De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

πρὸ δὲ τοῦ γενέϲθαι τὸ οἴδημα, πινέτωϲαν πηγάνου ἀγρίου ϲπέρμα μετὰ γλυκέοϲ κεκραμένου, καὶ ταρίχων χρηϲτῶν πλεῖον ἐϲθίοντεϲ μετὰ ἄρτου καὶ οἶνον πλείονα προϲεπιρροφοῦντεϲ ἄκρατον ἀπεράτωϲαν, καὶ μετὰ τὴν ἀπέραϲιν ἀριϲτολοχίαν πινέτωϲαν ἐν γλυκεῖ κεκραμένῳ· καὶ ἄγχουϲαν δὲ τὴν λεπτόφυλλον ἔνιοι περιάπτουϲιν καὶ βοηθεῖν ὑπιϲχνοῦνται.

πινέτωϲαν δὲ καὶ λαγωοῦ τῆϲ πιτύαϲ ὅϲον τριώβολον ἐν οἴνῳ, καὶ πράϲου χυλίϲματοϲ ὅϲον ἡμικοτύλιον ἐν ἀκράτῳ, καὶ μελιϲϲοφύλλου τῶν φύλλων τὸν χυλὁν ϲὺν οἴνῳ, ϲκόροδά τε ἐϲθιόμενα καὶ κρόμμυα καὶ πράϲα καὶ τάριχοϲ δριμύτατοϲ ὠφελεῖ· πότιζε δὲ αὐτοὺϲ καὶ καρκίνον ποτάμιον μετ’ ἀκράτου.