De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

τὸ δὲ μυρμήκιον τρίτον ᾶν ὡμοίωται μύρμηκι μεγάλῳ, αἰθαλῶδεϲ 3 κατὰ χρόαν· ἐντετύπωται δέ τινα ἐν τῷ ϲώματι αὐτοῦ ὡϲ ἄϲτρα, μᾶλλον δὲ κατὰ τὰ νῶτα, ὡϲ καὶ Nίκανδροϲ (Τh. 748) μἀρτυρεῖ οὕτωϲ·

  • πυρόειν, ἄζῃ γε μὲν εἴϲατο μορφήν,
  • πάντοθεν ἀϲτερόεντι περιϲτιγὲϲ εὐρέι νώτῳ.
  • τὸ ϲκληροκέφαλον δὲ τέταρτον ἄν κεφαλὴν ἔχει πετρώδη καὶ 4 ἀπόϲκληρον, καὶ καθ’ ὅλον τὸ ϲῶμα περιγέγραπται ἐμφερῶϲ τοῖϲ ἐψοιϲ ἐκείνοιϲ τοῖϲ περιιπταμένοιϲ περὶ τοὺϲ λύχνουϲ. τὸ δὲ ϲκωλήκιον πέμπτον ἐπίμηκεϲ καὶ ὑπόϲπιλον, καὶ μάλιϲτα κατὰ τὴν κεφαλήν.

    τὸ δὲ ἕκτον κρανοκολάπτηϲ· τοῦτο ὑπόμηκέϲ ἐϲτι καὶ ἔγχλω 5 ρον, τὸ δὲ κέντρον ἔχει ὑπὸ τὸν τράχηλον· τοῦτο προϲπῖπτον τοὺϲ κατὰ τὴν κεφαλὴν πλῃϲϲει τόπουϲ.

    τὰ μὲν οὑν εἴδη τῶν φαλαγγίων ταῦτα, τὰ δὲ παρακολουθοῦντα τοῖϲ 6 πεπληγόϲιν ὑπ’ αὐτῶνκοινά· τὸδὲδῆγμα λεπτὸνκαὶ δυϲθεώρητον, οἴδημα, πελίωμα, τιϲὶν δὲ καὶ ἐρύθημα, ψχοϲ περὶ γόνατα καὶ ὀϲφὺν καὶ ὠμοπλάταϲ· ἔϲτι δὲ ὅτε ϲκαὶ καθ’ ὅλον τὸ ϲῶμα βάροϲ ἐϲτίν, ἔτι τε πόνοϲ ϲύντονοϲ, τρόμοϲ, ὠχρίαϲιϲ, ἀγρυπνία, τιϲὶν δὲ καὶ ἔνταϲιϲ καυλοῦ