Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ἐπῄνει ταῦτα ὁ Καλάσιρις, καὶ ἔχεσθαι τῆς ὁδοιπορίας ἐπέσπευδε: τοῖς τε περὶ τὸν Ναυσικλέα καὶ Κνήμωνα ἐντυχόντες, τήν τε ἔξοδον κοινωσάμενοι, εἰς τρίτην ἐξώρμησαν, οὔτε ὑποζύγιον, καί τοι διδόμενον, οὔτε ἀνθρώπων οὐδένα συνέμπορον ἀνασχόμενοι, τοῦ τε Ναυσικλέους καὶ Κνήμωνος προπεμπόντων, καὶ ἄλλου τῆς οἰκίας πλήθους. προέπεμπε δὲ καὶ ἡ Ναυσίκλεια, πολλὰ τὸν πατέρα ἐπιτρέψαι καθικετεύσασα, τῆς νυμφικῆς αἰδοῦς ὑπὸ φίλτρου τοῦ περὶ τὴν Χαρίκλειαν ἐκνικηθεῖσα. καὶ ὅσον πέντε σταδίους προελθόντες ἠσπάζοντό τε ἀλλήλους τὰ τελευταῖα κατὰ γένος, καὶ τὰς δεξιὰς ἐνέβαλλον. ἐπιδακρύσαντες δὲ ὅσον πλεῖστον, καὶ ἐπὶ βελτίοσι χωρισθῆναι ταῖς τύχαις ἐπευξάμενοι, τοῦ Κνήμωνος δὲ καὶ συγγνώμην αἰτοῦντος εἰ μὴ συμπορεύοιτο νεοπήκτους ἔτι τοὺς θαλάμους ἔχων, ἐπικαταλήψεσθαί τε, εἰ καιρὸς γένοιτο, πλαττομένου, διεχωρίσθησαν οἳ μὲν ἐπὶ Χέμμιν: ἡ Χαρίκλεια δὲ καὶ ὁ Καλάσιρις πρῶτα μὲν εἰς πτωχικὸν πλάσμα μετημφιέννυντο, ῥάκεσιν ἑαυτοὺς προπαρεσκευασμένοις ἐξευτελίσαντες, ἔπειτα δὲ ἡ Χαρίκλεια τό τε πρόσωπον ἐνύβριζεν, ἀσβόλου τε ἐντρίψει καὶ πηλοῦ καταχρίσει μολύνασα καὶ κρηδέμνου ῥυπῶντος τὸ κράσπεδον ἀπὸ μετώπου κατὰ θατέρου τοῖν ὀφθαλμοῖν εἰς ἄτακτον προκάλυμμα ἐπισοβοῦσα, πήραν τε ὑπὸ μάλης, οὑτωσὶ μὲν ἰδεῖν ψωμῶν τινῶν καὶ ἀκόλων δῆθεν ταμιεῖον, χρειωδέστερον δὲ τῆς ἱερᾶς ἐκ Δελφῶν ἐσθῆτος καὶ τῶν στεμμάτων τῶν τε συνεκτεθέντων μητρῴων κειμηλίων καὶ

p.172
γνωρισμάτων εἰς ὑποδοχήν, ἐξῆπτο. ὁ δὲ Καλάσιρις τὴν μὲν φαρέτραν τῆς Χαρικλείας τετρυχωμένοις κωδίοις ἐνειλήσας, ὡς δή τι φορτίον ἕτερον, ἐπὶ τῶν ὤμων ἐγκάρσιον ἔφερε, τὸ δὲ τόξον τῆς νευρᾶς παραλύσας, ἐπειδὴ τάχιστα πρὸς τὸ εὐθύτερον ἀνεκάμφθη, βακτηρίαν ταῖν χεροῖν ἐποιεῖτο, πολύς τε αὐτῇ καὶ βαρὺς ἐμπίπτων. καὶ εἴ πῄ τισιν ἐντευξόμενος προίδοι, κυφότητά τε πλέον ἐπετήδευεν ἢ τὸ γῆρας ἐπηνάγκαζε, καὶ τοῖν σκελοῖν θάτερον παρεσύρετο, πρὸς τῆς Χαρικλείας ἔσθ̓ ὅτε χειραγωγούμενος.

κἀπειδὴ τὰ τῆς ὑποκρίσεως αὐτοῖς διηκρίβωτο, μικρὰ καὶ ἐπισκώψαντες εἰς ἀλλήλους, καὶ ὡς πρέπει τὸ σχῆμα θάτερος θατέρῳ ἐπιχλευάσας, τόν τε εἰληχότα δαίμονα στῆσαι τὰ δεινὰ μέχρι γοῦν τούτων καὶ ἀρκεσθῆναι παρακαλέσαντες, ἔσπευδον ἐπὶ Βῆσσαν τὴν κώμην, οὗ τὸν Θεαγένην καὶ τὸν Θύαμιν ἐλπίσαντες εὑρήσειν ἀπετύγχανον. ἄρτι γὰρ τῇ Βήσσῃ περὶ δύσιν ἡλίου πλησιάζοντες πλῆθος τι κειμένων νεκρῶν ὁρῶσι νεοσφαγῶν, τῶν μὲν πλειόνων Περσῶν εἶναι τῇ στολῇ τε καὶ καθοπλίσει γνωριζομένων, ὀλίγων δὲ τινῶν ἐγχωρίων. καὶ πόλεμον μὲν εἶναι τὸ δρᾶμα εἴκαζον, τίνων δὲ καὶ πρὸς τίνας ἠπόρουν, ἕως ἐπιπαριόντες τοὺς ωεκρούς, καὶ ἅμα περισκοποῦντες μή πού τις κεῖται καὶ τῶν οἰκείων ʽδειναὶ γὰρ αἱ ψυχαὶ περὶ τοῖς φιλτάτοις τὰ δεινότεα μαντεύεσθαἰ, γυναίῳ προστυγχάνουσι πρεσβυτικῷ, σώματι τῶν ἐγχωρίων προσπεφυκότι καὶ παντοίους ἐγείροντι θρήνους. ἔγνωσαν οὖν ἐπιχειρεῖν τι παρὰ τῆς πρεσβύτιδος, εἰ οἷόν τε, ἐκμανθάνειν. καὶ παρακαθισάμενοι πρῶτα μὲν παραμυθεῖσθαί τε καὶ καταστέλλειν τὸν ἄγαν θρῆνον ἐπειρῶντο, ἔπειτα προσιεμένης, ὅν τινα πενθοίη καὶ τίς ὁ πόλεμος ἠρώτων, τοῦ Καλασίριδος πρὸς τὸ γύναιον αἰγυπτιάζοντος. ἣ δὲ ἔλεγεν

p.173
ἅπαντα ἐπιτέμνουσα ἐφ̓ υἱῷ μὲν εἶναι κειμένῳ τὸ πένθος, καὶ ἐπιτετηδευκέναι τὴν εἰς τοὺς νεκροὺς ἄφιξιν, εἴ πῄ τις διελάσας τοῦ ζῆν ἀπαλλάξειε, τέως μέντοι τὰ νομιζόμενα τῷ παιδὶ ἐκ τῶν ἐνόντων, δακρύουσάν τε καὶ θρηνοῦσαν, ἐπιφέρειν.

τὸν δὲ πόλεμον ἔλεγεν ὧδε.

ἤγετο ξένος νεανίας τις, κάλλει τε καὶ μεγέθει διαφέρων, ὡς Ὀροονδάτην τὸν μεγάλου βασιλέως ὕπαρχον εἰς τὴν Μέμφιν. ἀπέσταλτο δέ, οἶμαι, παρὰ Μιτράνου τοῦ φρουράρχου ληφθεὶς αἰχμάλωτος, ὥς τι τῶν μεγίστων δώρων, ὡς φασί. τοῦτον οἱ τῆς κώμης τῆς ἡμετέρας ταυτησί, δείξασα τὴν ἐχομένην, ἐπελθόντες ἀφείλοντο, γνωρίζειν εἴτ̓ οὖν ἀληθεύοντες εἴτε καὶ πρόφασιν πλάσαντες. ὁ δὴ Μιτράνης ταῦτα πυθόμενος, καὶ κατὰ τὸ εἰκὸς ἀγανακτήσας, ἐπιστρατεύει τῇ κώμῃ δυσὶ ταύταις πρότερον ἡμέραις. καὶ ἔστι γὰρ μαχιμώτατον ἡ κώμη γένος, βίον ἀεὶ τὴν λῃστείαν πεποιημένοι καὶ θανάτου παντὸς ὑπερόπται, καὶ πολλὰς δὴ διὰ τοῦτο πολλάκις, ἄλλας τε κἀμὲ τὸ παρόν, ἀνδρῶν τε καὶ παίσων χηρώσαντες: ἐπειδὴ τὴν ἔφοδον ἐσομένην ἐτεκμήραντο, προλοχίζουσί τέ τινας ἐνέδρας, καὶ δεξάμενοι τοὺς ἐναντίους ἐπικρατέστεροι γίνονται, οἳ μὲν κατὰ στόμα καὶ ἐκ τοῦ εὐθέος μαχόμενοι, οἳ δὲ κατόπιν ἐκ τῶν λόχων ἀπροφυλάκτοις σὺν βοῇ τοῖς Πέρσαις ἐπελθόντες. καὶ πίπτει μὲν ὁ Μιτράνης ἐν πρώτοις μαχόμενος, πίπτουσι δὲ σὺν αὐτῷ σχεδόν τι πάντες οἷα δὴ κυκλωθέντες καὶ οὐδὲ φυγῆς τόπον εὐμοιρήσαντες. πίπτουσι δὲ καὶ τῶν ἡμετέρων ὀλίγοι, καὶ γίνεται τῶν ὀλίγων βαρείᾳ βουλήσει δαίμονος καὶ ὁ παῖς ὁ ἐμός, βέλει Περσικῷ πρὸς τὰ στέρνα, ὡς ὁρᾶτε, βληθείς. καὶ νῦν ἡ ἀθλία τὸν μὲν θρηνῶ κείμενον, τὸν δὲ ἔτι μοι μόνον παῖδα λειπόμενον ἔοικα θρηνήσειν, ἐκστρατεύσαντος

p.174
κἀκείνου τῇ προτεραίᾳ μετὰ τῶν λοιπῶν ἐπὶ τὴν Μεμφιτῶν πόλιν.

ἐπυνθάνετο καὶ τὴν αἰτίαν τῆς ἐκστρατείας ὁ Καλάσιρις: καὶ ἡ γραῦς, ἀκηκοέναι παρὰ τοῦ λειπομένου παιδὸς προστιθεῖσα, ἔλεγε, διότι στρατιώτας βασιλείους καὶ φρούραρχον μεγάλου βασιλέως ἀνελόντες ἐπὶ μὴ πεπραγμένοις καλῶς εἶδον ἐκεῖνο καλῶς, μὴ εἰς μικρὸν αὐτοῖς ἀλλ̓ εἰς τὸν περὶ τῶν ὅλων κίνδυνον τὸ πρᾶγμα τελευτήσειν, Ὀροονδάτου τοῦ κατὰ τὴν Μέμφιν ὑπάρχου πλείστῃ τε χειρὶ πεφραγμένου, καὶ αὐτίκα, εἰ πύθοιτο, κατὰ πρώτην ἔφοδον σαγηνεύσοντος τὴν κώμην καὶ πανολεθρίᾳ τῶν ἐνοικούντων τὴν δίκην εἰσπράξοντος. οἷα δὴ οὖν τὸν περὶ τῶν ὅλων ἀναρριπτοῦντες κίνδυνον, ἔγνωσαν μεγάλα τολμήματα μείζοσιν, εἰ δύναιντ̓, ἰάσασθαι, καὶ φθῆναι τὴν Ὀροονδάτου παρασκευήν, ἀπροσδόκητοί τε ἐπεισπεσόντες ἢ προσανελεῖν κἀκεῖνον, εἰ κατὰ τὴν Μέμφιν ὄντα καταλάβοιεν, ἢ εἴπερ ἐκδημῶν τυγχάνοι, πολέμου τινὸς αὐτόν, ὡς φασίν, Αἰθιοπικοῦ τὰ νῦν ἀπασχολοῦντος, ῥᾷόν τε τὴν πόλιν παραστήσασθαι τῶν ὑπερμαχομένων ἔρημον, καὶ αὐτοί τε ἐκτὸς κινδύνου γενέσθαι τὸ παρόν, καὶ προσκατορθώσειν τῷ Θυάμιδι λῃστάρχῳ τῷ σφῶν τὴν τὴν τῆς προφητείας ἱερωσύνην, οὐ κατὰ νόμον παῤ ἀδελφοῦ νεωτέρου κατεχομένην, ἀνακομίσασθαι: ἢ εἴπερ καὶ ἀποτυγχάνειν συμβαίνοι, πολέμου γοῦν ἔργον μαχομένους γενέσθαι, μηδὲ ἄλλως ἁλῶναι καὶ ταῖς Περσικαῖς αἰκίαις καὶ ὕβρεσιν ἐκκεῖσθαι.

ἀλλ̓ ὦ ξένοι, ποῖ δὴ τὸ νῦν ἀφίξεσθε; εἰς τὴν κώμην, ὁ Καλάσιρις εἶπεν. ἣ δέ, οὐκ ἀσφαλὲς ὑμῖν, ἔφη, τῆς τε ὥρας ἀωρὶ καὶ οὐδὲ γνωριζομένοις, ἐπιμῖξαι τοῖς ὑπολειπομένοις. ἀλλ̓ εἰ ξεναγοίης, ἔφη ὁ Καλάσιρις, οὐκ ἀπ̓ ἐλπίδος ἡμῖν καὶ τὰ τῆς ἀσφαλείας. οὔ μοι καιρός,

p.175
ἀπεκρίνατο ἡ πρεσβῦτις: νυκτερινοὺς γάρ τινας ἐναγισμοὺς ἐπιτελέσαι μοι πρόκειται. ἀλλ̓ εἰ δὴ φορητὸν ὑμῖν ʽἐπάναγκες δὲ καὶ μὴ βουλομένοισ̓, αὐτοῦ που καὶ τῶν νεκρῶν ἐν καθαρῷ μικρὸν ἀναχωρήσαντες τὴν μὲν νύκτα ἐγκαρτερήσατε, τὴν ἕω δὲ ὑμῖν πρόξενος ἐγὼ τῆς ἀδείας ξεναγοῦσα γενήσομαι.

ταῦτα εἰπούσης ὁ Καλάσιρις ἅπαντα πρὸς τὴν Χαρίκλειαν φράσας καὶ παραλαβὼν μεθίστατο. καὶ μικρὸν ὅσον τοὺς κειμένους ὑπερβάντες βουνῷ τινὶ χαμαιζήλῳ προστυγχάνουσι. κἀνταῦθα ὃ μὲν κατέκλινεν ἑαυτόν, τῇ κεφαλῇ τὴν φαρέτραν ὑποθέμενος, ἡ Χαρίκλεια δὲ καθῆστο, τὴν πήραν εἰς καθέδραν ποιησαμένη. ἄρτι δὲ τῆς σεληναίας ἀνισχούσης καὶ φωτὶ λαμπρῷ τὰ πάντα καταυγαζούσης ʽτρίτη γὰρ μετὰ πανσέληνον ἐτύγχανεν̓ ὁ μὲν Καλάσιρις, οἷα δὴ πρεσβυτικός τε ἄλλως καὶ πρὸς τῆς ὁδοιπορίας κεκοπωμένος, ὕπνῳ κατείχετο, ἡ Χαρίκλεια δὲ ὑπὸ τῶν συνεχόντων φροντισμάτων διαγρυπνοῦσα σκηνῆς τινὸς οὐκ εὐαγοῦς μέν, ταῖς δὲ Αἰγυπτίαις ἐπιχωριαζούσης θεωρὸς ἐγίνετο. ἡ γὰρ πρεσβῦτις ἀνενοχλήτου καὶ ἀκατόπτου σχολῆς ἐπειλῆφθαι νομίσασα πρῶτα μὲν βόθρον ὠρύξατο, ἔπειτα πυρκαϊὰν ἐκ θατέρου μέρους ἐξῆψε. καὶ μέσον ἀμφοῖν τὸν νεκρὸν τοῦ παιδὸς προθεμένη, κρατῆρα τε ὀστρακοῦν ἔκ τινος παρακειμένου τρίποδος ἀνελομένη, μέλιτος ἐπέχει τῷ βόθρῳ, καὶ αὖθις ἐξ ἑτέρου γάλακτος, καὶ οἴνου ἐκ τρίτου ἐπέσπενδεν. εἶτα πέμμα στεάτινον εἰς ἀνδρὸς μίμημα πεπλασμένον δάφνῃ καὶ μαράθρῳ καταστέψασα εἰς τὸν βόθρον ἐνέβαλεν. ἐφ̓ ἅπασι δὲ ξίφος ἀνελομένη καὶ πρὸς τὸ ἐνθουσιῶδες σοβηθεῖσα, καὶ πολλὰ πρὸς τὴν σεληναίαν βαρβάροις τε καὶ ξενίζουσι τὴν ἀκοὴν ὀνόμασι κατευξαμένη, τὸν βραχίονα ἐντεμοῦσα καὶ δάφνης ἀκρέμονι τοῦ αἵματος ἀποψήσασα τὴν πυρκαϊὰν

p.176
ἐπεψέκαζεν. ἄλλα τε ἄττα τερατευσαμένη πρὸς τούτοις, ἐπὶ τὸν νεκρὸν τοῦ παιδὸς προκύψασα καί τινα πρὸς τὸ οὖς ἐπᾴδουσα ἐξήγειρέ τε καὶ ὀρθὸν ἑστάναι τῇ μαγγανείᾳ κατηνάγκαζεν. ἡ Χαρίκλεια δὴ οὖν οὐδὲ τὰ πρῶτα ἀδεῶς κατοπτεύουσα, τότε δὴ καὶ ὑπέφριττε, καὶ πρὸς τῶν γινομένων ἀήθων ἐκδειματωθεῖσα τὸν Καλάσιριν ἀφύπνιζέ τε καὶ θεατὴν γενέσθαι τῶν δρωμένων παρεσκεύαζεν. αὐτοὶ μὲν οὖν, ἅτε ἐν σκότῳ διάγοντες, οὐχ ἑωρῶντο, κατώπτευον δὲ τὰ ἐν τῷ φωτὶ καὶ πρὸς τῇ πυρκαϊᾷ ῥᾷον, καὶ τῶν λεγομένων οὐ πόρρωθεν ὄντες ἐπηκροῶντο, τῆς γραὸς ἤδη καὶ γεγωνότερον ἐκπυνθανομένης παρὰ τοῦ νεκροῦ. καὶ ἦν ἡ πεῦσις, εἴπερ ὁ ἀδελφὸς μὲν ὁ ἐκείνου παῖς δὲ αὐτῆς ὁ λειπόμενος ἐπανήξει περισωθείς. ὃ δὲ ἀπεκρίνατο μὲν οὐδέν, ἐπινεύσας δὲ μόνον, καὶ τῇ μητρὶ τὰ κατὰ γνώμην ἐλπίζειν ἀμφιβόλως ἐνδούς, κατηνέχθη τε ἀθρόον καὶ ἔκειτο ἐπὶ πρόσωπον. ἣ δὲ ἐπέστρεφέ τε τὸ σῶμα πρὸς τὸ ὕπτιον, καὶ οὐκ ἀνίει τὴν πεῦσιν, ἀλλὰ βιαιοτέραις, ὡς ἐῴκει, ταῖς κατανάγκαις πολλὰ τοῖς ὠσὶν αὖθις ἐπᾴδουσα, καὶ μεθαλλομένη ξιφήρης ἄρτι μὲν πρὸς τὴν πυρκαϊὰν ἄρτι δὲ ἐπὶ τὸν βόθρον, ἐξήγειρέ τε αὖθις καὶ ὀρθωθέντος περὶ τῶν αὐτῶν ἐξεπυνθάνετο, μὴ νεύμασι μόνον ἀλλὰ καὶ φωνῇ τὴν μαντείαν ἀρισήμως δηλοῦν ἐπαναγκάζουσα. καὶ τῆς πρεσβύτιδος ἐν τούτοις οὔσης, ἡ Χαρίκλεια πολλὰ τὸν Καλάσιριν καθικέτευε τοῖς γινομένοις πλησιάσαντας πυνθάνεσθαί τι καὶ αὐτοὺς περὶ τοῦ Θεαγένους. ὃ δὲ παρῃτεῖτο, φάσκων καὶ τὴν θέαν οὐκ εὐαγῆ μέν, κατ̓ ἀνάγκην δ̓ οὖν ὅμως γινομένην ἀνέχεσθαι: εἶναι γὰρ οὐ προφητικὸν οὔτε ἐπιχειρεῖν οὔτε παρεῖναι ταῖς τοιαῖσδε πράξεσιν, ἀλλὰ τὸ μαντικὸν τούτοις μὲν ἐκ θυσιῶν ἐννόμων καὶ εὐχῶν καθαρῶν παραγίνεσθαι, τοῖς δὲ βεβήλοις καὶ
p.177
περὶ γῆν τῷ ὄντι καὶ σώματα νεκρῶν εἰλουμένοις οὕτως ὡς τὴν Αἰγυπτίαν ὁρᾶν ἡ τοῦ καιροῦ περίπτωσις ἐνδέδωκε.

καὶ ἔτι λέγοντος ὁ νεκρός, οἷον ἐκ μυχοῦ τινὸς ἢ σπηλαίου φαραγγώδους βαρύ τι καὶ δυσηχὲς ὑποτρίζων, ἐγὼ μέν, ἔφη, σοῦ τὰ πρῶτα ἐφειδόμην, ὦ μῆτερ, καὶ παρανομοῦσαν εἰς τὴν ἀνθρωπείαν φύσιν καὶ τοὺς ἐκ μοιρῶν θεσμοὺς ἐκβιαζομένην καὶ τὰ ἀκίνητα μαγγανείαις κινοῦσαν ἠνεχόμην: σώζεται γὰρ ἡ περὶ τοὺς φύντας αἰδώς, ἐφ̓ ὅσον οἷόν τε, καὶ ἐν τοῖς ἀποιχομένοις: ἀλλ̓ ἐπειδὴ καὶ ταύτην ἀναιρεῖς τὸ κατὰ σαυτὴν καὶ ἐλαύνεις, οὐκ ἀθεμίτοις μόνον τὴν ἀρχὴν ἐπιχειρήσασα ἀλλ̓ ἤδη καὶ εἰς ἄπειρον τὸ ἀθέμιτον ἐπεξάγουσα, οὐκ ὀρθοῦσθαι μόνον καὶ νεύειν ἀλλὰ καὶ φθέγγεσθαι σῶμα νεκρὸν ἐκβιαζομένη, κηδείας μὲν τῆς ἐμῆς ἀμελοῦσα καὶ ταῖς λοιπαῖς ἐπιμίγνυσθαι ψυχαῖς ἐμποδίζουσα, χρείας δὲ μόνης γενομένη τῆς σῆς, ἄκουε ταῦθ̓ ἃ πάλαι σοι μηνύειν ἐφυλαττόμην. οὔτε ὁ παῖς σοι περισωθεὶς ἐπανήξει, οὔτε αὐτὴ τὸν ἀπὸ ξίφους ἐκφεύξῃ θάνατον, ἀλλ̓ οἷα δὴ τὸν σαυτῆς βίον ἐν οὕτως ἀθέσμοις πράξεσι καταναλώσασα, τὴν ἀποκεκληρωμένην πᾶσι τοῖς τοιούτοις βιαίαν οὐκ εἰς μακρὰν ὑποστήσῃ τελευτήν: ἥτις πρὸς τοῖς ἄλλοις οὐδὲ ἐπὶ σαυτοῦ τὰ οὕτως ἀπόρρητα καὶ σιγῇ καὶ σκότῳ φυλαττόμενα μυστήρια δρᾶν ὑπέμεινας, ἀλλ̓ ἤδη καὶ ἐπὶ μάρτυσι τοιούτοις τὰς τῶν κειμένων ἐξορχῇ τύχας, ἑνὶ μὲν προφήτῃ — καὶ τοῦτο μὲν ἔλαττον: σοφὸς γὰρ τὰ τοιαῦτα σιγῇ πρὸς τὸ ἀνεκλάλητον ἐπισφραγίσασθαι, καὶ ἄλλως θεοῖς φίλος: τοὺς γοῦν παῖδας εἰς τὸν δἰ αἵματος ἀγῶνα ξιφήρεις καθισταμένους καὶ μονομαχήσειν μέλλοντας ἀποκωλύσει τε καὶ παύσει φανείς, εἴπερ ἐπισπεύσειεν. ἀλλ̓ ὃ δὴ βαρύτερον, ὅτι καὶ κόρη τις τῶν ἐπ̓ ἐμοὶ γίνεται

p.178
θεωρὸς καὶ πάντων ἐπακροᾶται, γύναιον ὑπ̓ ἔρωτος σεσοβημένον, καὶ πᾶσαν ὡς εἰπεῖν ἐρωμένου τινὸς ἐπὶ γῆν ἕνεκεν ἀλώμενον, ᾧ μετὰ μυρίους μὲν μόχθους μυρίους δὲ κινδύνους, γῆς ἐπ̓ ἐσχάτοις ὅροις, τύχῃ σὺν λαμπρᾷ καὶ βασιλικῇ συμβιώσεται.

τούτων εἰρημένων ὃ μὲν ἔκειτο καταρραγείς, ἡ γραῦς δὲ συνεῖσα τοὺς ξένους εἶναι τοὺς κατασκόπους, ὡς εἶχε σχήματος, ξιφήρης τε καὶ ἐμμανὴς ἐπ̓ αὐτοὺς ἵεται, καὶ κατὰ πᾶν μέρος τῶν κειμένων ἐφέρετο, τοῖς νεκροῖς ἐγκεκρύφθαι αὐτοὺς ὑποπτεύουσα, γνώμην δὲ ποιουμένη διαχρήσασθαι, εἰ ἀνεύροι, ὡς ἐπιβούλως τε καὶ πρὸς ἐναντίου τοῖς αὐτῆς μαγγανεύμασι κατασκόπους γεγενημένους, ἕως ἀπερίσκεπτον ὑπὸ θυμοῦ τὴν κατὰ τοὺς νεκροὺς ἔρευναν ποιουμένη, ἔλαθεν ὠρθωμένῳ κλάσματι δόρατος κατὰ τοῦ βουβῶνος περιπαρεῖσα.

καὶ ἣ μὲν ἔκειτο, τὴν ἐκ τοῦ παιδὸς μαντείαν οὕτω παρὰ πόδας ἐν δίκῃ πληρώσασα: ὁ δὲ Καλάσιρις καὶ ἡ Χαρίκλεια παρὰ τοσοῦτον ἐλθόντες κινδύνου, καὶ ἅμα μὲν τῶν παρόντων φόβων ἐκτὸς ἑαυτοὺς ποιούμενοι, ἅμα δὲ τῶν μαντευθέντων ἕνεκεν ἐπισπεύδοντες, τῆς ἐπὶ τὴν Μέμφιν ὁδοῦ σπουδαιότερον εἴχοντο. καὶ δὴ καὶ ἐπλησίαζον τῇ πόλει τῶν ἐκ τῆς νεκυίας μεμαντευμένων ἤδη κατ̓ αὐτὴν τελουμένων. ὡς γὰρ ὁ Θύαμις τὸ ἀπὸ τῆς Βήσσης λῃστρικὸν ἐπάγων ἐφίστατο, οἱ μὲν κατὰ τὴν Μέμφιν ὀλίγον ὅσον ἔφθησαν τὰς πύλας ἐπικλεισάμενοι, στρατιώτου τινὸς τῶν ὑπὸ Μιτράνην διαδράντων τὴν κατὰ τὴν Βῆσσαν μάχην προϊδόντος τε τὴν ἔφοδον καὶ τοῖς ἐν τῷ ἄστει προμηνύσαντος, ὁ δὲ Θύαμις περί τι μέρος τοῦ τείχους τὰ ὅπλα καταθέσθαι κελεύσας διανέπαυέ τε ἅμα ἐκ συντόνου τῆς ὁδοιπορίας τὸν στρατόν, καὶ ὡς πολιορκήσων δῆθεν ἐποιεῖτο γνώμην.

p.179
οἱ δὲ κατὰ τὴν πόλιν πρότερον μὲν ὡς πλῆθος τὸ ἐπιὸν καταδείσαντες, ἀπὸ δὲ τῆς ἐκ τῶν τειχῶν κατασκοπῆς ὀλίγους εἶναι τοὺς ἐπελθόντας καταγνόντες, ὥρμησαν μὲν καὶ αὐτίκα, τοὺς ἐγκαταλελειμμένους ὀλίγους εἰς φρουρὰν τῆς πόλεως τοξότας τε καὶ ἱππέας ἀναλαβόντες καὶ τὸν ἀστικὸν δῆμον τοῖς προστυχοῦσιν ἐξοπλίσαντες, ἐξελθεῖν τε καὶ συμπεσεῖν εἰς μάχην τοῖς ἐναντίοις: πρεσβυτικοῦ δέ τινος καὶ τῶν ἐπὶ δόξης διακωλύσαντος, καὶ ἐκδιδάξαντος διότι καὶ εἰ τὸν σατράπην Ὀροονδάτην ἀπεῖναι συμβαίνει τὰ νῦν ἐπὶ τὸν Αἰθιοπικὸν ἐκστρατεύσαντα πόλεμον, ἀλλὰ Ἀρσάκῃ γοῦν τῇ ἐκείνου γαμετῇ δίκαιον πρότερον ἀνακοινοῦσθαι τὴν πρᾶξιν, ὡς ἂν μετὰ γνώμης τῆς ἐκείνης τὸ εὑρισκόμενον κατὰ τὴν πόλιν στρατιωτικὸν ῥᾷόν τε συλλαμβάνοι καὶ προθυμότερον, ἐδόκει τε ταῦτα καλῶς εἰρῆσθαι, καὶ ἐπὶ τὰ βασίλεια πάντες ὥρμησαν, ταῦτα ἐχόντων εἰς κατοίκησιν τῶν σατραπῶν βασιλέως μὴ παρόντος.

ἡ δὲ Ἀρσάκη τὰ μὲν ἄλλα καλή τε ἦν καὶ μεγάλη καὶ συνεῖναι δραστήριος, τό τε φρόνημα ἐξ εὐγενείας ὑπέρογκος, καὶ οἷον εἰκὸς τὴν ἀδελφὴν βασιλέως τοῦ μεγάλου γεγονυῖαν, ἄλλως δὲ τὸν βίον ἐπίμωμος καὶ ἡδονῆς παρανόμου καὶ ἀκρατοῦς ἐλάττων. πρὸς γοῦν ἄλλοις καὶ τῷ Θυάμιδι παραιτία τῆς ἐκ Μέμφεως τότε φυγῆς ἐγεγόνει. ἄρτι γὰρ τοῦ Καλασίριδος διὰ τὰ ἐκ θεῶν αὐτῷ περὶ τῶν παίδων προθεσπισθέντα τῆς Μέμφεως ἑαυτὸν λάθρᾳ πάντων ἐξοικίσαντος, καὶ ἀφανοῦς ὄντος ἢ καὶ ἀπολωλέναι δοκοῦντος, τοῦ δὲ Θυάμιδος, ὡς ἂν πρεσβυτέρου παιδός, ἐπὶ τὴν προφητείαν κληθέντος καὶ τὰς εἰσιτηρίους θυσίας πανδημεὶ τελοῦντος, ἐντυχοῦσα κατὰ τὸν νεὼν τῆς Ἴσιδος ἡ Ἀρσάκη νεανίσκῳ χαρίεντι καὶ ἀκμάζοντι καὶ πρὸς τῆς ἐν χερσὶ πανηγύρεως πλέον ὡραϊσμένῳ ὀφθαλμούς τε ἐπέβαλεν οὐ

p.180
σώφρονας καὶ νεύματα τῶν αἰσχροτέρων αἰνίγματα. καὶ ταῦτα ὁ μὲν Θύαμις οὐδὲ κατὰ μικρὸν προσίετο, φύσει τε καὶ ἐκ παίδων εὖ πεφυκὼς τὰ εἰς σωφροσύνην: καὶ τὰ πρὸς ἐκείνης δρώμενα πόρρω τε ἦν ὡς ἐδρᾶτο ὑποπτεύειν, καὶ τυχὸν ἄλλως πως γίνεσθαι ὑπετίθετο, τῶν ἱερῶν ὅλος γινόμενος. ὅ γε μὴν ἀδελφὸς αὐτοῦ Πετόσιρις καὶ πάλαι ζηλοτυπίαν ἐπ̓ αὐτῷ νοσῶν τῆς ἱερωσύνης, τάς τε προσβολὰς τῆς Ἀρσάκης παρατηρήσας, ἀφορμὴν εἰς ἐπιβουλὴν τἀδελφοῦ τὴν ἐκείνης οὐκ ἔννομον πεῖραν ἐποιήσατο, καὶ τῷ Ὀροονδάτῃ λάθρᾳ προσιὼν κατεμήνυεν οὐ τὴν ἐκείνης ὄρεξιν μόνον, ἀλλ̓ ἤδη καὶ ὡς ὁ Θύαμις συγκατατίθοιτο προσεπιψευδόμενος. ὃ δὲ ῥᾳδίως πεισθεὶς ἐξ ὧν τὴν Ἀρσάκην προϋπώπτευε, τῇ μὲν κατ̓ οὐδὲν ἠνώχλει, σαφῆ τε ἔλεγχον οὐκ ἔχων, καὶ ἅμα φόβῳ καὶ αἰδοῖ τῇ περὶ τὸ βασίλειον γένος, εἴ τι καὶ ὑπώπτευεν, ἀνέχεσθαι βιαζόμενος: τῷ μέντοι γε Θυάμιδι θάνατον ἐκ προρρήσεως συνεχῶς διαπειλῶν οὐ πρότερον ἀνῆκεν, ἄχρις οὗ τὸν μὲν ἐφυγάδευσε, τὸν Πετόσιριν δὲ εἰς τὴν προφητείαν ἐγκατέστησεν.

ἀλλὰ ταῦτα μὲν χρόνοις ἐγεγόνει προτέροις: τότε δ̓ οὖν ἡ Ἀρσάκη τοῦ πλήθους ἐπὶ τὴν οἴκησιν αὐτῆς συρρυέντος, καὶ τήν τε ἔφοδον τῶν ἐναντίων δηλοῦντος ἤδη καὶ αὐτῇ προῃσθημένῃ, καὶ τοῖς οὖσι τῶν στρατιωτῶν ἐπιτρέψαι συνεξελθεῖν αὐτοῖς αἰτοῦντος, οὐκ ἂν ἔφη ταῦτα προχείρως οὕτως ἐπιτρέψειν, οὔπω μὲν τὸ πλῆθος τῶν πολεμίων ὅσον, οὔπω δὲ οἵτινές εἰσιν ἢ πόθεν εἰδυῖα, καὶ πρός γε, οὐδὲ τὴν πρόφασιν δἰ ἣν ἐπεληλύθασι γινώσκουσα. χρῆναι οὖν ἄχρι τῶν τειχῶν διαβῆναι πρότερον, καὶ ἅπαντα ἐκεῖθεν κατοπτεύσαντας καὶ ἄλλους συλλαβόντας, οὕτω τοῖς δυνατοῖς καὶ λυσιτελοῦσιν ἐπιχειρεῖν. ἐδόκει καλῶς εἰρῆσθαι, καὶ

p.181
ὥρμησαν ὡς εἶχον ἐπὶ τὸ τεῖχος. ἔνθα σκηνὴν ὑπὸ ἁλουργοῖς καὶ χρυσοϋφέσι παραπετάσμασιν ἐκ προστάγματος ἡ Ἀρσάκη πηξαμένη, πολυτελῶς τε αὑτὴν καλλωπίσασα καὶ ἐφ̓ ὑψηλῆς καθέδρας προκαθίσασα, τούς τε σωματοφύλακας ἐν ὅπλοις ὑποχρύσοις περιστήσασα, κηρύκειόν τε εἰς εἰρηνικῶν διαλέξεων σύμβολον ἀναδείξασα, τοὺς πρώτους καὶ ἐπιδόξους τῶν ἐναντίων πλησίον ἥκειν τοῦ τείχους προύτρεπεν. ὡς δὲ ὁ Θύαμις καὶ ὁ Θεαγένης αἱρεθέντες ὑπὸ τοῦ πλήθους ἀφίκοντο καὶ ἔστησαν ὑπὸ τῷ τείχει, τὰ μὲν ἄλλα ὡπλισμένοι, γυμνοὶ δὲ τοῦ κράνους, ὁ κῆρυξ τάδε ἔλεγεν. Ἀρσάκη λέγει πρὸς ὑμᾶς, Ὀροονδάτου μὲν τοῦ πρώτου σατράπου γυνή, μεγάλου δὲ βασιλέως ἀδελφή: τί βουλόμενοι καὶ τίνες ὄντες, ἢ τίνα αἰτίαν ἐπάγοντες, τὴν ἔφοδον ἐτολμήσατε; οἳ δὲ τὸ μὲν πλῆθος εἶναι Βησσαέων ἀπεκρίναντο, ἑαυτὸν δὲ ὁ Θύαμις ὅστις εἴη, καὶ ὅτι παρανομηθεὶς ὑπό τε τοῦ ἀδελφοῦ Πετοσίριδος καὶ Ὀροονδάτου, τῆς τε προφητείας ἐξ ἐπιβουλῆς ἀφαιρεθείς, ἐπὶ ταύτην ὑπὸ Βησσαέων κατάγοιτο. καὶ εἰ μὲν ἀπολαμβάνοι τὴν ἱερωσύνην, εἰρήνην τε εἶναι, καὶ Βησσαέας εἰς τὴν οἰκείαν ἐπανήξειν οὐδενὶ κατ̓ οὐδὲν λυμηναμένους: εἰ δὲ μή, πολέμῳ κριτῇ καὶ τοῖς ὅπλοις: ἐπιτρέψειν. χρῆναι δὲ καὶ Ἀρσάκην, εἴπερ τι διανοεῖται τῶν προσηκόντων, εἰς καιρὸν τῆς εἰς αὐτὴν ἐπιβουλῆς ἐκ Πετοσίριδος τὴν ἄμυναν εἰσπράττεσθαι, καὶ τῶν ἀθεμίτων διαβολῶν, ἃς ψευδῶς πρὸς Ὀροονδάτην ποιησάμενος ἐκείνῃ μὲν πρὸς τὸν ἄνδρα παρανόμου καὶ αἰσχρᾶς ἐπιθυμίας ὑποψίαν, αὐτῷ δὲ τὴν ἐκ τῆς πατρίδος φυγὴν ἐπιβεβληκὼς τυγχάνοι.

πρὸς ταῦτα διεταράχθη μὲν καὶ σύμπαν τὸ Μεμφιτῶν πλῆθος, τόν τε Θύαμιν ἀναγνωρίζοντες, καὶ τῆς ἀπροσδοκήτου φυγῆς αὐτῷ τὴν αἰτίαν ἐν ἀρχῇ μὲν καὶ

p.182
ἡνίκα ἐγίνετο ἀγνοήσαντες, ἐκ δὲ τῶν λεχθέντων δἰ ὑποψίας τε ἄγοντες καὶ ἀλήθειαν εἶναι πιστεύοντες

ἡ δὲ Ἀρσάκη πλέον ἢ σύμπαντες συνεχύθη τὴν διάνοιαν καὶ κλύδωνι φροντισμάτων περιεστοίχιστο. θυμοῦ μὲν γὰρ ἐπὶ τὸν Πετόσιριν πληρουμένη, καὶ πρὸς τὰ πάλαι συμβάντα τὴν διάνοιαν ἀναπεμπάζουσα, ὅπως ἂν τιμωρήσαιτο συνετάττετο: τὸν δὲ Θύαμιν ὁρῶσα, καὶ αὖθις τὸν Θεαγένην, διεσπᾶτο τὴν διάνοιαν καὶ ἐμερίζετο εἰς τὴν πρὸς ἑκάτερον ἐπιθυμίαν, ἔρωτα ἐπ̓ ἀμφοτέροις τὸν μὲν ἀνανεουμένη, τὸν δὲ δριμύτερον ἄρτι τῇ ψυχῇ καταβαλλομένη, ὥστε οὐδὲ τοὺς περιεστηκότας ἔλαθεν ἀδημονοῦσα. πλὴν ἀλλὰ μικρὸν διαλιποῦσα, καὶ ὥσπερ εἰ ἐξ ἐπιλήψεως ἑαυτὴν ἀναλαβοῦσα, πολέμου μέν, ὦ βέλτιστοι, ἔφη, μανίαν ἐνοσήσατε, πάντες μὲν Βησσαεῖς, οὐχ ἥκιστα δὲ ὑμεῖς, ἀκμαῖοι καὶ χαρίεντες οὕτω νεανίαι καὶ εὖ γεγονότες, ὡς γινώσκω τε καὶ εἰκάζειν πάρεστιν, εἰς προῦπτον κίνδυνον, ὑπὲρ λῃστῶν καὶ ταῦτα, ἑαυτοὺς καθέντες, οὐδὲ πρὸς τὴν πρώτην προσβολήν, εἰ μάχης δεήσειεν, ἀρκέσοντες: μὴ γὰρ οὕτω τὰ μεγάλου βασιλέως ἀσθενήσειεν ὡς, εἰ καὶ τὸν σατράπην ἀπεῖναι συμβαίνει, μὴ διὰ τῶν λειψάνων γοῦν τῆς ἐνταῦθα στρατιᾶς ἅπαντας ὑμᾶς σαγηνευθῆναι. ἀλλ̓ οὐδέν, οἶμαι, δεῖ τρίβεσθαι τοὺς πολλούς, καὶ τῆς κατὰ τὴν ἔφοδον προφάσεως ἰδίας τινῶν οὔσης, ἀλλ̓ οὐ δημοσίας οὐδὲ κοινῆς, μὴ οὐχὶ καὶ ἰδίᾳ τὴν ἀμφισβήτησιν κρίνεσθαι καὶ πέρας τὸ ἐκ θεῶν τε καὶ δίκης αὐτῆς ὁρισθησόμενον ἐκδέχεσθαι. δοκεῖ δή μοι, ἔφη, καὶ προστάττω τοὺς μὲν ἄλλους Μεμφιτῶν τε καὶ Βησσαέων ἡσύχους εἶναι, μηδὲ ἀπροφάσιστον ἀλλήλοις ἐπιφέρειν πόλεμον, τοὺς δὲ τῆς προφητείας ἀμφισβητοῦντας πρὸς ἀλλήλους μονομαχήσαντας ἔπαθλον τῷ νικῶντι προθέσθαι τὴν ἱερωσύνην.

p.183

ταῦτα τῆς Ἀρσάκης εἰπούσης οἱ μὲν κατὰ τὴν πόλιν ἅπαντες ἀνεβόησαν καὶ τὰ εἰρημένα ἐπῄνουν, ἅμα μὲν εἰς ὑποψίαν μοχθηρᾶς προαιρέσεως κατὰ τοῦ Πετοσίριδος κεκινημένοι, ἅμα δὲ καὶ τὸν ἐν ὀφθαλμοῖς καὶ ὅσον οὔπω προσδοκώμενον κίνδυνον αὐτός τις ἕκαστος εἰς τὸν δἰ ἑτέρων ἀγῶνα διώσασθαι δοκιμάζων: οἱ πολλοὶ δὲ Βησσαέων ἐῴκεσαν οὐκ ἀρεσκομένοις οὐδὲ ἐκδοῦναι προκινδυνεύειν σφῶν τὸν ἔξαρχον βουλομένοις, ἄχρις ὁ Θύαμις ἔπεισε συγκαταθέσθαι, τό τε ἀσθενὲς καὶ τὴν εἰς πολέμους ἀπειρίαν τοῦ Πετοσίριδος καταμηνύων, καὶ ὡς ἐκ πολλοῦ τοῦ περιόντος ἔσται αὐτῷ τὰ τῆς μάχης ἐπιθαρρύνων. ἅπερ, ὡς ἔοικε, καὶ ἡ Ἀρσάκη λαβοῦσα ἐνθύμιον τὴν μονομαχίαν προύθηκεν, ἀνύποπτον ἑαυτῇ κατορθωθήσεσθαι τὸν σκοπὸν συνορῶσα, καὶ ὡς ὁ Πετόσιρις ἀραρότως αὐτῇ δίκην ὑφέξει πρὸς πολλῷ γενναιότερον τὸν Θύαμιν διαγωνιζόμενος. ἦν οὖν καὶ λόγου θᾶττον ὁρᾶν τὰ τῆς προστάξεως περαινόμενα, τοῦ Θυάμιδος προθυμίᾳ πάσῃ τὴν πρόκλησιν ἐπισπεύδοντος, καὶ τὰ λειπόμενα τῶν ὅπλων ἐν κόσμῳ τῷ γινομένῳ γεγηθότως ἀναλαμβάνοντος, πολλὰ καὶ τοῦ Θεαγένους ἐπιθαρσύνοντος, καὶ τό τε κράνος τῇ κεφαλῇ περιτιθέντος εὔλοφόν τε καὶ ὑποχρύσῳ μαρμαρυγῇ πυρσευόμενον, καὶ τἆλλα τῶν ὅπλων πρὸς τὸ ἀσφαλὲς διαδέοντος, τοῦ δὲ Πετοσίριδος καὶ ὑπ̓ ἀνάγκης πυλῶν τε ἐκτὸς ἐκ προστάγματος τῆς Ἀρσάκης ὠθουμένου, πολλά τε εἰς παραίτησιν βοῶντος καὶ πρὸς βίαν ἐξοπλιζομένου. θεασάμενος δὲ αὐτὸν ὁ Θύαμις, ὦγαθέ, ἔφη, Θεάγενες, οὐχ ὁρᾷς ὅπως τῷ δέει πάλλεται ὁ Πετόσιρις; ὁρῶ, ἔφη: ἀλλὰ πῶς χρήσῃ τοῖς προκειμένοις; οὐ γὰρ ἁπλῶς πολέμιος ἀλλὰ καὶ ἀδελφὸς ὁ ἐναντίος. ὃ δέ, εὖ λέγεις, εἶπε, καὶ τοῦ σκοποῦ τῆς ἐμῆς διανοίας ἐστοχασμένως. νικῆσαι δ̓ οὖν θεοῦ νεύοντος,

p.184
οὐκ ἀποκτεῖναι προῄρημαι: μὴ γὰρ οὕτω ποτὲ ὀργὴ καὶ μῆνις ἐφ̓ οἷς προπέπονθα κρατήσειεν, ὡς αἵματος αὐταδέλφου καὶ φόνου καὶ μιάσματος ὁμογαστρίου ἄμυναν μὲν ἐπὶ τοῖς παρελθοῦσι τιμὴν δέ τινα ἐπὶ τοῖς μέλλουσιν ἀλλάξασθαι. γενναίου τὰ ῥήματα, ἔφη ὁ Θεαγένης, καὶ γνωρίζοντος εὖ τὴν φύσιν. ἀλλ̓ ἐμοὶ δῆτα τί παραφυλάττειν ἐπιστέλλεις; καὶ ὅς, ὁ μὲν προκείμενος ἀγὼν εὐκαταφρόνητος: ἀλλ̓ ἐπειδὴ πολλὰ καὶ παράδοξα πολλάκις αἱ κατ̓ ἀνθρώπους τύχαι καινουργοῦσιν, εἰ μὲν κρατοίην, συνεισελεύσῃ τε εἰς τὸ ἄστυ καὶ συνοικήσεις ἐπὶ τοῖς ὁμοίοις, εἰ δέ τι τῶν παῤ ἐλπίδας ἀποβαίνοι, Βησσαέων ἡγήσῃ τούτων, εὔνοιαν πρὸς σὲ πολλὴν ἐχόντων, καὶ τὸν λῃστρικὸν διαθλήσεις βίον, ἕως ἄν τι τέλος τῶν κατὰ σὲ δεξιώτερον ὑποφήνῃ θεός.

ἐπὶ τούτοις ἠσπάζοντό τε ἀλλήλους σὺν δάκρυσιν ἅμα καὶ φιλήμασιν, καὶ ὃ μὲν αὐτοῦ καθῆστο ὡς εἶχε, περισκοπῶν τὸ μέλλον, καὶ τῇ Ἀρσάκῃ παρεῖχεν οὐκ εἰδὼς ἐντρυφᾶν αὐτοῦ τῇ θέᾳ, παντοίως αὐτὸν περισκοπούσῃ καὶ τοῖς ὀφθαλμοῖς τέως ἀπολαύειν τῆς ἐπιθυμίας ἐπιτρεπούσῃ: ὁ δὲ Θύαμις ἐπὶ τὸν Πετόσιριν ὥρμησεν. οὐ μὴν ὑπέστη γε ἐκεῖνος τὴν ἔφοδον, ἀλλὰ παρὰ τὴν πρώτην κίνησιν εἰς φυγὴν τραπεὶς ἐπὶ τὰς πύλας, εἰσφρῆσαι εἰς τὸ ἄστυ προθυμούμενος. ἀλλ̓ ἠνύετο οὐδέν, ὑπὸ τῶν ἐφεστώτων ταῖς πύλαις ἀποκρουόμενος, καὶ τῶν ἐπὶ τοῦ τείχους μὴ παραδέχεσθαι καθ̓ ὃ μέρος ὁρμήσειεν ἐπικελευομένων. ἀπεδίδρασκε δή, ὡς εἶχε τάχους, περὶ τὸν κύκλον τοῦ ἄστεος, ἤδη καὶ τὰ ὅπλα ἀποβαλών. συμπαρέθει δὲ κατόπιν καὶ ὁ Θεαγένης, ὑπεραγωνιῶν τε τοῦ Θυάμιδος, καὶ τῶν γινομένων μὴ πάντα ὁρᾶν οὐ φέρων, οὐ μὴν ἔνοπλός γε, τοῦ μή τινα λαβεῖν ὑπόνοιαν ὡς τῷ Θυάμιδι τοῦ ἔργου

p.185
συνεφαψόμενος: ἀλλ̓ ἔνθα καθῆστο τοῦ τείχους ὑπ̓ ὄψει τῆς Ἀρσάκης τὴν ἀσπίδα καὶ τὸ δόρυ καταθέμενος, καὶ ταῦτα περισκοπεῖν αὐτῇ πάλιν ἀνθ̓ ἑαυτοῦ παρασχών, συμπαρωμάρτει τοῖς δρόμοις, οὔτε ἁλισκομένου τοῦ Πετοσίριδος οὔτε κατὰ πολὺ φυγῇ φθάνοντος, ἀλλ̓ ἀεὶ ληφθησομένῳ προσεοικότος, καὶ τοσοῦτον ὑπεκφεύγοντος ὅσον εἰκὸς ἦν τοῦ ἀνόπλου καθυστερεῖν ὡπλισμένον τὸν Θύαμιν. εἰς ἅπαξ μὲν οὖν καὶ δεύτερον οὕτω περιήλασαν τὸ τεῖχος: ἀλλ̓ ὅτε δὴ ὁ τρίτος αὐτοῖς ἠνύετο κύκλος, ἤδη τὸ δόρυ τοῦ Θυάμιδος κατὰ τῶν μεταφρένων τἀδελφοῦ κατασείοντος καὶ μένειν ἢ βεβλῆσθαι διαπειλοῦντος, ἡ πόλις δὲ ὥσπερ ἐκ θεάτρου περιεστῶσα τοῦ τείχους ἠθλοθέτει τὴν θέαν, τότε δή πως εἴτε τι δαιμόνιον εἴτε τύχη τις τἀνθρώπεια βραβεύουσα, καινὸν ἐπεισόδιον ἐπετραγῴδει τοῖς δρωμένοις, ὥσπερ εἰς ἀνταγώνισμα δράματος ἀρχὴν ἄλλου παρεισφέρουσα, καὶ τὸν Καλάσιριν εἰς ἡμέραν καὶ ὥραν ἐκείνην ὥσπερ ἐκ μηχανῆς σύνδρομόν τε καὶ οὐκ εὐτυχῆ θεωρὸν τῷ περὶ ψυχῆς ἀγῶνι τῶν παίδων ἐφίστησι, πολλὰ μὲν ἀνατλάντα καὶ πάντα μηχανησάμενον, φυγάς τε ἑαυτῷ καὶ ἄλας ξενικὰς ἐπιβαλόντα, εἴ πως ἐκκλίνειε τὴν οὕτως ἀπηνῆ θέαν, ἐκνικηθέντα δὲ ὑπὸ τῆς εἱμαρμένης, καὶ ἰδεῖν ἃ πάλαι αὐτῷ οἱ θεοὶ προεθέσπισαν συνελαθέντα, πόρρωθεν μὲν τὰ τῆς διώξεως προκατοπτεύσαντα, ἐκ δὲ τῶν πολλάκις προρρηθέντων τοὺς παῖδας εἶναι τοὺς αὑτοῦ συννοήσαντα, καὶ συντονωτέροις ἢ καθ̓ ἡλικίαν δρόμοις, ἐπὶ τῷ φθῆναι τὴν εἰς τέλος αὐτῶν συμπλοκήν, καὶ τὸ γῆρας βιασάμενον.

ὡς δ̓ οὖν ἐπέστη καὶ πλησίον ἤδη συμπαρέθει, τί ταῦτα ὦ Θύαμι καὶ Πετόσιρι; συνεχῶς ἐβόα. τί ταῦτα ὦ παῖδες; ἀνεκάλει πολλάκις. οἳ δ̓ οὐδέπω τὴν πατρῴαν

p.186
γνωρίζοντες ὄψιν, τοῦ μὲν ἔτι τοῖς πτωχικοῖς ἠμφιεσμένου ῥάκεσιν, αὐτοὶ δὲ ὅλοι τῆς ἀγωνίας ὄντες, ὥς τινα τῶν ἀγυρτῶν ἢ καὶ ἄλλως ἐξεστηκότων παρήμειβον. τῶν δὲ ἐπὶ τοῦ τείχους οἳ μὲν ἐθαύμαζον ὡς ἀφειδοῦντα αὑτοῦ καὶ εἰς ξιφήρεις ἐμβάλλοντα, οἳ δὲ ὡς παραπλῆγα καὶ μάτην φερόμενον ἐγέλων. ἀλλ̓ ὅτε συνεὶς ὁ πρεσβύτης ὑπὸ τῆς εὐτελείας τοῦ σχήματος ἑαυτὸν οὐ γνωριζόμενον ἐγυμνώθη μὲν τῶν ἐπιβεβλημένων ῥακῶν, τὴν δὲ ἱερὰν κόμην ἄδετον οὖσαν καθῆκε, καὶ τὸ κατ̓ ὤμων φορτίον καὶ τὴν ἐν χερσὶ βακτηρίαν ἀπορρίψας ἔστη κατὰ πρόσωπον, καὶ ὤφθη γεραρός τε καὶ ἱεροπρεπής, ὑπώκλασέ τε ἠρέμα, καὶ τὰς χεῖρας εἰς ἱκετηρίαν προτείνας ὦ τέκνα σὺν δάκρυσιν ἀνωλόλυξεν, οὗτος ἐγὼ Καλάσιρις, οὗτος ἐγὼ πατὴρ ὁ ὑμέτερος: αὐτοῦ στῆτε, καὶ τὴν ἐκ μοιρῶν μανίαν στήσατε, τὸν φύντα καὶ ἔχοντες καὶ αἰδεσθέντες, τότε οἳ μὲν παρείθησαν, καὶ κατενεχθῆναι μικρὸν ἀπολιπόντες προσέπιπτον ἄμφω τῷ πατρί, καὶ τοῖς γόνασι περιφύντες, πρῶτα μὲν ἀτενέστερον ἐνορῶντες διηκρίβουν τὸν ἀναγνωρισμόν, ὡς δὲ οὐ φάσμα τὴν ὄψιν ἀλήθειαν δὲ ἐγνώρισαν, πολλὰ ἅμα καὶ ἐξ ἐναντίων ἔπασχον. ἥδοντο ἐπὶ τῷ φύντι σωζομένῳ παῤ ἐλπίδας: ἐφ̓ ᾗ κατελαμβάνοντο πράξει, καὶ ἠνιῶντο καὶ ᾐσχύνοντο: τῆς ἀδηλίας τῶν ἀποβησομένων εἰς ἀγωνίαν καθίσταντο.

καὶ ταῦτα ἔτι τῶν ἐκ τῆς πόλεως θαυμαζόντων, καὶ λεγόντων μὲν οὐδὲν οὐδὲ πραττόντων, ὥσπερ δὲ ἀχανῶν ὑπ̓ ἀγνοίας καὶ τοῖς γεγραμμένοις παραπλησίων πρὸς μόνην τὴν θέαν ἐπτοημένων, ἕτερον ἐγίνετο παρεγκύκλημα τοῦ δράματος ἡ Χαρίκλεια. κατ̓ ἴχνος γὰρ ἐφεπομένη τοῦ Καλασίριδος, καὶ πόρρωθεν ἀναγνωρίσασα τὸν Θεαγένην ʽὀξὺ γάρ τι πρὸς ἐπίγνωσιν ἐρωτικῶν ὄψις, καὶ κίνημα πολλάκις καὶ σχῆμα μόνον, κἂν

p.187
πόρρωθεν ᾖ κἂν ἐκ νώτων, τῆς ὁμοιότητος τὴν φαντασίαν παρέστησεν̓, ὥσπερ οἰστρηθεῖσα ὑπὸ τῆς ὄψεως, ἐμμανὴς ἐπ̓ αὐτὸν ἵεται: καὶ περιφῦσα τοῦ αὐχένος ἀπρὶξ εἴχετο καὶ ἐξήρτητο, καὶ γοεροῖς τισὶ κατησπάζετο θρήνοις. ὃ δέ, οἷον εἰκός, ὄψιν τε ῥυπῶσαν καὶ πρὸς τὸ αἰσχρότερον ἐπιτετηδευμένην ἰδὼν καὶ ἐσθῆτα τετρυχωμένην καὶ κατερρωγυῖαν, ὥσπερ τινὰ τῶν ἀγειρουσῶν καὶ ἀληθῶς ἀλῆτιν διωθεῖτο καὶ παρηγκωνίζετο. καὶ τέλος, ἐπειδὴ οὐ μεθίει, ὡς ἐνοχλοῦσαν καὶ τῇ θέᾳ τῶν ἀμφὶ Καλάσιριν ἐμποδὼν ἱσταμένην καὶ διερράπισεν. ἣ δὲ ὦ Πύθιε πρὸς αὐτὸν ἠρέμα: οὐδὲ τοῦ λαμπαδίου μέμνησαι; καὶ τότε Θεαγένης ὥσπερ βέλει τῷ ῥήματι βληθείς, καὶ τῶν συγκειμένων αὐτοῖς συμβόλων τὸ λαμπάδιον γνωρίσας, ἐνατενίσας τε καὶ ταῖς βολαῖς τῶν ὀφθαλμῶν τῆς Χαρικλείας ὥσπερ ὑπ̓ ἀκτῖνος ἐκ νεφῶν διαττούσης καταυγασθεὶς περιέβαλλέ τε καὶ ἐνηγκαλίζετο.

καὶ τέλος τὸ πρὸς τῷ τείχει σύμπαν μέρος καθ̓ ὃ προκαθῆστο ἡ Ἀρσάκη διοιδουμένη καὶ οὐκ ἄνευ ζηλοτυπίας ἤδη τὴν Χαρίκλειαν θεωμένη, σκηνογραφικῆς ἐπληροῦτο θαυματουργίας.

λέλυτο μὲν ἄθεσμος ἀδελφῶν πόλεμος, καὶ ἀγὼν ὁ δἰ αἵματος κριθήσεσθαι προσδοκώμενος εἰς κωμικὸν ἐκ τραγικοῦ τὸ τέλος κατέστρεφε. πατὴρ τοὺς παῖδας ξιφήρεις ἐπ̓ ἀλλήλους καὶ μονομαχοῦντας θεασάμενος, καὶ τὸν παρὰ τοσοῦτον τῶν τέκνων θάνατον ἐν ὀφθαλμοῖς τοῖς γεννήσασι δυστυχῆσαι κινδυνεύσας, εἰρήνης αὐτοῖς ἐγίνετο πρύτανις, διαδρᾶναι μὲν τὸ προωρισμένον ἐκ μοιρῶν ἀδυνατήσας, εἰς καιρὸν δὲ ἐπιστῆναι τοῖς ἀποκεκληρωμένοις εὐτυχήσας. παῖδες τὸν φύντα μετὰ δεκαετοῦς ἄλης χρόνον ἐκομίζοντο, καὶ τὸν αἴτιον τῆς ἐπὶ τῇ προφητείᾳ καὶ μέχρις αἵματος στάσεως αὐτοὶ μικρὸν ὕστερον κατέστεφον

p.188
καὶ τοῖς συμβόλοις τῆς ἱερωσύνης ἀναδοῦντες παρέπεμπον. ἐφ̓ ἅπασι δὲ τὸ ἐρωτικὸν μέρος τοῦ δράματος, ἡ Χαρίκλεια καὶ ὁ Θεαγένης ἐπήκμαζον, ὡραῖοι καὶ χαρίεντες οὕτω νέοι, παῤ ἐλπίδα πᾶσαν ἀλλήλους ἀπειληφότες, καὶ πλέον τῶν ἄλλων εἰς τὴν ἐφ̓ ἑαυτοὺς θέαν τὴν πόλιν ἐπιστρέφοντες. ἐξεχύθη γοῦν πᾶσα διὰ πυλῶν, καὶ τὸ προκείμενον πεδίον ἐπλήρου διὰ πάσης ἡλικίας, τοῦ μὲν ἐφηβεύοντος τῆς πόλεως καὶ εἰς ἄνδρας ἄρτι παραλλάττοντος τῷ Θεαγένει προστρέχοντος, τῷ δὲ Θυάμιδι τῆς ἀκμαζούσης ἡλικίας καὶ τοὺς ἄνδρας ὁλοκλήρως πληρούσης καί τι καὶ ἀναγνωρίζειν τὸν Θύαμιν ἐχούσης. τὸ δὲ παρθενεῦον τοῦ ἄστεος καὶ νυμφῶνας ἤδη φανταζόμενον τὴν Χαρίκλειαν περιεῖπε: πρεσβυτικὸν δὲ καὶ ἱερὸν ἅπαν γένος ἐδορυφόρει τὸν Καλάσιριν. καὶ πομπή τις ἱεροπρεπὴς αὐτοσχέδιος ἐστέλλετο, τοὺς μὲν Βησσαεῖς τοῦ Θυάμιδος ἀποπέμψαντος, καὶ χάριν τε τὴν γινομένην ὑπὲρ τῆς προθυμίας ὁμολογήσαντος, καὶ βοῦς μὲν ἑκατὸν χίλια δὲ πρόβατα καὶ δραχμὰς ἑκάστῳ δέκα μικρὸν ὕστερον εἰς πληρουμένην τὴν σελήνην ἀποστέλλειν ἐπαγγειλαμένου, τὸν αὐχένα δὲ ὑπάγοντος ταῖς χερσὶ τοῦ πατρός, καὶ τὴν πορείαν ἐπικουφίζοντος, καὶ τὴν βάσιν τοῦ πρεσβύτου πρὸς τὸ παῤ ἐλπίδα χαῖρον ἠρέμα παραλυομένην ἐφεδράζοντος. ἐποίει δὲ ταὐτὸν ἐκ θατέρων καὶ ὁ Πετόσιρις. καὶ ὑπὸ λαμπάσιν ἡμμέναις ἐπὶ τὸν νεὼν τῆς Ἴσιδος κατήγετο ὁ πρεσβύτης, ὑπὸ κρότῳ καὶ εὐφημίᾳ πολλῇ δορυφορούμενος, πολλῶν ἅμα συρίγγων καὶ αὐλῶν ἱερῶν ἐπηχούντων καὶ πρὸς χοροὺς τὸ ἀγέρωχον τῆς ἡλικίας ἐκβακχευόντων. οὐ μὴν οὐδὲ ἡ Ἀρσάκη κατόπιν ἐλείπετο τῶν δρωμένων, ἀλλ̓ ἴδιον δορυφόρημα καὶ πομπείαν καθ̓ ἑαυτὴν ὑπέρογκόν τινα σοβοῦσα, ὅρμους καὶ πολὺν χρυσὸν ἐνέβαλεν εἰς τὸ
p.189
Ἴσειον, οὑτωσὶ μὲν δοκεῖν, δἰ ἅπερ καὶ ἡ λοιπὴ πόλις, ἐκ μόνου δὲ τοῦ Θεαγένους τὸν ὀφθαλμὸν ἀναρτήσασα, καὶ πλέον τῶν ἄλλων τῆς ἐκείνου θέας ἐμφορουμένη, οὐ μὴν ἔχουσά γε καθαρὸν τὸ ἡδόμενον: ἀλλὰ τὴν Χαρίκλειαν ὁ Θεαγένης ἐξ ὠλένης χειραγωγῶν, καὶ τὴν ὀχλικὴν ἐπιφορὰν ἀναστέλλων, δριμύ τι τῇ Ἀρσάκῃ ζηλοτυπίας κέντρον ἐνέβαλεν. ὡς οὖν ἐντὸς ἐγεγόνει τῶν ἀνακτόρων ὁ Καλάσιρις, ῥίπτει μὲν ἑαυτὸν ἐπὶ πρόσωπον, τοῖς δὲ ἴχνεσι προσφὺς τοῦ ἀγάλματος, ὡρῶν τε ἐπὶ πλεῖστον οὕτως ἔχων, ὀλίγου μὲν καὶ ἐκθανεῖν ἐδέησεν, ἀναλαβόντων δὲ τῶν περιεστώτων μόλις διαναστάς, καὶ σπείσας τε τῇ θεῷ καὶ κατευξάμενος, ἀφελὼν τῆς ἑαυτοῦ κεφαλῆς τὸν τῆς ἱερωσύνης στέφανον τὸν παῖδα τὸν Θύαμιν κατέστεφεν, αὐτὸς μὲν ἤδη γηραιός τε εἶναι πρὸς τὸ πλῆθος εἰπών, καὶ ἄλλως προορᾶν τὴν τελευταίαν πλησιάζουσαν, τὸν δὲ παῖδα πρεσβύτερον ὄντα τοῦ γένους χρεωστεῖσθαί τε τὰ σύμβολα τῆς προφητείας ἐκ τοῦ νόμου καὶ ἱκανῶς ἔχειν ψυχῆς τε ἅμα καὶ σώματος πρὸς τὰς τῆς ἱερωσύνης λειτουργίας.

ἐκβοησάντων δὲ πρὸς ταῦτα τοῦ δήμου, καὶ συγκατατίθεσθαι διὰ τῶν ἐπαίνων παραδηλούντων, αὐτὸς μὲν τοῦ νεὼ μέρος τι καταλαβών, ὃ δὴ τοῖς προφητεύουσιν ἀποκεκλήρωτο, τούς τε παῖδας ἔχων ἅμα καὶ τοὺς περὶ τὸν Θεαγένην ἐγκατέμεινεν: οἱ λοιποὶ δὲ εἰς οἴκησιν ἕκαστος τὴν ἑαυτοῦ ἀπεχώρουν.

ἀπεχώρει δὲ καὶ ἡ Ἀρσάκη, μόλις μὲν καὶ πολλάκις ἀναστρέφουσα καὶ πλείονι θεραπείᾳ δῆθεν τῇ περὶ τὴν θεὸν ἐναλύουσα: πλὴν ἀλλ̓ ἀπεχώρει γε ὀψέ ποτε, καὶ θαμὰ πρὸς τὸν Θεαγένην, ἕως ἐξῆν, ἐπιστρέφουσα. ἐπεὶ δ̓ οὖν εἰς τὴν βασίλειον αὐλὴν ἦλθε, διαμπὰξ ἐπὶ τὸν θάλαμον ἵεται, καὶ καταβαλοῦσα ἑαυτὴν ἐπὶ τῆς κλίνης, ὡς εἶχε σχήματος, ἔκειτο ἄναυδος, γύναιον καὶ

p.190
ἄλλως πρὸς ἄσεμνον ἡδονὴν ἐπίφορον, τότε δὲ πλέον ὑπὸ θέας ἀμάχου τῆς Θεαγένους, καὶ τὰς πώποτε εἰς πεῖραν ἐλθούσας ὄψεις ὑπερπαιούσης, ἀνακαιόμενον. παννύχιος γοῦν ἔκειτο, πυκνὰ μὲν πρὸς ἑκατέραν πλευρὰν τὸ σῶμα στρέφουσα, πυκνὰ δὲ καὶ βύθιον ἐπιστένουσα, νῦν μὲν ὀρθουμένη νῦν δὲ ὀκλάζουσα ἐπὶ τῆς στρωμνῆς, καὶ τῆς ἐσθῆτος ἑαυτὴν κατὰ μέρος ἀπογυμνοῦσα, καὶ αὖθις ἀθρόον ἐπὶ τὴν εὐνὴν καταφέρουσα. καί ποτε καὶ παιδίσκην ἀπροφασίστως προσκαλέσασα, αὖθις ἀπέπεμπεν οὐδὲν ἐπιστείλασα. καὶ ἁπλῶς εἰς μανίαν ἐλάνθανε λοιπὸν ὁ ἔρως ὑποφερόμενος, ἕως δή τις πρεσβῦτις, ὄνομα Κυβέλη, τῶν θαλαμηπόλων καὶ συνήθως τὰ ἐρωτικὰ τῇ Ἀρσάκῃ διακονουμένων, εἰσδραμοῦσα εἰς τὸν θάλαμον ʽἔλαθε γὰρ αὐτὴν οὐδ̓ ὁτιοῦν τῶν γινομένων, ἅτε λύχνου φαίνοντος καὶ οἷον συνεξάπτοντος τῇ Ἀρσάκῃ τὸν ἔρωτἀ τί ταῦτα, ἔλεγεν, ὦ δέσποινα; τί σε νέον ἢ καινὸν ἀλγύνει πάθος; τίς πάλιν ὀφθεὶς τὴν ἐμὴν διαταράττει τροφίμην; τίς οὕτως ἀλαζὼν καὶ ἔκφρων ὡς τοῦ κατὰ δὲ τοσούτου κάλλους μὴ ἡττῆσθαι, μηδὲ εὐδαιμονίαν ἡγεῖσθαι τὴν δὴν ἐράσμιον ὁμιλίαν, ἀλλὰ νεῦμα τὸ σὸν καὶ βουλὴν ὑπερφρονεῖν; ἔξειπε μόνον, ὦ γλυκύτατον ἐμοὶ παιδίον: οὐδεὶς οὕτως ἀδαμάντινος ὡς μὴ τοῖς ἡμετέροις ἁλῶναι θελγήτροις. ἔξειπε, καὶ οὐκ ἂν φθάνοις ἀνύουσα τὰ κατὰ γνώμην. ἔργοις δέ, οἶμαι, πολλάκις τὴν πεῖραν εἴληφας.

ἣ μὲν ταῦτα καὶ ὅμοια ἕτερα κατεπῇδε, πολλὰ τοῖς ποσὶ τῆς Ἀρσάκης προσκνυζομένη, καὶ παντοίαις κολακείαις ἐξειπεῖν τὸ πάθος ἐπαγομένη: ἣ δὲ μικρὸν ἐφησυχάσασα, βέβλημαι, εἶπεν, ὦ μητέριον, ὡς οὔπω πρότερον: καὶ πολλὰ δὴ πρὸς σοῦ καὶ πολλάκις εὖ παθοῦσα ἐν ὁμοίαις ταῖς χρείαις, οὐκ οἶδα εἰ καὶ νῦν ἕξω κατορθοῦσαν.

p.191
ὁ γάρ τοι πόλεμος ὁ πρὸ τῶν τειχῶν τήμερον ὀλίγου μὲν συγκροτηθεὶς ἀθρόον δὲ κατασταλεὶς τοῖς μὲν ἄλλοις ἀναίμακτος ἀπεφάνθη καὶ εἰς εἰρήνην κατέστρεψεν, ἐμοὶ δὲ ἀρχή τις ἀληθεστέρου πολέμου καὶ τραῦμα οὐ μέρους μόνον ἢ μέλους ἀλλὰ καὶ ψυχῆς αὐτῆς γέγονε, τὸν ξένον ἐκεῖνον νεανίαν, τὸν τῷ Θυάμιδι κατὰ τὴν μονομαχίαν παραθέοντα, οὐκ εὐτυχῶς ἐπιδείξας. οἶσθά που πάντως ὦ μῆτερ ὃν λέγω: οὐδὲ γὰρ μικρῷ τῷ μέσῳ τοὺς ἄλλους τῷ κάλλει κατήστραπτεν, οὐδ̓ ὥστε καὶ ἄγροικόν τινα λαθεῖν καὶ τῶν καλῶν ἀνέραστον, μή τοί γε δὴ δὲ καὶ τὴν σὴν πολυπειρίαν. ὥστε, ὦ φιλτάτη, τὸ μὲν βέλος τοὐμὸν ἔγνωκας, ὥρα δέ σοι κινεῖν πᾶσαν μηχανήν, πᾶσαν πρεσβυτικὴν ἴυγγα καὶ αἱμυλίαν, εἴπερ δὴ βούλει σοι περιεῖναι τὴν τροφίμην: ὡς οὐκ ἔστιν ὅπως βιώσομαι μὴ πάντως ἐκείνου τυγχάνουσα. γινώσκω, ἔφη, τὸν νεανίαν, ἡ γραῦς. εὐρύς τις ἦν τὰ στέρνα καὶ τοὺς ὤμους, καὶ τὸν αὐχένα ὄρθιον καὶ ἐλεύθερον ὑπὲρ τοὺς ἄλλους αἴρων, καὶ εἰς κορυφὴν τοὺς ἅπαντας ὑπερέχων, γλαυκιῶν τὸ βλέμμα, καὶ ἐπέραστον ἅμα καὶ γοργὸν προσβλέπων, ὁ καταβόστρυχός που πάντως ἐκεῖνος, τὴν παρειὰν ἄρτι ξανθῷ τῷ ἰούλῳ περιστέφων: ᾧ γύναιόν τι ξενικόν, οὐκ ἄωρον μὲν ἄλλως δὲ ἰταμόν, ὡς ἐδόκει, προσδραμὸν αἰφνίδιον περιέφυ καὶ περιπλακὲν ἐξήρτητο. ἢ οὐ τοῦτον λέγεις ὦ δέσποινα; τοῦτον, ἔφη, μαμμίδιον: εὖ γάρ με καὶ τὸ παράσημον ὑπέμνησας, τὴν ἀλιτήριον ἐκείνην καὶ τῶν ἀπ̓ οἰκήματος, ἐπὶ μικρῷ καὶ τῶν πολλῶν καὶ ἐπιτετηδευμένῳ κάλλει μέγα μὲν φανταζομένην, πλὴν ἀλλ̓ ἐμοῦ γε δὴ εὐτυχοῦσαν πλέον, εἰ τοιοῦτον κεκλήρωται τὸν ἐρώμενον. βραχὺ δὴ πρὸς ταῦτα καὶ σεσηρὸς ὑπομειδιάσασα ἡ πρεσβῦτις, θάρσει, ἔφη, ὦ δέσποινα. εἰς τὴν τήμερον ἐκείνη καλὴ τῷ ξένῳ νενόμισται: εἰ δὲ
p.192
σοὶ καὶ τῷ σῷ κάλλει προστυχεῖν αὐτὸν ἀνύσαιμι, χρυσᾶ φασὶ χαλκείων ἀλλάξεται, ὡς ἑταιρίδιον τὸ ἐθελάστειον ἐκεῖνο καὶ μάτην θρυπτόμενον παραγκωνισάμενος. εἰ γὰρ οὕτω ποιήσεις, Κυβέλιον φίλτατον, δυοῖν δἰ ἑνός μοι γενήσῃ νόσων ἰατρός, ἔρωτός τε καὶ ζηλοτυπίας, τὸν μὲν ἐμπλήσασα, τῆς δὲ ἀπαλλάξασα. καὶ ἥ, γενήσεται, εἶπεν, τό γε ἐπ̓ ἐμοί. σὺ δέ μοι σαυτὴν ἀναλαμβάνειν καὶ τὸ παρὸν ἡσυχάζειν, μηδὲ δυσθυμοῦσα προαποκάμνειν, ἀλλ̓ εὔελπις εἶναι.

ταῦτ̓ εἶπε, καὶ ἀφελοῦσα τὸν λύχνον, ἐπικλεισαμένη τε τοῦ θαλάμου τὰς θύρας, ἐξώρμησεν. οὔπω δὲ ἀκριβῶς ἡμέρας ἐπῃσθημένη, τῶν τε βασιλείων εὐνούχων ἕνα παραλαβοῦσα, καὶ ἄλλην θεράπαιναν ἅμα ποπάνοις καὶ ἑτέροις δή τισι θύμασιν ἕπεσθαι προστάξασα, ἐπὶ τὸ Ἴσειον ἔσπευδεν. ὡς δὲ τοῖς προθύροις ἐπέστη, θυσίαν ἄγειν τῇ θεῷ λέγουσα ὑπὲρ τῆς δεσποίνης Ἀρσάκης, ἐκ τινῶν ὀνειράτων τεταραγμένης καὶ ἐξιλεώσασθαι τὰ ὀφθέντα βουλομένης, τῶν νεωκόρων διεκώλυέ τις καὶ ἀπέπεμπε, κατηφείας τὰ περὶ τὸ ἱερὸν ἐμπεπλῆσθαι φάσκων: τὸν γὰρ δὴ προφήτην τὸν Καλάσιριν μακροῖς χρόνοις εἰς τὴν οἰκείαν ἐπανήκοντα ἑστιαθῆναι μὲν λαμπρῶς ἅμα τοῖς φιλτάτοις κατὰ τὴν ἑσπέραν, καὶ πρὸς πᾶσαν ἄνεσιν καὶ ψυχαγωγίαν ἑαυτὸν ἐκδοῦναι, μετὰ δὲ τὴν εὐωχίαν σπεῖσαί τε καὶ πολλὰ ἐπεύξασθαι τῇ θεῷ, καὶ τοῖς παισὶν εἰπόντα ὡς ἄχρι τοῦ παρόντος ὄψονται τὸν πατέρα, καὶ πολλὰ ἐπισκήψαντα τῶν σὺν αὐτῷ νέων Ἑλλήνων ἀφιγμένων ὡς ἔνι μάλιστα προνοεῖν, καὶ ἐν οἷς ἂν βουλομένοις αὐτοῖς γίνηται τὰ δυνατὰ συμπράττειν, κατακλίναντά τε αὑτόν, καὶ εἴτε διὰ τὸ τῆς χαρᾶς μέγεθος, τῶν πνευματικῶν πόρων εἰς ὑπερβολὴν ἀνεθέντων καὶ χαλασθέντων, οἷα δὴ γηραιοῦ τοῦ σώματος ἀθρόον διαφορηθέντος, εἴτε καὶ θεῶν αἰτήσαντι

p.193
τοῦτο παρασχομένων, εἰς ἀλεκτρυόνων ᾠδὰς τετελευτηκότα γνωσθῆναι, τῶν παίδων, ἐξ ὧν προύλεγεν ὁ πρεσβύτης, παννύχιον παρατηρούντων. καὶ νῦν, ἔφη, διεπεμψάμεθα τοὺς μετακαλέσοντας τὸ λοιπὸν τῶν κατὰ τὴν πόλιν προφητικῶν τε καὶ ἱερατικῶν γένος, ὡς ἂν τὰ νομιζόμενα ἐπ̓ αὐτῷ τῆς κηδείας κατὰ τὸν πάτριον νόμον τελοῖεν. ἀποχωρητέον οὖν ὑμῖν: οὐ γὰρ θέμις μὴ ὅ τι γε θύειν, ἀλλ̓ οὐδὲ ἐπιβαίνειν τοῦ νεὼ πλὴν τοῖς ἱερωμένοις, ἑπτὰ τούτων ὅλων τῶν ἐχομένων ἡμερῶν. πῶς οὖν οἱ ξένοι διάξουσιν; ἔφασκεν ἡ Κυβέλη. καὶ ὅς, καταγώγιον αὐτοῖς εὐτρεπισθῆναι πλησίον καὶ ἔξω που περὶ τὸν νεὼν ὁ νέος προφήτης ὁ Θύαμις ἐπέστειλε: καὶ ὡς ὁρᾷς, αὐτοί γε οὗτοι προσίασι, τῷ νόμῳ πειθόμενοι καὶ ἐξοικίζοντες ἑαυτοὺς τῶν ἱερῶν τὸ παρόν. ἡ δὴ Κυβέλη τὴν ξυντυχίαν ἅρπαγμα καὶ ὥσπερ ἄγρας ἀρχὴν ποιησαμένη, οὐκοῦν, ἔφη, ὦ νεωκόρων θεοφιλέστατε, καιρὸς τούς τε ξένους καὶ ἡμᾶς ἅμα εὖ ποιεῖν, μᾶλλον δὲ Ἀρσάκην μεγάλου βασιλέως ἀδελφήν: οἶσθα γὰρ ὡς φιλέλλην τέ ἐστι καὶ δεξιόν τι χρῆμα περὶ ξένων ὑποδοχήν. λέγε οὖν πρὸς τοὺς νέους ὡς κατὰ πρόσταγμα τοῦ Θυάμιδος ἐν ἡμετέρου τὸ καταγώγιον αὐτοῖς ηὐτρέπισται. ἐποίησεν οὕτως ὁ νεωκόρος, οὐδὲν τῶν βυσσοδομευομένων ὑπὸ τῆς Κυβέλης ὑποτοπήσας, ἀλλ̓ εὐεργετήσειν τε οἰόμενος τοὺς ξένους, εἰ πρόξενος αὐτοῖς αὐλῆς σατραπικῆς γένοιτο, καὶ ἅμα τοῖς αἰτοῦσι τὴν χάριν, ἀβλαβῆ καὶ ταῦτα οὖσαν καὶ ἀζήμιον, καθικετεύσειν. κατηφεῖς δὲ καὶ δεδακρυμένους πλησιάσαντας τοὺς περὶ τὸν Θεαγένην ἰδὼν ὁ νεωκόρος, οὐκ ἔννομα μέν, ἔφη, οὐδὲ συγκεχωρημένα ἐκ τῶν πατρίων διαπράττεσθε, καὶ ταῦτα προαπηγορευμένον ὑμῖν, ὀδυρόμενοι καὶ θρηνοῦντες ἄνδρα προφήτην, ὃν χαίροντας καὶ εὐφημοῦντας ἐκπέμπειν, ὡς τῆς βελτίονος
p.194
μετειληχότα λήξεως καὶ πρὸς τῶν κρειττόνων κεκληρωμένον, ὁ θεῖος καὶ ἱερὸς παρεγγυᾷ λόγος. πλὴν ἀλλὰ συγγνωστὰ μὲν ὑμῖν, πατέρα, ὥς φατε, καὶ κηδεμόνα καὶ ἐλπίδα τὴν μόνην ἀποβεβληκόσιν, οὐ μὴν ἀθυμητέα παντάπασιν. ὁ γὰρ Θύαμις οὐ τῆς ἱερωσύνης μόνον τῆς ἐκείνου ἔοικεν εἶναι διάδοχος, ἀλλὰ καὶ τῆς περὶ ὑμᾶς διαθέσεως. τὰ γοῦν πρῶτα προνοηθῆναι ὑμῶν ἐπέστειλε, καὶ καταγώγιον ὑμῖν ηὐτρέπισται λαμπρόν, καὶ οἷον εὔξαιτ̓ ἄν τις καὶ τῶν εὐδαιμόνων καὶ ἐγχωρίων, μή τοί γε δὴ ξένων καὶ εὐτελέστερον τὰ νῦν πράττειν δοκούντων. ἕπεσθε δὴ κοινὴν ὑμῶν μητέρα τήνδε νομίσαντες, δείξας τὴν Κυβέλην, καὶ ξεναγούσῃ πείθεσθε.

ταῦτα ἐκεῖνος μὲν ἔλεγεν, ἐποίουν δὲ οἱ περὶ τὸν Θεαγένην, τὸ μέν τι πρὸς τῶν παῤ ἐλπίδα προσπεπτωκότων βεβυθισμένοι τὴν διάνοιαν, τὸ δὲ ἀγαπῶντες ὁπουδὴ τὸ παρὸν καταγωγῆς τε καὶ καταφυγῆς τυχεῖν, φυλαξάμενοι ἄν, ὡς τὸ εἰκός, εἰ τὸ τραγικὸν τῆς οἰκήσεως καὶ ὑπέρογκον καὶ πρὸς κακοῦ γενησόμενον αὐτοῖς ὑπείδοντο. νυνὶ δὲ ἡ τὰ κατ̓ αὐτοὺς ἀθλοθετοῦσα τύχη, πρὸς ὀλίγον ὡρῶν μέρος ἀναπαύσασα καὶ εἰς χαρὰν ἐφήμερον ἀνεῖσα, παραχρῆμα τὰ λυποῦντα ἐπισυνῆπτε, καὶ δεσμώτας ὥσπερ αὐθαιρέτους τῇ πολεμίᾳ προσῆγε, δἰ ὀνόματος φιλανθρώπου ξενίας νέους καὶ ξένους καὶ ἀπείρους τοῦ μέλλοντος αἰχμαλωτίζουσα. οὕτως ἄρα ὁ πλανήτης βίος οἷον τυφλότητα τὴν ἄγνοιαν ἐπιβάλλει τοῖς ξενιτεύουσιν. οὗτοι γοῦν ἐπειδὴ τάχιστα παρῆλθον εἰς τὰ σατραπεῖα, προπυλαίοις τε ἐντυχόντες ὑπερόγκοις καὶ πλέον ἢ κατὰ ἰδιωτικὴν οἴκησιν ἐξῃρμένοις, φαντασίας τε δορυφόρων καὶ κόμπου τῆς ἄλλης θεραπείας ἐμπεπλησμένοις, ἐθαύμαζον μὲν καὶ διεταράττοντο, τῆς παρούσης κατ̓ αὐτοὺς τύχης τὴν οἴκησιν

p.195
ὑπερέχουσαν ὁρῶντες, εἵποντο δ̓ οὖν τῇ Κυβέλῃ πολλὰ προτρεπομένῃ καὶ θαρσεῖν παρακελευομένῃ, καὶ τεκνία συνεχῶς καὶ φιλτάτους ἀνακαλούσῃ, καὶ ὡς εὔθυμα χρὴ προσδοκᾶν τὰ διαδεξόμενα παρεγγυώσῃ. καὶ τέλος, ἐπειδήπερ αὐτοὺς εἰς τὸ δωμάτιον οὗ κατήγετο ἡ πρεσβῦτις, ἀνακεχωρηκός πως καὶ ἰδιάζον, ἐγκατέστησε, μεταστησαμένη τοὺς παρόντας καὶ μόνη παρακαθισαμένη, ὦ τέκνα, ἔλεγε, τῆς μὲν κατειληφυίας ὑμᾶς κατηφείας τὸ παρὸν τὴν αἰτίαν ἔγνων, καὶ ὡς ὁ προφήτης ὑμᾶς ὁ Καλάσιρις τελευτήσας λελύπηκεν, ἐν πατρὸς ὑμῖν χώρᾳ γεγονώς: δίκαια δ̓ ἂν ποιοῖτε καὶ οἵ τινες ἢ πόθεν ἐστὲ λέγοντες. ὅτι μὲν γὰρ Ἕλληνες, καὶ τοῦτο ἔγνων: καὶ ὅτι τῶν εὖ γεγονότων, πάρεστι τοῖς ὁρωμένοις τεκμαίρεσθαι: βλέμμα γὰρ οὕτω λαμπρὸν καὶ εὐσχήμων ὄψις ἅμα καὶ ἐπέραστος εὐγενείας ἔμφασιν παρίστησιν. ἀλλὰ τῆς ποίας Ἑλλάδος ἢ πόλεως τίνος, καὶ τίνες ὄντες, καὶ ὅπως δεῦρο πλανηθέντες ἀφίκεσθε, βουλομένῃ μοι μαθεῖν ὑπὲρ συνοίσοντος τοῦ ὑμετέρου κατείπατε, ὡς ἂν καὶ πρὸς δέσποιναν τὴν ἐμὴν Ἀρσάκην, τὴν μεγάλου μὲν βασιλέως ἀδελφήν, Ὀροονδάτῃ δὲ τῷ μεγίστῳ σατραπῶν συνοικοῦσαν, φιλέλληνά τε καὶ φίλαβρον καὶ ξένων εὐεργέτιν, ἔχοιμι τὰ καθ̓ ὑμᾶς ἐξαγγέλλειν ὑπὲρ τοῦ καὶ μετὰ πλείονος ὑμᾶς καὶ τῆς χρεωστουμένης τιμῆς ὀφθῆναι. ἐρεῖτε δὲ καὶ πρὸς γυναῖκα οὐ παντάπασιν ἀλλοτρίαν ὑμῖν: εἰμὶ γάρ τοι καὶ αὐτὴ τὸ γένος Ἑλληνίς, καὶ Λεσβία τὴν πόλιν, ὑπ̓ αἰχμαλωσίας μὲν ἀχθεῖσα δεῦρο, πράττουσα δὲ τῶν οἴκοι βέλτιον. εἰμὶ γάρ τοι τῇ δεσποίνῃ τὰ πάντα, καὶ μόνον οὐκ ἀναπνεῖ με καὶ ὁρᾷ, ἀλλὰ καὶ νοῦς ἐκείνῃ καὶ ὦτα καὶ πάντα τυγχάνω, τοὺς καλοὺς αὐτῇ κἀγαθοὺς γνωρίζουσα ἀεὶ καὶ τὸ πιστὸν διὰ πάντων ἀπορρήτων φυλάττουσα.

p.196

τοῦ δὴ Θεαγένους τὰ εἰρημένα παρὰ τῆς Κυβέλης τοῖς πεπραγμένοις τῇ προτεραίᾳ παρὰ τῆς Ἀρσάκης παράλληλα καθ̓ ἑαυτὸν ἀντεξετάζοντος, καὶ ὡς ἀτενὲς αὐτῷ καὶ ἰταμὸν συνεχές τε καὶ τῶν ἀπρεπεστέρων δηλωτικὸν προσέβλεπεν ἐννοοῦντος, καὶ ἀγαθὸν οὐδὲν ἐπὶ τοῖς μέλλουσι καταμαντευομένου, μέλλοντός τε ἤδη τι λέγειν πρὸς τὴν πρεσβῦτιν, ἠρέμα προσκύψασα πρὸς τὸ οὖς ἡ Χαρίκλεια, τῆς ἀδελφῆς, ἔφη, μέμνησο ἐφ̓ οἷς ἂν λέγῃς.