Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

καὶ ἅμα λέγουσα ῥίπτει κατὰ τῆς κλίνης ἐπὶ πρόσωπον ἑαυτὴν ἀθρόον, καὶ περιχυθεῖσα περιέβαλλε λύζουσά τε καὶ βρύχιον ἀναστένουσα, ἕως αὐτὴν ὑπὸ τῆς ἄγαν λύπης ἀχλύς τε καὶ ἴλιγγος ὑποδραμών, καὶ τὸ νοερὸν τῆς ψυχῆς ζοφώσας, πρὸς ὕπνον ἔλαθεν ὑποφέρων καὶ εἰς ἡμέραν ἤδη λαμπρὰν κατέχων. ὥστε καὶ ὁ Καλάσιρις θαυμάζων, καὶ παρά γε τὸ εἰωθὸς οὐχ ὁρωμένην ἐπιζητῶν, ἐπὶ τὸν θάλαμον ἀφικόμενος ἔπαιέ τε σφοδρότερον τὰς θύρας, καὶ ὀνομαστὶ συνεχῶς Χαρίκλειαν ἀνακαλῶν ἀφύπνιζεν. ἣ δὲ πρὸς τὸ αἰφνίδιον τῆς κλήσεως διεταράχθη τε, καὶ ὡς κατελήφθη σχήματος ἐπὶ τὰς θύρας ὁρμήσασα τόν τε μοχλὸν παρήνεγκε καὶ πρὸς εἴσοδον τῷ πρεσβύτῃ διέστελλεν. ὃ δὲ ὡς εἶδε τῆς τε κόμης τὸ ἄτακτον καὶ τὸν χιτῶνα κατερρωγότα

p.169
περὶ τοῖς στήθεσι, καὶ ὄμμα ἔτι κυμαῖνον καὶ τὸ πρὸ τῶν ὕπνων ἐμμανὲς ἐπισημαῖνον, συνίησι μὲν τὴν αἰτίαν, ἀγαγὼν δὲ αὖθις ἐπὶ τὴν κλίνην καὶ καθίσας ἐφεστρίδα τε ἐπέβαλε, καὶ πρὸς τὸ εὔσχημον περιστείλας, τί ταῦτα, ἔφη, Χαρίκλεια; τί λίαν οὕτω καὶ ἄμετρα δυσφορεῖς; τί δὲ οὕτως ἐκφρόνως ἥττων γίνῃ τῶν προσπιπτόντων; οὐδέ σε γνωρίζω τὸ παρόν, ἀεὶ γενναίαν καὶ σώφρονα τύχας ἐνεγκεῖν τὸ πρόσθεν ἐγνωκώς. οὐ παύσῃ τῆς ἄγαν ταύτης ἀνοίας; οὐκ ἐννοήσεις ἄνθρωπος οὖσα, πρᾶγμα ἀστάθμητον καὶ ὀξείας ῥοπὰς ἐφ̓ ἑκάτερα λαμβάνον; τί σαυτὴν προαναιρεῖς βελτιόνων ἴσως ἐλπίδων; φεῖσαι καὶ ἡμῶν ὦ τέκνον: φεῖσαι, εἰ μή γε σαυτῆς, ἀλλὰ γοῦν Θεαγένους, ᾧ βίος ὁ σὺν σοὶ μόνος αἱρετός, καὶ ἐπὶ σοὶ σωζομένῃ τὸ εἶναι κέρδος. ἠρυθρία τούτων ἀκούσασα ἡ Χαρίκλεια, καὶ πλέον: ʽ??ʼν οἵοις κατείληπτο ἐννοοῦσα: σιωπήσασά τε ἐπὶ πλεῖστον, ὡς ἐνέκειτο πρὸς τὴν ἀπόκρισιν ὁ Καλάσιρις, ἀληθῆ μέν, ἔφη, ἐπιτιμᾷς, ἀλλ̓ ἴσως ἐμοὶ συγγνωστὰ ὦ πάτερ. οὐ γάρ με δημώδης οὐδὲ νεωτερίζουσά τις ἐπιθυμία πρὸς ταῦτα ἐξάγει τὴν ἀθλίαν, ἀλλὰ καθαρός τε καὶ σωφρονῶν ἀπειράτου μὲν ἀλλ̓ ἐμοί γε ἀνδρὸς πόθος, καὶ τοῦτο Θεαγένους, λυποῦντος μὲν καὶ ὅτι μὴ σύνεστι, πλέον δέ, εἰ περίεστιν ἢ μή, φοβοῦντος. ἀλλὰ τούτου γε ἕνεκα θάρσει, ἔλεγεν ὁ Καλάσιρις, ὡς ὄντος ἐκείνου καὶ σοὶ συνεσομένου, θεῶν νευόντων, εἴπερ τι χρὴ τοῖς προθεσπισθεῖσί τε περὶ ὑμῶν ʽχρὴ δἔ πιστεύειν καὶ τῷ διαγγείλαντι χθιζὸν ὡς εἴληπται ὑπὸ Θυάμιδος, εἰς τὴν Μέμφιν ἀναπεμπόμενος. εἰ δὲ εἴληπται, δῆλον ὡς καὶ σώζεται, φιλίας αὐτῷ πρὸς τὸν Θύαμιν καὶ γνώσεως προϋπαρχούσης. καιρὸς δὴ μὴ μέλλειν, ἀλλὰ σπευστέον ὡς ἔνεστιν ἡμῖν τάχους ἐπὶ Βῆσσαν τὴν κώμην, καὶ ἀναζητητέον σοὶ μὲν τὸν Θεαγένη,
p.170
ἐμοὶ δὲ πρὸς τούτῳ καὶ τὸν υἱόν. οἶσθά που πάντως προακηκουῖα παῖδα ἐμὸν εἶναι τὸν Θύαμιν. καὶ ἡ Χαρίκλεια γενομένη σύννους, εἰ μὲν δή, ἔφη, παῖς ἐστί σοι Θύαμις, καὶ ἔστιν οὗτος ἀλλὰ μὴ ἑτέρου καὶ ἄλλος, νῦν μὲν δὴ τὰ ἡμέτερα πρὸς κίνδυνον ἐλαύνει τὸν μέγιστον. θαυμάσαντος δὲ καὶ τὴν αἰτίαν ἐρομένου τοῦ Καλασίριδος, οἶσθα, εἶπεν, ὡς αἰχμάλωτος ἐλήφθην ὑπὸ τῶν βουκόλων. ἐκεῖ τοίνυν καὶ τὸν Θύαμιν ὑπηγάγετο πρὸς τὸν κατ̓ ἐμοῦ πόθον ἡ δυστυχῶς μοι προσεῖναι δοκοῦσα τῶν ὄψεων ὥρα: καὶ δέος, εἰ ἀναζητοῦντες ἐντύχοιμεν, μὴ ὀφθεῖσαν ἐκείνην εἶναί με ταύτην ὑπομνησθείς, τὸν γάμον ὃν τότε μοι προτεινόμενον παῤ αὐτοῦ διεκρουσάμην ἐπινοίαις, εἰς ἔργον ἄγειν βιάσηται. καὶ ὁ Καλάσιρις, μὴ οὕτω μέν ποτε, φησί, ἐπιθυμία κρατήσειεν ὡς καὶ τὴν πατρῴαν ὄψιν ὁρωμένην ὑπεροφθῆναι, καὶ ὄμμα τοῦ φύντος μὴ καταιδέσαι τὸν παῖδα καὶ κολάσαι τήν, εἴπερ καὶ ἔστιν, οὐκ ἔννομον ὄρεξιν. ὅμως δ̓ οὖν ʽκωλύει γὰρ οὐδέν̓ τί οὐχὶ καὶ μηχανήν τινα πρὸς περιγραφὴν τῶν φοβούντων ἐπινοεῖς; δεινὴ δέ τις ἔοικας εἶναι σοφιστεῦσαι κατὰ τῶν ἐπιχειρούντων διαδύσεις τε καὶ ὑπερθέσεις.

ἀνείθη πρὸς ταῦτα μικρὸν ἡ Χαρίκλεια, καὶ εἰ μὲν ἀληθεύεις, εἶπεν, ἢ παιδιάν με πεποίησαι, παρείσθω τὸ παρόν: ἐγὼ δὲ τέχνην ἅμα τῷ Θεαγένει μὲν καὶ πρότερον ἐπιχειρηθεῖσαν, ὑπὸ δὲ τῆς τότε τύχης διακοπεῖσαν, εἰσηγήσομαι καὶ νῦν ἐπ̓ ἀμείνοσι ταῖς τύχαις. τῆς γὰρ νήσου τῆς βουκολικῆς ἀποδρᾶναι διανοηθεῖσιν ἐδόκει τὴν ἐσθῆτα μεταμφιασαμένους ἐς τὸ λυπρότατον καὶ πτωχοῖς ἑαυτοὺς ἀπεικάσαντας, οὕτως ἐπιμίγνυσθαι κώμαις τε καὶ πόλεσιν. εἰ δὴ συναρέσκει, πλαττώμεθα τὸ σχῆμα καὶ πτωχεύωμεν. οὕτω γὰρ ἧττόν τε ἐπιβουλευσόμεθα πρὸς τῶν ἐντυγχανόντων ʽἀσφάλεια γὰρ ἐν

p.171
τοῖς τοιούτοις ἡ εὐτέλεια, οἴκτου τε μᾶλλον ἢ φθόνου πέλας ἡ πενίἀ, τῆς τε καθ̓ ἡμέραν ἀναγκαίου τροφῆς ῥᾷον εὐπορήσομεν: ξένῃ γὰρ ἐν γῇ τὸ μὲν ὤνιον σπάνιον τοῖς ἀγνοοῦσι, τὸ δὲ αἰτούμενον εὐμετάδοτον τοῖς ἐλεοῦσιν.

ἐπῄνει ταῦτα ὁ Καλάσιρις, καὶ ἔχεσθαι τῆς ὁδοιπορίας ἐπέσπευδε: τοῖς τε περὶ τὸν Ναυσικλέα καὶ Κνήμωνα ἐντυχόντες, τήν τε ἔξοδον κοινωσάμενοι, εἰς τρίτην ἐξώρμησαν, οὔτε ὑποζύγιον, καί τοι διδόμενον, οὔτε ἀνθρώπων οὐδένα συνέμπορον ἀνασχόμενοι, τοῦ τε Ναυσικλέους καὶ Κνήμωνος προπεμπόντων, καὶ ἄλλου τῆς οἰκίας πλήθους. προέπεμπε δὲ καὶ ἡ Ναυσίκλεια, πολλὰ τὸν πατέρα ἐπιτρέψαι καθικετεύσασα, τῆς νυμφικῆς αἰδοῦς ὑπὸ φίλτρου τοῦ περὶ τὴν Χαρίκλειαν ἐκνικηθεῖσα. καὶ ὅσον πέντε σταδίους προελθόντες ἠσπάζοντό τε ἀλλήλους τὰ τελευταῖα κατὰ γένος, καὶ τὰς δεξιὰς ἐνέβαλλον. ἐπιδακρύσαντες δὲ ὅσον πλεῖστον, καὶ ἐπὶ βελτίοσι χωρισθῆναι ταῖς τύχαις ἐπευξάμενοι, τοῦ Κνήμωνος δὲ καὶ συγγνώμην αἰτοῦντος εἰ μὴ συμπορεύοιτο νεοπήκτους ἔτι τοὺς θαλάμους ἔχων, ἐπικαταλήψεσθαί τε, εἰ καιρὸς γένοιτο, πλαττομένου, διεχωρίσθησαν οἳ μὲν ἐπὶ Χέμμιν: ἡ Χαρίκλεια δὲ καὶ ὁ Καλάσιρις πρῶτα μὲν εἰς πτωχικὸν πλάσμα μετημφιέννυντο, ῥάκεσιν ἑαυτοὺς προπαρεσκευασμένοις ἐξευτελίσαντες, ἔπειτα δὲ ἡ Χαρίκλεια τό τε πρόσωπον ἐνύβριζεν, ἀσβόλου τε ἐντρίψει καὶ πηλοῦ καταχρίσει μολύνασα καὶ κρηδέμνου ῥυπῶντος τὸ κράσπεδον ἀπὸ μετώπου κατὰ θατέρου τοῖν ὀφθαλμοῖν εἰς ἄτακτον προκάλυμμα ἐπισοβοῦσα, πήραν τε ὑπὸ μάλης, οὑτωσὶ μὲν ἰδεῖν ψωμῶν τινῶν καὶ ἀκόλων δῆθεν ταμιεῖον, χρειωδέστερον δὲ τῆς ἱερᾶς ἐκ Δελφῶν ἐσθῆτος καὶ τῶν στεμμάτων τῶν τε συνεκτεθέντων μητρῴων κειμηλίων καὶ

p.172
γνωρισμάτων εἰς ὑποδοχήν, ἐξῆπτο. ὁ δὲ Καλάσιρις τὴν μὲν φαρέτραν τῆς Χαρικλείας τετρυχωμένοις κωδίοις ἐνειλήσας, ὡς δή τι φορτίον ἕτερον, ἐπὶ τῶν ὤμων ἐγκάρσιον ἔφερε, τὸ δὲ τόξον τῆς νευρᾶς παραλύσας, ἐπειδὴ τάχιστα πρὸς τὸ εὐθύτερον ἀνεκάμφθη, βακτηρίαν ταῖν χεροῖν ἐποιεῖτο, πολύς τε αὐτῇ καὶ βαρὺς ἐμπίπτων. καὶ εἴ πῄ τισιν ἐντευξόμενος προίδοι, κυφότητά τε πλέον ἐπετήδευεν ἢ τὸ γῆρας ἐπηνάγκαζε, καὶ τοῖν σκελοῖν θάτερον παρεσύρετο, πρὸς τῆς Χαρικλείας ἔσθ̓ ὅτε χειραγωγούμενος.

κἀπειδὴ τὰ τῆς ὑποκρίσεως αὐτοῖς διηκρίβωτο, μικρὰ καὶ ἐπισκώψαντες εἰς ἀλλήλους, καὶ ὡς πρέπει τὸ σχῆμα θάτερος θατέρῳ ἐπιχλευάσας, τόν τε εἰληχότα δαίμονα στῆσαι τὰ δεινὰ μέχρι γοῦν τούτων καὶ ἀρκεσθῆναι παρακαλέσαντες, ἔσπευδον ἐπὶ Βῆσσαν τὴν κώμην, οὗ τὸν Θεαγένην καὶ τὸν Θύαμιν ἐλπίσαντες εὑρήσειν ἀπετύγχανον. ἄρτι γὰρ τῇ Βήσσῃ περὶ δύσιν ἡλίου πλησιάζοντες πλῆθος τι κειμένων νεκρῶν ὁρῶσι νεοσφαγῶν, τῶν μὲν πλειόνων Περσῶν εἶναι τῇ στολῇ τε καὶ καθοπλίσει γνωριζομένων, ὀλίγων δὲ τινῶν ἐγχωρίων. καὶ πόλεμον μὲν εἶναι τὸ δρᾶμα εἴκαζον, τίνων δὲ καὶ πρὸς τίνας ἠπόρουν, ἕως ἐπιπαριόντες τοὺς ωεκρούς, καὶ ἅμα περισκοποῦντες μή πού τις κεῖται καὶ τῶν οἰκείων ʽδειναὶ γὰρ αἱ ψυχαὶ περὶ τοῖς φιλτάτοις τὰ δεινότεα μαντεύεσθαἰ, γυναίῳ προστυγχάνουσι πρεσβυτικῷ, σώματι τῶν ἐγχωρίων προσπεφυκότι καὶ παντοίους ἐγείροντι θρήνους. ἔγνωσαν οὖν ἐπιχειρεῖν τι παρὰ τῆς πρεσβύτιδος, εἰ οἷόν τε, ἐκμανθάνειν. καὶ παρακαθισάμενοι πρῶτα μὲν παραμυθεῖσθαί τε καὶ καταστέλλειν τὸν ἄγαν θρῆνον ἐπειρῶντο, ἔπειτα προσιεμένης, ὅν τινα πενθοίη καὶ τίς ὁ πόλεμος ἠρώτων, τοῦ Καλασίριδος πρὸς τὸ γύναιον αἰγυπτιάζοντος. ἣ δὲ ἔλεγεν

p.173
ἅπαντα ἐπιτέμνουσα ἐφ̓ υἱῷ μὲν εἶναι κειμένῳ τὸ πένθος, καὶ ἐπιτετηδευκέναι τὴν εἰς τοὺς νεκροὺς ἄφιξιν, εἴ πῄ τις διελάσας τοῦ ζῆν ἀπαλλάξειε, τέως μέντοι τὰ νομιζόμενα τῷ παιδὶ ἐκ τῶν ἐνόντων, δακρύουσάν τε καὶ θρηνοῦσαν, ἐπιφέρειν.

τὸν δὲ πόλεμον ἔλεγεν ὧδε.

ἤγετο ξένος νεανίας τις, κάλλει τε καὶ μεγέθει διαφέρων, ὡς Ὀροονδάτην τὸν μεγάλου βασιλέως ὕπαρχον εἰς τὴν Μέμφιν. ἀπέσταλτο δέ, οἶμαι, παρὰ Μιτράνου τοῦ φρουράρχου ληφθεὶς αἰχμάλωτος, ὥς τι τῶν μεγίστων δώρων, ὡς φασί. τοῦτον οἱ τῆς κώμης τῆς ἡμετέρας ταυτησί, δείξασα τὴν ἐχομένην, ἐπελθόντες ἀφείλοντο, γνωρίζειν εἴτ̓ οὖν ἀληθεύοντες εἴτε καὶ πρόφασιν πλάσαντες. ὁ δὴ Μιτράνης ταῦτα πυθόμενος, καὶ κατὰ τὸ εἰκὸς ἀγανακτήσας, ἐπιστρατεύει τῇ κώμῃ δυσὶ ταύταις πρότερον ἡμέραις. καὶ ἔστι γὰρ μαχιμώτατον ἡ κώμη γένος, βίον ἀεὶ τὴν λῃστείαν πεποιημένοι καὶ θανάτου παντὸς ὑπερόπται, καὶ πολλὰς δὴ διὰ τοῦτο πολλάκις, ἄλλας τε κἀμὲ τὸ παρόν, ἀνδρῶν τε καὶ παίσων χηρώσαντες: ἐπειδὴ τὴν ἔφοδον ἐσομένην ἐτεκμήραντο, προλοχίζουσί τέ τινας ἐνέδρας, καὶ δεξάμενοι τοὺς ἐναντίους ἐπικρατέστεροι γίνονται, οἳ μὲν κατὰ στόμα καὶ ἐκ τοῦ εὐθέος μαχόμενοι, οἳ δὲ κατόπιν ἐκ τῶν λόχων ἀπροφυλάκτοις σὺν βοῇ τοῖς Πέρσαις ἐπελθόντες. καὶ πίπτει μὲν ὁ Μιτράνης ἐν πρώτοις μαχόμενος, πίπτουσι δὲ σὺν αὐτῷ σχεδόν τι πάντες οἷα δὴ κυκλωθέντες καὶ οὐδὲ φυγῆς τόπον εὐμοιρήσαντες. πίπτουσι δὲ καὶ τῶν ἡμετέρων ὀλίγοι, καὶ γίνεται τῶν ὀλίγων βαρείᾳ βουλήσει δαίμονος καὶ ὁ παῖς ὁ ἐμός, βέλει Περσικῷ πρὸς τὰ στέρνα, ὡς ὁρᾶτε, βληθείς. καὶ νῦν ἡ ἀθλία τὸν μὲν θρηνῶ κείμενον, τὸν δὲ ἔτι μοι μόνον παῖδα λειπόμενον ἔοικα θρηνήσειν, ἐκστρατεύσαντος

p.174
κἀκείνου τῇ προτεραίᾳ μετὰ τῶν λοιπῶν ἐπὶ τὴν Μεμφιτῶν πόλιν.

ἐπυνθάνετο καὶ τὴν αἰτίαν τῆς ἐκστρατείας ὁ Καλάσιρις: καὶ ἡ γραῦς, ἀκηκοέναι παρὰ τοῦ λειπομένου παιδὸς προστιθεῖσα, ἔλεγε, διότι στρατιώτας βασιλείους καὶ φρούραρχον μεγάλου βασιλέως ἀνελόντες ἐπὶ μὴ πεπραγμένοις καλῶς εἶδον ἐκεῖνο καλῶς, μὴ εἰς μικρὸν αὐτοῖς ἀλλ̓ εἰς τὸν περὶ τῶν ὅλων κίνδυνον τὸ πρᾶγμα τελευτήσειν, Ὀροονδάτου τοῦ κατὰ τὴν Μέμφιν ὑπάρχου πλείστῃ τε χειρὶ πεφραγμένου, καὶ αὐτίκα, εἰ πύθοιτο, κατὰ πρώτην ἔφοδον σαγηνεύσοντος τὴν κώμην καὶ πανολεθρίᾳ τῶν ἐνοικούντων τὴν δίκην εἰσπράξοντος. οἷα δὴ οὖν τὸν περὶ τῶν ὅλων ἀναρριπτοῦντες κίνδυνον, ἔγνωσαν μεγάλα τολμήματα μείζοσιν, εἰ δύναιντ̓, ἰάσασθαι, καὶ φθῆναι τὴν Ὀροονδάτου παρασκευήν, ἀπροσδόκητοί τε ἐπεισπεσόντες ἢ προσανελεῖν κἀκεῖνον, εἰ κατὰ τὴν Μέμφιν ὄντα καταλάβοιεν, ἢ εἴπερ ἐκδημῶν τυγχάνοι, πολέμου τινὸς αὐτόν, ὡς φασίν, Αἰθιοπικοῦ τὰ νῦν ἀπασχολοῦντος, ῥᾷόν τε τὴν πόλιν παραστήσασθαι τῶν ὑπερμαχομένων ἔρημον, καὶ αὐτοί τε ἐκτὸς κινδύνου γενέσθαι τὸ παρόν, καὶ προσκατορθώσειν τῷ Θυάμιδι λῃστάρχῳ τῷ σφῶν τὴν τὴν τῆς προφητείας ἱερωσύνην, οὐ κατὰ νόμον παῤ ἀδελφοῦ νεωτέρου κατεχομένην, ἀνακομίσασθαι: ἢ εἴπερ καὶ ἀποτυγχάνειν συμβαίνοι, πολέμου γοῦν ἔργον μαχομένους γενέσθαι, μηδὲ ἄλλως ἁλῶναι καὶ ταῖς Περσικαῖς αἰκίαις καὶ ὕβρεσιν ἐκκεῖσθαι.

ἀλλ̓ ὦ ξένοι, ποῖ δὴ τὸ νῦν ἀφίξεσθε; εἰς τὴν κώμην, ὁ Καλάσιρις εἶπεν. ἣ δέ, οὐκ ἀσφαλὲς ὑμῖν, ἔφη, τῆς τε ὥρας ἀωρὶ καὶ οὐδὲ γνωριζομένοις, ἐπιμῖξαι τοῖς ὑπολειπομένοις. ἀλλ̓ εἰ ξεναγοίης, ἔφη ὁ Καλάσιρις, οὐκ ἀπ̓ ἐλπίδος ἡμῖν καὶ τὰ τῆς ἀσφαλείας. οὔ μοι καιρός,

p.175
ἀπεκρίνατο ἡ πρεσβῦτις: νυκτερινοὺς γάρ τινας ἐναγισμοὺς ἐπιτελέσαι μοι πρόκειται. ἀλλ̓ εἰ δὴ φορητὸν ὑμῖν ʽἐπάναγκες δὲ καὶ μὴ βουλομένοισ̓, αὐτοῦ που καὶ τῶν νεκρῶν ἐν καθαρῷ μικρὸν ἀναχωρήσαντες τὴν μὲν νύκτα ἐγκαρτερήσατε, τὴν ἕω δὲ ὑμῖν πρόξενος ἐγὼ τῆς ἀδείας ξεναγοῦσα γενήσομαι.

ταῦτα εἰπούσης ὁ Καλάσιρις ἅπαντα πρὸς τὴν Χαρίκλειαν φράσας καὶ παραλαβὼν μεθίστατο. καὶ μικρὸν ὅσον τοὺς κειμένους ὑπερβάντες βουνῷ τινὶ χαμαιζήλῳ προστυγχάνουσι. κἀνταῦθα ὃ μὲν κατέκλινεν ἑαυτόν, τῇ κεφαλῇ τὴν φαρέτραν ὑποθέμενος, ἡ Χαρίκλεια δὲ καθῆστο, τὴν πήραν εἰς καθέδραν ποιησαμένη. ἄρτι δὲ τῆς σεληναίας ἀνισχούσης καὶ φωτὶ λαμπρῷ τὰ πάντα καταυγαζούσης ʽτρίτη γὰρ μετὰ πανσέληνον ἐτύγχανεν̓ ὁ μὲν Καλάσιρις, οἷα δὴ πρεσβυτικός τε ἄλλως καὶ πρὸς τῆς ὁδοιπορίας κεκοπωμένος, ὕπνῳ κατείχετο, ἡ Χαρίκλεια δὲ ὑπὸ τῶν συνεχόντων φροντισμάτων διαγρυπνοῦσα σκηνῆς τινὸς οὐκ εὐαγοῦς μέν, ταῖς δὲ Αἰγυπτίαις ἐπιχωριαζούσης θεωρὸς ἐγίνετο. ἡ γὰρ πρεσβῦτις ἀνενοχλήτου καὶ ἀκατόπτου σχολῆς ἐπειλῆφθαι νομίσασα πρῶτα μὲν βόθρον ὠρύξατο, ἔπειτα πυρκαϊὰν ἐκ θατέρου μέρους ἐξῆψε. καὶ μέσον ἀμφοῖν τὸν νεκρὸν τοῦ παιδὸς προθεμένη, κρατῆρα τε ὀστρακοῦν ἔκ τινος παρακειμένου τρίποδος ἀνελομένη, μέλιτος ἐπέχει τῷ βόθρῳ, καὶ αὖθις ἐξ ἑτέρου γάλακτος, καὶ οἴνου ἐκ τρίτου ἐπέσπενδεν. εἶτα πέμμα στεάτινον εἰς ἀνδρὸς μίμημα πεπλασμένον δάφνῃ καὶ μαράθρῳ καταστέψασα εἰς τὸν βόθρον ἐνέβαλεν. ἐφ̓ ἅπασι δὲ ξίφος ἀνελομένη καὶ πρὸς τὸ ἐνθουσιῶδες σοβηθεῖσα, καὶ πολλὰ πρὸς τὴν σεληναίαν βαρβάροις τε καὶ ξενίζουσι τὴν ἀκοὴν ὀνόμασι κατευξαμένη, τὸν βραχίονα ἐντεμοῦσα καὶ δάφνης ἀκρέμονι τοῦ αἵματος ἀποψήσασα τὴν πυρκαϊὰν

p.176
ἐπεψέκαζεν. ἄλλα τε ἄττα τερατευσαμένη πρὸς τούτοις, ἐπὶ τὸν νεκρὸν τοῦ παιδὸς προκύψασα καί τινα πρὸς τὸ οὖς ἐπᾴδουσα ἐξήγειρέ τε καὶ ὀρθὸν ἑστάναι τῇ μαγγανείᾳ κατηνάγκαζεν. ἡ Χαρίκλεια δὴ οὖν οὐδὲ τὰ πρῶτα ἀδεῶς κατοπτεύουσα, τότε δὴ καὶ ὑπέφριττε, καὶ πρὸς τῶν γινομένων ἀήθων ἐκδειματωθεῖσα τὸν Καλάσιριν ἀφύπνιζέ τε καὶ θεατὴν γενέσθαι τῶν δρωμένων παρεσκεύαζεν. αὐτοὶ μὲν οὖν, ἅτε ἐν σκότῳ διάγοντες, οὐχ ἑωρῶντο, κατώπτευον δὲ τὰ ἐν τῷ φωτὶ καὶ πρὸς τῇ πυρκαϊᾷ ῥᾷον, καὶ τῶν λεγομένων οὐ πόρρωθεν ὄντες ἐπηκροῶντο, τῆς γραὸς ἤδη καὶ γεγωνότερον ἐκπυνθανομένης παρὰ τοῦ νεκροῦ. καὶ ἦν ἡ πεῦσις, εἴπερ ὁ ἀδελφὸς μὲν ὁ ἐκείνου παῖς δὲ αὐτῆς ὁ λειπόμενος ἐπανήξει περισωθείς. ὃ δὲ ἀπεκρίνατο μὲν οὐδέν, ἐπινεύσας δὲ μόνον, καὶ τῇ μητρὶ τὰ κατὰ γνώμην ἐλπίζειν ἀμφιβόλως ἐνδούς, κατηνέχθη τε ἀθρόον καὶ ἔκειτο ἐπὶ πρόσωπον. ἣ δὲ ἐπέστρεφέ τε τὸ σῶμα πρὸς τὸ ὕπτιον, καὶ οὐκ ἀνίει τὴν πεῦσιν, ἀλλὰ βιαιοτέραις, ὡς ἐῴκει, ταῖς κατανάγκαις πολλὰ τοῖς ὠσὶν αὖθις ἐπᾴδουσα, καὶ μεθαλλομένη ξιφήρης ἄρτι μὲν πρὸς τὴν πυρκαϊὰν ἄρτι δὲ ἐπὶ τὸν βόθρον, ἐξήγειρέ τε αὖθις καὶ ὀρθωθέντος περὶ τῶν αὐτῶν ἐξεπυνθάνετο, μὴ νεύμασι μόνον ἀλλὰ καὶ φωνῇ τὴν μαντείαν ἀρισήμως δηλοῦν ἐπαναγκάζουσα. καὶ τῆς πρεσβύτιδος ἐν τούτοις οὔσης, ἡ Χαρίκλεια πολλὰ τὸν Καλάσιριν καθικέτευε τοῖς γινομένοις πλησιάσαντας πυνθάνεσθαί τι καὶ αὐτοὺς περὶ τοῦ Θεαγένους. ὃ δὲ παρῃτεῖτο, φάσκων καὶ τὴν θέαν οὐκ εὐαγῆ μέν, κατ̓ ἀνάγκην δ̓ οὖν ὅμως γινομένην ἀνέχεσθαι: εἶναι γὰρ οὐ προφητικὸν οὔτε ἐπιχειρεῖν οὔτε παρεῖναι ταῖς τοιαῖσδε πράξεσιν, ἀλλὰ τὸ μαντικὸν τούτοις μὲν ἐκ θυσιῶν ἐννόμων καὶ εὐχῶν καθαρῶν παραγίνεσθαι, τοῖς δὲ βεβήλοις καὶ
p.177
περὶ γῆν τῷ ὄντι καὶ σώματα νεκρῶν εἰλουμένοις οὕτως ὡς τὴν Αἰγυπτίαν ὁρᾶν ἡ τοῦ καιροῦ περίπτωσις ἐνδέδωκε.

καὶ ἔτι λέγοντος ὁ νεκρός, οἷον ἐκ μυχοῦ τινὸς ἢ σπηλαίου φαραγγώδους βαρύ τι καὶ δυσηχὲς ὑποτρίζων, ἐγὼ μέν, ἔφη, σοῦ τὰ πρῶτα ἐφειδόμην, ὦ μῆτερ, καὶ παρανομοῦσαν εἰς τὴν ἀνθρωπείαν φύσιν καὶ τοὺς ἐκ μοιρῶν θεσμοὺς ἐκβιαζομένην καὶ τὰ ἀκίνητα μαγγανείαις κινοῦσαν ἠνεχόμην: σώζεται γὰρ ἡ περὶ τοὺς φύντας αἰδώς, ἐφ̓ ὅσον οἷόν τε, καὶ ἐν τοῖς ἀποιχομένοις: ἀλλ̓ ἐπειδὴ καὶ ταύτην ἀναιρεῖς τὸ κατὰ σαυτὴν καὶ ἐλαύνεις, οὐκ ἀθεμίτοις μόνον τὴν ἀρχὴν ἐπιχειρήσασα ἀλλ̓ ἤδη καὶ εἰς ἄπειρον τὸ ἀθέμιτον ἐπεξάγουσα, οὐκ ὀρθοῦσθαι μόνον καὶ νεύειν ἀλλὰ καὶ φθέγγεσθαι σῶμα νεκρὸν ἐκβιαζομένη, κηδείας μὲν τῆς ἐμῆς ἀμελοῦσα καὶ ταῖς λοιπαῖς ἐπιμίγνυσθαι ψυχαῖς ἐμποδίζουσα, χρείας δὲ μόνης γενομένη τῆς σῆς, ἄκουε ταῦθ̓ ἃ πάλαι σοι μηνύειν ἐφυλαττόμην. οὔτε ὁ παῖς σοι περισωθεὶς ἐπανήξει, οὔτε αὐτὴ τὸν ἀπὸ ξίφους ἐκφεύξῃ θάνατον, ἀλλ̓ οἷα δὴ τὸν σαυτῆς βίον ἐν οὕτως ἀθέσμοις πράξεσι καταναλώσασα, τὴν ἀποκεκληρωμένην πᾶσι τοῖς τοιούτοις βιαίαν οὐκ εἰς μακρὰν ὑποστήσῃ τελευτήν: ἥτις πρὸς τοῖς ἄλλοις οὐδὲ ἐπὶ σαυτοῦ τὰ οὕτως ἀπόρρητα καὶ σιγῇ καὶ σκότῳ φυλαττόμενα μυστήρια δρᾶν ὑπέμεινας, ἀλλ̓ ἤδη καὶ ἐπὶ μάρτυσι τοιούτοις τὰς τῶν κειμένων ἐξορχῇ τύχας, ἑνὶ μὲν προφήτῃ — καὶ τοῦτο μὲν ἔλαττον: σοφὸς γὰρ τὰ τοιαῦτα σιγῇ πρὸς τὸ ἀνεκλάλητον ἐπισφραγίσασθαι, καὶ ἄλλως θεοῖς φίλος: τοὺς γοῦν παῖδας εἰς τὸν δἰ αἵματος ἀγῶνα ξιφήρεις καθισταμένους καὶ μονομαχήσειν μέλλοντας ἀποκωλύσει τε καὶ παύσει φανείς, εἴπερ ἐπισπεύσειεν. ἀλλ̓ ὃ δὴ βαρύτερον, ὅτι καὶ κόρη τις τῶν ἐπ̓ ἐμοὶ γίνεται

p.178
θεωρὸς καὶ πάντων ἐπακροᾶται, γύναιον ὑπ̓ ἔρωτος σεσοβημένον, καὶ πᾶσαν ὡς εἰπεῖν ἐρωμένου τινὸς ἐπὶ γῆν ἕνεκεν ἀλώμενον, ᾧ μετὰ μυρίους μὲν μόχθους μυρίους δὲ κινδύνους, γῆς ἐπ̓ ἐσχάτοις ὅροις, τύχῃ σὺν λαμπρᾷ καὶ βασιλικῇ συμβιώσεται.

τούτων εἰρημένων ὃ μὲν ἔκειτο καταρραγείς, ἡ γραῦς δὲ συνεῖσα τοὺς ξένους εἶναι τοὺς κατασκόπους, ὡς εἶχε σχήματος, ξιφήρης τε καὶ ἐμμανὴς ἐπ̓ αὐτοὺς ἵεται, καὶ κατὰ πᾶν μέρος τῶν κειμένων ἐφέρετο, τοῖς νεκροῖς ἐγκεκρύφθαι αὐτοὺς ὑποπτεύουσα, γνώμην δὲ ποιουμένη διαχρήσασθαι, εἰ ἀνεύροι, ὡς ἐπιβούλως τε καὶ πρὸς ἐναντίου τοῖς αὐτῆς μαγγανεύμασι κατασκόπους γεγενημένους, ἕως ἀπερίσκεπτον ὑπὸ θυμοῦ τὴν κατὰ τοὺς νεκροὺς ἔρευναν ποιουμένη, ἔλαθεν ὠρθωμένῳ κλάσματι δόρατος κατὰ τοῦ βουβῶνος περιπαρεῖσα.

καὶ ἣ μὲν ἔκειτο, τὴν ἐκ τοῦ παιδὸς μαντείαν οὕτω παρὰ πόδας ἐν δίκῃ πληρώσασα: ὁ δὲ Καλάσιρις καὶ ἡ Χαρίκλεια παρὰ τοσοῦτον ἐλθόντες κινδύνου, καὶ ἅμα μὲν τῶν παρόντων φόβων ἐκτὸς ἑαυτοὺς ποιούμενοι, ἅμα δὲ τῶν μαντευθέντων ἕνεκεν ἐπισπεύδοντες, τῆς ἐπὶ τὴν Μέμφιν ὁδοῦ σπουδαιότερον εἴχοντο. καὶ δὴ καὶ ἐπλησίαζον τῇ πόλει τῶν ἐκ τῆς νεκυίας μεμαντευμένων ἤδη κατ̓ αὐτὴν τελουμένων. ὡς γὰρ ὁ Θύαμις τὸ ἀπὸ τῆς Βήσσης λῃστρικὸν ἐπάγων ἐφίστατο, οἱ μὲν κατὰ τὴν Μέμφιν ὀλίγον ὅσον ἔφθησαν τὰς πύλας ἐπικλεισάμενοι, στρατιώτου τινὸς τῶν ὑπὸ Μιτράνην διαδράντων τὴν κατὰ τὴν Βῆσσαν μάχην προϊδόντος τε τὴν ἔφοδον καὶ τοῖς ἐν τῷ ἄστει προμηνύσαντος, ὁ δὲ Θύαμις περί τι μέρος τοῦ τείχους τὰ ὅπλα καταθέσθαι κελεύσας διανέπαυέ τε ἅμα ἐκ συντόνου τῆς ὁδοιπορίας τὸν στρατόν, καὶ ὡς πολιορκήσων δῆθεν ἐποιεῖτο γνώμην.

p.179
οἱ δὲ κατὰ τὴν πόλιν πρότερον μὲν ὡς πλῆθος τὸ ἐπιὸν καταδείσαντες, ἀπὸ δὲ τῆς ἐκ τῶν τειχῶν κατασκοπῆς ὀλίγους εἶναι τοὺς ἐπελθόντας καταγνόντες, ὥρμησαν μὲν καὶ αὐτίκα, τοὺς ἐγκαταλελειμμένους ὀλίγους εἰς φρουρὰν τῆς πόλεως τοξότας τε καὶ ἱππέας ἀναλαβόντες καὶ τὸν ἀστικὸν δῆμον τοῖς προστυχοῦσιν ἐξοπλίσαντες, ἐξελθεῖν τε καὶ συμπεσεῖν εἰς μάχην τοῖς ἐναντίοις: πρεσβυτικοῦ δέ τινος καὶ τῶν ἐπὶ δόξης διακωλύσαντος, καὶ ἐκδιδάξαντος διότι καὶ εἰ τὸν σατράπην Ὀροονδάτην ἀπεῖναι συμβαίνει τὰ νῦν ἐπὶ τὸν Αἰθιοπικὸν ἐκστρατεύσαντα πόλεμον, ἀλλὰ Ἀρσάκῃ γοῦν τῇ ἐκείνου γαμετῇ δίκαιον πρότερον ἀνακοινοῦσθαι τὴν πρᾶξιν, ὡς ἂν μετὰ γνώμης τῆς ἐκείνης τὸ εὑρισκόμενον κατὰ τὴν πόλιν στρατιωτικὸν ῥᾷόν τε συλλαμβάνοι καὶ προθυμότερον, ἐδόκει τε ταῦτα καλῶς εἰρῆσθαι, καὶ ἐπὶ τὰ βασίλεια πάντες ὥρμησαν, ταῦτα ἐχόντων εἰς κατοίκησιν τῶν σατραπῶν βασιλέως μὴ παρόντος.

ἡ δὲ Ἀρσάκη τὰ μὲν ἄλλα καλή τε ἦν καὶ μεγάλη καὶ συνεῖναι δραστήριος, τό τε φρόνημα ἐξ εὐγενείας ὑπέρογκος, καὶ οἷον εἰκὸς τὴν ἀδελφὴν βασιλέως τοῦ μεγάλου γεγονυῖαν, ἄλλως δὲ τὸν βίον ἐπίμωμος καὶ ἡδονῆς παρανόμου καὶ ἀκρατοῦς ἐλάττων. πρὸς γοῦν ἄλλοις καὶ τῷ Θυάμιδι παραιτία τῆς ἐκ Μέμφεως τότε φυγῆς ἐγεγόνει. ἄρτι γὰρ τοῦ Καλασίριδος διὰ τὰ ἐκ θεῶν αὐτῷ περὶ τῶν παίδων προθεσπισθέντα τῆς Μέμφεως ἑαυτὸν λάθρᾳ πάντων ἐξοικίσαντος, καὶ ἀφανοῦς ὄντος ἢ καὶ ἀπολωλέναι δοκοῦντος, τοῦ δὲ Θυάμιδος, ὡς ἂν πρεσβυτέρου παιδός, ἐπὶ τὴν προφητείαν κληθέντος καὶ τὰς εἰσιτηρίους θυσίας πανδημεὶ τελοῦντος, ἐντυχοῦσα κατὰ τὸν νεὼν τῆς Ἴσιδος ἡ Ἀρσάκη νεανίσκῳ χαρίεντι καὶ ἀκμάζοντι καὶ πρὸς τῆς ἐν χερσὶ πανηγύρεως πλέον ὡραϊσμένῳ ὀφθαλμούς τε ἐπέβαλεν οὐ

p.180
σώφρονας καὶ νεύματα τῶν αἰσχροτέρων αἰνίγματα. καὶ ταῦτα ὁ μὲν Θύαμις οὐδὲ κατὰ μικρὸν προσίετο, φύσει τε καὶ ἐκ παίδων εὖ πεφυκὼς τὰ εἰς σωφροσύνην: καὶ τὰ πρὸς ἐκείνης δρώμενα πόρρω τε ἦν ὡς ἐδρᾶτο ὑποπτεύειν, καὶ τυχὸν ἄλλως πως γίνεσθαι ὑπετίθετο, τῶν ἱερῶν ὅλος γινόμενος. ὅ γε μὴν ἀδελφὸς αὐτοῦ Πετόσιρις καὶ πάλαι ζηλοτυπίαν ἐπ̓ αὐτῷ νοσῶν τῆς ἱερωσύνης, τάς τε προσβολὰς τῆς Ἀρσάκης παρατηρήσας, ἀφορμὴν εἰς ἐπιβουλὴν τἀδελφοῦ τὴν ἐκείνης οὐκ ἔννομον πεῖραν ἐποιήσατο, καὶ τῷ Ὀροονδάτῃ λάθρᾳ προσιὼν κατεμήνυεν οὐ τὴν ἐκείνης ὄρεξιν μόνον, ἀλλ̓ ἤδη καὶ ὡς ὁ Θύαμις συγκατατίθοιτο προσεπιψευδόμενος. ὃ δὲ ῥᾳδίως πεισθεὶς ἐξ ὧν τὴν Ἀρσάκην προϋπώπτευε, τῇ μὲν κατ̓ οὐδὲν ἠνώχλει, σαφῆ τε ἔλεγχον οὐκ ἔχων, καὶ ἅμα φόβῳ καὶ αἰδοῖ τῇ περὶ τὸ βασίλειον γένος, εἴ τι καὶ ὑπώπτευεν, ἀνέχεσθαι βιαζόμενος: τῷ μέντοι γε Θυάμιδι θάνατον ἐκ προρρήσεως συνεχῶς διαπειλῶν οὐ πρότερον ἀνῆκεν, ἄχρις οὗ τὸν μὲν ἐφυγάδευσε, τὸν Πετόσιριν δὲ εἰς τὴν προφητείαν ἐγκατέστησεν.