφε· ἅλαϲ δὲ λεῖον κεδρίᾳ ἀναλαβὼν κατάπλαϲϲε ἢ κρομμύοιϲ λείοιϲ μετ’ ὄξουϲ.