Declamatio
Adrianus of Tyre
Adrianus. Polemonis Declamationes quae exstant duae. Hinck, Hugo, editor. Leipzig: Teubner, 1873.
Πρὸς μὲν τὸ λέγειν ὡς οὐ τὰς κεκτημένας τὴν τέχνην ὁ νόμος ἀλλὰ τὰς ἐπὶ κακῷ χρησαμένας ἀπαιτεῖ τιμωρίαν, εὐχερὲς ἀπʼ αὐτοῦ ποιήσασθαι τοῦ νόμου τὴν διδασκαλίαν· ὁ γὰρ οὐ τὴν φαρμακεύσασαν εἰπὼν ἀλλὰ τὴν φαρμακίδα καὶ τῇ προσηγορίᾳ τῆς τέχνης τὴν τιμωρίαν ὑποθείς, δῆλός ἐστι μισῶν τὸ δρᾶσαι δύνασθαι. καὶ γὰρ ὅσα μὲν τῶν ἀδικημάτων τόλμης ἔχεται μόνης, ἐκ τοῦ πραχθῆναι διελέγχεται, ὅσα δʼ ἐστὶ τέχνης καθάπερ φαρμακεία, ταῦτα καὶ πρὸ τῆς πράξεως ἀπὸ τῆς γνώμης διαβάλλεται. καὶ γὰρ τοὺς τέχνας ἀφʼ ὧν ἐστι τὸ δύνασθαι βλάψαι προσλαβεῖν μανθάνοντας ἀπʼ αὐτῆς ὑποπτεύειν ἀνάγκη τῆς ἐπιθυμίας. οὐ γὰρ χρὴ τὸ παθεῖν ἀναμείναντας οὕτως ἀμύνασθαι ζητεῖν τοὺς ἐξ ὧν ἔπαθον δρᾶσαι δυνηθέντας ἀλλὰ πρίν τι παθεῖν ὑποπτεύειν τὸ δρᾶσαι δύνασθαι. τί τοίνυν; ὁ φαρμακεύς ἐστι λῃστὴς ὡμολογημένος προτείνων τέχνην ἀδικημάτων, ἄσκησις ἐπιβουλῆς, παρανομίας
ἐπάγγελμα, ἰσχὺς ἀσεβημάτων. ἐπεὶ καὶ τῶν θηρίων τουτωνὶ τῶν ὁμοτέχνων ὑμῖν, ὦ γύναι, τὰ πολλὰ κολάζομεν οὐδὲν ὑπʼ αὐτῶν προαδικηθέντες ἀλλὰ τὴν δύναμιν αὐτῶν μεμισηκότες, ὅτι κἀκείνων τι ἕκαστον ἔχει φάρμακον ἐν τῇ φύσει. καὶ γὰρ εἰ τῷ δυνηθῆναι λαθεῖν οὐ πεφώρασαι περὶ ὧν ἔδρασας, ἀλλʼ ὅτι δύνασαι δρᾶσαι πεφωραμένη δώσεις ὡς δράσασα δίκην, εἰ καὶ μέχρι νῦν δεδύνησαι λαθεῖν. καὶ τί δεῖ λέγειν περὶ σοῦ; εἰ μὲν γὰρ ἐμίσεις τὴν τέχνην, οὐκ ἂν ἐμάνθανες· εἰ δὲ ἔχεις τὴν ἐπιστήμην, ἐφθόνεις, οὐκ ἐμίσεις· κολάζει γάρ τις ὃ φεύγει, ζηλοτυπεῖ δὲ ὃ μετʼ ἄλλων ἔχει. καὶ γὰρ λῃστὴς ἤδη λῃστὴν ἀπέκτεινεν ὑπὲρ σκύλων ργισμένος καὶ τύραννον καθεῖλέ τις μοναρχεῖν ἐθέλων. τοιοῦτόν τι γεγένηται καὶ τὸ νῦν ὑπὸ σοῦ τετολμημένον· μοναρχίαν φαρμακείας οἴει σεαυτῇ διαπεπρᾶχθαι τὴν κοινωνοῦσαν τῆς τέχνης μετακεχειρισμένη.