De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

13 ὡϲαύτωϲ δὲ καὶ μυρίκηϲ ὁ καρπὸϲ καὶ χαμαιπίτυοϲ καὶ τῶν χλωρῶν τῆϲ κυπαρίϲϲου ϲφαιρίων τὸ ἀφέψημα κιρνάμενον μετ᾿ οἴνου, ἢ πυρέθρου λείου ⩹ ᾱ ὁμοίωϲ πινομένη.

14 φαϲὶν δέ τινεϲ καὶ καρκίνον ποτάμιον χυλιϲθέντα μετὰ γάλακτοϲ, καὶ προϲλαβόντα ϲελίνου ϲπέρμα, παραχρῆμα τῶν ὀχληρῶν ἀπαλλάϲϲειν. ἢ πέπερι τρίψαϲ ἐν οἴνῳ κ ᾱ πάχοϲ ϲύμμετρον ποιῶν δίδου πιεῖν.

[*](10 SIM. Ael. Pr. l. s.)[*](12 EXC. Ps. D. 21(80); Aet. XIII19; Paul Aeg. V 6; Theoph. Nonn. 270.)[*](12 ὑδατώδη P: ὑδάτων ἢ A ὅμοια P: προϲεοικότων A καὶ δι᾿ οὕρων A: fort ecte 2 τρομὰϲ P. correxi 3 περὶ τὰϲ addidi e AD ἐοικυίαϲ P: correxi 6 ἀλγεῖ P. correxi ἀλγοῦϲι τὸ αἰδοῖον Aet. 8 καὶ addidi, fort. 〈τὸ〉 κεφαλὴν ἀλγεῖν at rom cf. Aet. κοινὰ μὲν οὑν ταῦτα παρέπεται· κρανο- κολάπτου δὲ πληξαντοϲ ἡ κεφαλὴ μᾶλλον ἀλγεῖ καὶ ϲκοτώματα παρέπεται, ῥίγοϲ ϲύντονον, παρακοπὴ, ῥιπταϲμόϲ, καρδιωγμόϲ 11 ἐλαίῳ θερμῷ Pr.: 14 ἄλ- μῃ scripsi: ἄλλη P 16 πιτύροιϲ Pr.: τυροῖϲ P ἀνεξεϲμένοιϲ P: ἐξεϲμένοιϲ P correxi 17 post ὄξοϲ add. θερμόν A: ϲπόγγοι ἐξ ὀξυκράτου θερμοῦ προϲτιθέμενοι Pr. 18 τὸ addidi ex A 19 ἄνηθον A: ἀνίθιον P 20 κεδρίαϲ (λ superscr. pr. m.) P 21 τριφελλου P post ἰδίαν sat. 1el. P δίδοται addidi e D τούτων δὲ ἑκάϲτου κατ ἰδίαν᾿ δύο δραχμῶν μετ᾿ οἴνου κοτύληϲ μιᾶϲ δίδοται (sic E) κ ᾱ P pr.: κοτύληϲ μιᾶ D )FM, κύαθον ἕνα (V 22 ὁ addidi e D 24 λείου] ειου P: coriexi καὶ addidi e D 26 πέπερι] περι P: correxi)
21

ἀντίδοτοϲ ποιοῦϲα πρὸϲ φαλαγγιοδήκτουϲ καὶ τρυγόναϲ καὶ [*](15 15) δράκονταϲ θαλαϲϲίουϲ, καὶ ϲμυραίνηϲ καὶ πάντων τῶν τοιούτων γενῶν πληγάϲ. ἐϲτὶ δὲ ἀρίϲτη· ἀριϲτολοχίαϲ, ἵρεωϲ Ἰλλυρικῆϲ, ναρδοϲτάχυοϲ, πυρέθρου, δαύκου ϲπέρματοϲ, βρυωνίαϲ ῥίζηϲ, γλυκυϲίδηϲ ῥίζηϲ, ἐλλεβόρου μέλανοϲ, ἀφρονίτρου, κυμίνου, κονύζηϲ, ϲταφίδοϲ ἀγρίαϲ,

δαφνίδων, κυτίνων, πετροϲελίνου ϲπέρματοϲ, κιναμώμου, ϲπονδυλίου, ἁλῶν, πιτύαϲ λαγωοῦ, καρκίνου ποταμίου, χαλβάνηϲ, ὀποῦ μήκωνοϲ, βαλϲάμου· πάντων ἴϲα βαλὼν εἰϲ ὅλμον, κόψαϲ καὶ ϲήϲαϲ, ἀνάπλαϲϲε μετὰ καππάρεωϲ χυλοῦ δραχμιαίουϲ τροχίϲκουϲ, καὶ δίδου πιεῖν μετὰ δυο κυάθων οἴνου.

τῶν μὲν ἀϲπίδων ἐϲτὶν εἴδη κατὰ τοὺϲ θηριακὸϲ τρία· αἱ μὲν 1 γὰρ αὐτῶν εἰϲι χερϲαῖαι καλούμεναι, αι δὲ χελιδονίαι, αἱ δὲ ὀνομάζονται πτυάδεϲ, μεγέθει δὲ αὐται καὶ χρόᾳ καὶ ἐνεργείᾳ ἀλλήλων διαφέρουϲιν. αἱ μὲν γὰρ χερϲαῖαι ευρίκονται πηχῶν τριῶν, ἐνίοτε δὲ καὶ τεϲϲάρων, πολλά κιϲ δὲ καὶ πέντε· ἀνάλογα δὲ τῷ μήκει καὶ τὰ πάθη ἔχουϲιν.

αἱ δὲ πτυάδεϲ αἱ μέγιϲται πηχῶν δύο, αἱ δὲ χελιδονίαι 2 πήχεωϲ ἑνόϲ, κατὰ δὲ χρόαν τῶν χελιδονίων εἰϲὶν ὅμοιαι, ὅθεν καὶ προϲηγορεύθηϲαν· αἱ δὲ πτυάδεϲ τεφρώδειϲ, ἔγχλωροι, χρυϲίζουϲαι, αἱ δὲ χερϲαῖαι καὶ αὐταὶ ὁτὲ μὲν τεφρώδειϲ, ὁτὲ δὲ ἔγχλωροι. ερίϲκονται.