De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

11 κατάντλει δὲ θερμοτερᾳ θαλάϲϲῃ ἢ ἅλμῃ τὰ ἕλκη, ἢ μελιϲϲοφύλλου ἀφεψήματι — ταύτηϲ δὲ καὶ τὰ φύλλα ἐπιπλάϲϲειν —, ἡ βολβοῖϲ ἡ πολυγόνῳ ή πράϲοιϲ ἢ πιτύροιϲ ἀνεζεϲμένοιϲ ὄξει ἡ κριθίνοιϲ ἀλεύροιϲ ϲυγκαθηψημενων φύλλων δάφνηϲ ϲὺν οἴνῳ, ἡ ϲπόγγον καινὸν εἰϲ ὄξοϲ ἀποβάπτων πυρία τὴν πληγήν.

12 πότιζε δὲ ἀεροτόνου τὸ ϲπέρμα καὶ ἄνη θον καὶ ἀριϲτολοχίαν καὶ ἐρέβινθον ἄγριον καὶ κύμινον Αἰθιοπικὸν καὶ κεδρίδαϲ λείαϲ καὶ πλατάνου φλοιὸν καὶ τὸ ϲπέρμα τῆϲ τριφύλλου πόαϲ, ἑκάϲτου κατ᾿ ἰδίαν δίδοται ⩹ β μετ᾿ οἴνου ӄ ᾱ·

13 ὡϲαύτωϲ δὲ καὶ μυρίκηϲ ὁ καρπὸϲ καὶ χαμαιπίτυοϲ καὶ τῶν χλωρῶν τῆϲ κυπαρίϲϲου ϲφαιρίων τὸ ἀφέψημα κιρνάμενον μετ᾿ οἴνου, ἢ πυρέθρου λείου ⩹ ᾱ ὁμοίωϲ πινομένη.

14 φαϲὶν δέ τινεϲ καὶ καρκίνον ποτάμιον χυλιϲθέντα μετὰ γάλακτοϲ, καὶ προϲλαβόντα ϲελίνου ϲπέρμα, παραχρῆμα τῶν ὀχληρῶν ἀπαλλάϲϲειν. ἢ πέπερι τρίψαϲ ἐν οἴνῳ κ ᾱ πάχοϲ ϲύμμετρον ποιῶν δίδου πιεῖν.

[*](10 SIM. Ael. Pr. l. s.)[*](12 EXC. Ps. D. 21(80); Aet. XIII19; Paul Aeg. V 6; Theoph. Nonn. 270.)[*](12 ὑδατώδη P: ὑδάτων ἢ A ὅμοια P: προϲεοικότων A καὶ δι᾿ οὕρων A: fort ecte 2 τρομὰϲ P. correxi 3 περὶ τὰϲ addidi e AD ἐοικυίαϲ P: correxi 6 ἀλγεῖ P. correxi ἀλγοῦϲι τὸ αἰδοῖον Aet. 8 καὶ addidi, fort. 〈τὸ〉 κεφαλὴν ἀλγεῖν at rom cf. Aet. κοινὰ μὲν οὑν ταῦτα παρέπεται· κρανο- κολάπτου δὲ πληξαντοϲ ἡ κεφαλὴ μᾶλλον ἀλγεῖ καὶ ϲκοτώματα παρέπεται, ῥίγοϲ ϲύντονον, παρακοπὴ, ῥιπταϲμόϲ, καρδιωγμόϲ 11 ἐλαίῳ θερμῷ Pr.: 14 ἄλ- μῃ scripsi: ἄλλη P 16 πιτύροιϲ Pr.: τυροῖϲ P ἀνεξεϲμένοιϲ P: ἐξεϲμένοιϲ P correxi 17 post ὄξοϲ add. θερμόν A: ϲπόγγοι ἐξ ὀξυκράτου θερμοῦ προϲτιθέμενοι Pr. 18 τὸ addidi ex A 19 ἄνηθον A: ἀνίθιον P 20 κεδρίαϲ (λ superscr. pr. m.) P 21 τριφελλου P post ἰδίαν sat. 1el. P δίδοται addidi e D τούτων δὲ ἑκάϲτου κατ ἰδίαν᾿ δύο δραχμῶν μετ᾿ οἴνου κοτύληϲ μιᾶϲ δίδοται (sic E) κ ᾱ P pr.: κοτύληϲ μιᾶ D )FM, κύαθον ἕνα (V 22 ὁ addidi e D 24 λείου] ειου P: coriexi καὶ addidi e D 26 πέπερι] περι P: correxi)