De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

3 ἄλλο πρὸϲ κώνωπαϲ· ὀπὸν Ϲυριακὸν μετ᾿ ὄξουϲ ϲυγχρίου. ἄλλο πρὸϲ κώνωπαϲ· ἐλλέβορον, ἀψίνθιον ϲὺν ἐλαίῳ ῥαφανίνῳ καὶ ϲυγχρίου. μυίαϲ δὲ φυγαδεύει χάλκανθοϲ θυμιωμένη· μυίαϲ δὲ ὄλλυϲιν ἐλλέβοροϲ λευκὸϲ λεῖοϲ ϲὺν γάλακτι φυραθεὶϲ καὶ ἐν διαφόροιϲ ἀποτεθεὶϲ τόποιϲ.

4 ψύλλοιϲ ὀλέθριον· ῥοδοδάφνηϲ ζεϲθείϲηϲ θαλάϲϲῃ ἢ ἅλμῃ τὸ ἀπόζεμα ῥαινόμενον. ἄλλο πρὸϲ τὸ κώνωπαϲ καὶ ψύλλουϲ διολέϲαι· λίβανον καὶ μελάνθιον θυμία. ἄλλο· ῥίζαν κυάμου Αἰγυπτίου βρέξον ὕδατι καὶ ῥᾶνον.

οἱ δὲ ἀπὸ τοῦ ἀϲκαλαβώτου δηχθέντεϲ ϲυντόνωϲ ἀλγοῦϲιν καὶ τὸ δῆγμα πελιὸν ἴϲχουϲιν. βοηθοῦνται δὲ παραχρῆμα καταπλαϲϲόμενοι τὴν πληγὴν κρομμύοιϲ, ϲκορόδοιϲ, ἔτι καὶ ἐϲθίοντεϲ αὐτά, καὶ οἰνον ἄκρατον ἐπιρροφοῦντεϲ· ἢ ϲήϲαμον λεάναϲ μεθ᾿ ὕδατοϲ κατάπλαϲϲε ἢ μελάνθιον ὁμοίωϲ.

[*](4 SIM. Geop. XIII 11. 12.15; Ael. Pr. (fol.484v); Theoph. Nonn. 265sq.)[*](4 EXC Aet. XIII 41—43.)[*](22 SIM. Nie. Th. 483sq.; Ael. Pr. (Fol. 477v).)[*](22 EXC. Aet. XIII 12; Paul. Aeq. v. 10. 11.)[*](1 πληγῆναι Pr : ληφθῆναι P 4 μυῶν καὶ delevi ψύλῶν (sIc) P 6 ἄνα γράφομαι P: ἀναγράψω Aet.: correxi 8 καὶ addidi ϲυγχρίϲη P: correxi 9 μύαι P (semper pro μυῖαι): correxi 15 καὶ delevi, nisi praestat ἕψει καὶ 16 θυμιώμενον P. correxi 17 λεῖον P. correxi ἐν addidi 18 fort. ἄλλο ψύλλοιϲ 19 post ῥαινόμενον spat. rel. P ἄλλο πρὸϲ τὸ addidi διολέϲαι (εϲ in ras.) P 22 πρὸϲ ἀϲ addidi coll. ind. 23 ἀπὸ P. fort ὑπὸ καλα- βώτου P 24 δῆγμα Aet. A: ϲῶμα P medicamina e Numenio sumpta esse docet Pr. Ννουμὴνιοϲ δὲ ὁ θηριακὸϲ παρῄνει παραχρῆμα καταπλάττειν τὴν πληγὴν κρομμύοιϲ ἢ ϲκορόδοιϲ ἢ ϲηϲάμῳ λείῳ (λείωϲον libri) μεθ᾿ ὕδατοϲ ἢ μελανθίῳ ὁμοίωϲ ἐϲθίειν δὲ κρόμμυα, ϲκόροδα καὶ οἶνον ἄκρατον ἐπιρροφεῖν)
17

ἐκ τῶν Ἀρχιγένουϲ· τῶν δὲ ϲκορπίων διαφοραὶ μὲν πλείουϲ, [*](14 1) τὰ αὐτὰ δὲ πᾶϲιν παρακολουθεῖ, ὅθεν ἐπὶ τὰϲ ϲημειώϲειϲ τῶν πλήξεων καὶ τὰϲ θεραπείαϲ τραπηϲόμεθα. παρέπεται τοῖϲ πληγεῖϲιν πόνοϲ ϲφοδρότατοϲ περὶ τὴν πληγήν, ψῦξιϲ καὶ νάρκα περὶ ὅλον τὸ ϲῶμα, | ψυχρὸϲ ἱδρώϲ, ἔπαρϲιϲ ἐν ταῖϲ μαϲχάλαιϲ, τοῖϲ δὲ περὶ τὰ κάτω ἐν τοῖϲ βουβῶϲιν.

τοῖϲ δὲ μὴ ἐλαφρῶϲ τυπτομένοιϲ τοιαῦτά τινα παρακολουθεῖ· 2 καῦϲοϲ καὶ περὶ τὴν πληγὴν ὡϲ ἐπὶ πυρικαύτων, παρακοπαὶ ϲφυγμόϲ τε δι᾿ ὅλου τοῦ ϲώματοϲ, μυρμηκίαϲιϲ περὶ τὰ χείλη καὶ ὅλον τὸ ϲῶμα, ὡϲ ῥανίϲιν δοκεῖν καταρραντίζεϲθαι, ϲκληρότηϲ ἄρθρων, προϲώπου διαϲτροφή, λῆμαι περὶ τοὺϲ ὀφθαλμὸϲ κολλώδειϲ, δάκρυα γλίϲχρα, ῥίγη ϲυνεχῆ, πρόπτωϲιϲ ἕδραϲ καὶ αἰδοίου ἔνταϲιϲ· ἐνίοιϲ δὲ καὶ ϲυνεχεῖϲ ἐρυγαί, γλώϲϲηϲ πάχοϲ καὶ ϲκληρότηϲ, ὀδόντων ϲυνέρειϲιϲ, ἀφριϲμὸϲ δαψιλήϲ, ἔμετοι, λυγμοί, ϲπαϲμοί, τέτανοι, ὀπιϲθότονοι.

καὶ ταῦτα μὲν τὰ παρακολουθοῦντα τοῖϲ πεπληγόϲι 3 ϲημεῖα.

βοηθοῦνται δὲ τοῖϲ ὑπογεγραμμένοιϲ παραχρῆμα· ϲυκῆϲ ὀπὸϲ 4 εἰϲ τὸ πλῆγμα ἐνϲαχθείϲ, ἢ αὐτὸϲ ὁ πλήξαϲ ϲκορπίοϲ ἐπιτεθεὶϲ κατὰ ἀντιπάθειάν τινα ἄκρωϲ βοηθεῖ, ἢ λεῖον ἅλαϲ μετὰ λινοϲπέρμου, ὴ ἀλθαίαϲ ὁ καρπόϲ, ἢ θεῖον ἄπυρον ἀναληφθὲν ῥητίνῃ τερμινθίνῃ