De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

[*](10 1)

ἀντίδοτοϲ πρώτη, ποιοῦϲα κοινῶϲ πρὸϲ πάντα τὰ ἑρπετὰ θηρία καὶ τοὺϲ λυϲϲοδήκτουϲ, παρὰ πολλοῖϲ διατεϲϲάρων καλουμένη. δίδοται τοῦ φαρμάκου καρύου Ποντικοῦ τὸ μέγεθοϲ, ϲκορπιοπλήκτοιϲ μὲν μετ’ οἴνου αὐϲτηροῦ ἅπαξ τῆϲ ἡμέραϲ εἰ δ’ ἐπιτείνοι ἡ ὀδύνη, δίδου καὶ δίϲ — πρὸϲ δὲ λυϲϲοδήκτουϲ δίδου με θ’ ὕδατοϲ ἡμέραν παρ′ ἡμέραν ἐπὶ ἡμέραϲ μβ, προϲμίϲγων τῷ φαρμάκῳ λύκιον Ἰνδικόν. τηρῶν καὶ τὰ ἕλκη ἀκατούλωτα.