Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ἰλιγγιάσαντες οὖν πρὸς τὴν θέαν ἐπὶ πλεῖστον ἀχανεῖς εἱστήκεσαν, οἷον ἀπαλγοῦντες πρὸς τὴν τύχην οὕτως ἐπαλλήλως ἐπηρεάζουσαν. ὀψὲ δ̓ οὖν ποτέ, καὶ μόνον οὐ προσορμιζομένων ἤδη τῶν ἐπιόντων, ἀποδιδράσκειν ἡ Χαρίκλεια καὶ τῷ σπηλαίῳ κρύπτειν ἑαυτούς, εἴ πῃ διαλάθοιεν, ἠξίου: καὶ ἅμα ἀπέτρεχεν. ἀλλ̓ ὁ Θεαγένης ἐπεῖχέ τε, καὶ ἄχρι τίνος, ἔλεγε, φευξόμεθα τὴν πανταχοῦ διώκουσαν εἱμαρμένην; εἴξωμεν τῇ τύχῃ, καὶ χωρήσωμεν ὁμόσε τῷ φέροντι. κερδήσωμεν ἄλην ἀνήνυτον καὶ πλάνητα βίον καὶ τὴν ἐπάλληλον τοῦ δαίμονος καθ̓ ἡμῶν πομπείαν. οὐχ ὁρᾷς ὡς φυγαῖς ἐπισυνάπτει πειρατήρια, καὶ τοῖς ἐκ θαλάττης ἀτόποις τὰ ἐκ γῆς φιλοτιμεῖται χαλεπώτερα; πολέμους ἄρτι, λῃστὰς μετ̓ ὀλίγον, αἰχμαλώτους μικρῷ πρόσθεν εἶχεν, ἐρήμους αὖθις ἀπέδειξεν. ἀπαλλαγὴν καὶ φυγὴν ἐλευθέραν

p.129
ὑπέθετο, καὶ τοὺς ἀναιρήσοντας ἐπέστησε. τοιοῦτον παίζει καθ̓ ἡμῶν πόλεμον, ὥσπερ σκηνὴν τὰ ἡμέτερα καὶ δρᾶμα πεποιημένος. τί οὖν οὐχ ὑποτέμνομεν αὐτοῦ τὴν τραγικὴν ταύτην ποίησιν, καὶ τοῖς βουλομένοις ἀναιρεῖν ἐγχειρίζομεν, μή πῃ καὶ ὑπέρογκον τὸ τέλος τοῦ δράματος φιλοτιμούμενος, καὶ αὐτόχειρας ἡμᾶς ἑαυτῶν ἐκβιάσηται γενέσθαι.

τούτοις εἰρημένοις οὐ πᾶσιν ἡ Χαρίκλεια συνετίθετο, τὴν μὲν τύχην ἐν δίκῃ κακηγορεῖσθαι πρὸς αὐτοῦ φάσκουσα, τὸ δὲ τοῖς πολεμίοις ἑκόντας ἑαυτοὺς ἐγχειρίζειν οὐκ ἐπαινοῦσα: μὴ γὰρ εἶναι πρόδηλον ὡς ἀναιρήσουσι λαβόντες ʽοὐ γὰρ οὕτω χρηστῷ τῷ δαίμονι προσπαλαίειν ὡς ταχεῖαν τῶν συμφορῶν ἀπαλλαγὴν συγχωρῆσαἰ, ἀλλ̓ ἐνδεχόμενον βουληθῆναι καὶ περισώζειν ἑαυτοῖς εἰς δουλείαν: ὃ τίνος οὐκ ἂν γένοιτο θανάτου πικρότερον; ὀλέθροις βαρβάροις ἐκκεῖσθαι πρὸς ὕβριν ἐπίρρητον καὶ δυσώνυμον, ἣν πάντα τρόπον καὶ ὡς δυνατὸν ἐκκλίνωμεν, ἐπιτυχίας ἐλπίδα τὴν πεῖραν τῶν παρελθόντων ὑποθέμενοι, πολλάκις ἤδη καὶ ἐξ ἀπιστοτέρων περιγενόμενοι. ποιῶμεν ὡς βούλει φήσας ὁ Θεαγένης εἵπετο ἡγουμένῃ, καθάπερ ἑλκόμενος. οὐ μὴν ἔφθησάν γε πρὸς τὸ σπήλαιον διελθόντες, ἀλλ̓ ἕως τοὺς κατὰ πρόσωπον ἐπιόντας περιεσκόπουν, ἔλαθον ὑπὸ μοίρας τῶν πολεμίων, ἣ κατ̓ ἄλλο μέρος ἀπέβη τῆς νήσου, κατόπιν σαγηνευθέντες. καὶ οἳ μὲν ἐκπλαγέντες ἔστησαν, ὑποδραμούσης τὸν Θεαγένην τῆς Χαρικλείας, ὡς, εἰ καὶ τεθνάναι δεήσειεν, ἐν χερσὶ ταῖς ἐκείνου γίνοιτο: τῶν δὲ ἐπελθόντων ἐπανετείναντο μέν τινες ὡς πατάξοντες, ὡς δὲ ἐπιβλέψαντες οἱ νέοι κατηύγασαν τοὺς ἐπιφερομένους, ὤκλαζεν αὐτοῖς ὁ θυμὸς καὶ παρεῖντο αἱ δεξιαί. τοὺς γὰρ καλοὺς καὶ βάρβαροι χεῖρες, ὡς ἔοικε, δυσωποῦνται,

p.130
καὶ πρὸς τὴν ἐράσμιον θέαν καὶ ἀπρόσφυλος ὀφθαλμὸς ἡμεροῦται.

συλλαβόντες οὖν ἦγον ἐπὶ τὸν ἄρχοντα, λίαν ἐσπουδακότες λαφύρων τὸ κάλλιστον πρῶτοι προσαγαγεῖν. ἔμελλον δὲ ἄρα καὶ μόνον προσφέρειν: ἄλλῳ γὰρ οὐδενὶ τῶν ἄλλων οὐδεὶς ἐπετύγχανεν, ἐκ περάτων καὶ ταῦτα εἰς πέρατα τὴν νῆσον ἐπιδραμόντες, καὶ ὡς ἄρκυσι τοῖς ὅπλοις πανταχόθεν πᾶσαν περιβαλόντες: ἡ μὲν γὰρ ἄλλη πυρὶ ὑπὸ τοῦ προτέρου πολέμου κατανάλωτο, μόνον δὲ λειπόμενον τὸ σπήλαιον ἠγνοεῖτο. καὶ οἱ μὲν οὕτως ἤγοντο ἐπὶ τὸν πολέμαρχον: ἦν δ̓ ἄρα Μιτράνης ὁ φρούραρχος Ὀροονδάτου τοῦ τῷ βασιλεῖ τῷ μεγάλῳ τὴν Αἴγυπτον σατραπεύοντος, ἐπὶ χρήμασι πολλοῖς ὑπὸ Ναυσικλέους, ὡς δεδήλωται, κατὰ ζήτησιν τῆς Θίσβης ἀφιγμένος ἐπὶ τὴν νῆσον. ὡς οὖν ἀγόμενοι πλησίον οἱ περὶ τὸν Θεαγένην ὤφθησαν, θεοὺς σωτῆρας ἐπιβοώμενοι πολλάκις, ἐμπορικόν τι καὶ δραστήριον ἐννοήσας ὁ Ναυσικλῆς ἐξήλατό τε, καὶ προσδραμών, αὕτη ἐκείνη Θίσβη, κεκραγὼς ἔλεγεν, ἣν ἀφῃρέθην μὲν πρὸς τῶν ὀλέθρων βουκόλων, ἔχω δὲ διὰ σέ, Μιτράνη, καὶ τοὺς θεούς. ἐδράττετό τε τῆς Χαρικλείας, καὶ χαίρειν εἰς ὑπερβολὴν ἐνεδείκνυτο: καὶ τῇ Χαρικλείᾳ Θίσβην ὁμολογεῖν ἑαυτήν, εἰ βούλοιτο σώζεσθαι, παρεκελεύετο, ἠρέμα καὶ ἑλληνιστὶ παραφθεγγόμενος, ὡς λανθάνειν τοὺς παρόντας. καὶ τοῦ σοφίσματος ἔτυχεν: ἡ γὰρ δὴ Χαρίκλεια γλώσσης τε Ἑλληνίδος αἰσθομένη καί τι καὶ συνοῖσον ἀνύεσθαι πρὸς τοῦ ἀνδρὸς στοχαζομένη, συνύφαινε τὸν σκοπόν, καὶ τῷ Μιτράνῃ πυνθανομένῳ, τίς ποτε καλοῖτο, Θίσβην ἑαυτὴν ὡμολόγει. τότε δὴ προσδραμὼν ἐφίλει τε πολλὰ τὴν κεφαλὴν τοῦ Μιτράνου, καὶ τῆς τύχης ὑπερθαυμάζων ἐφύσα τὸν βάρβαρον ὡς ἄλλα τε πλεῖστα κατωρθωκότα

p.131
ἐν πολέμοις καὶ τὴν παροῦσαν στρατείαν εὐδαιμόνως πεποιημένον. ὃ δὲ χαυνωθεὶς τοῖς ἐπαίνοις, καὶ ἅμα τὸ πρᾶγμα οὕτως ἔχειν ὑπὸ τοῦ ὀνόματος ἀπατηθείς, ἐξεπέπληκτο μὲν τῆς ὥρας ʽἀπ̓ εὐτελοῦς γὰρ καὶ ταῦτα τῆς ἐσθῆτος οἷον νέφους αὐγὴ σεληναίας διεξέλαμπεν̓, ὅμως δ̓ οὖν τὸ κοῦφον τοῦ φρονήματος ἀπάτης ὀξύτητι συσχεθείς, καὶ τὸν καιρὸν τῆς μεταμελείας προληφθείς, ταύτην μὲν οὖν, ἔφη, σὴν οὖσαν ἀπολαβὼν ἄγε ʽκαὶ εἰπὼν ἐνεχείριζεν, ἀφορῶν τε εἰς αὐτὴν συνεχῶς, καὶ ὅτι ἄκων καὶ προλήψει τοῦ μισθοῦ παραχωροίη τῆς κόρης ἐπισημαίνων̓, οὑτοσὶ δέ, ὅστις ποτέ ἐστι, λέγων τὸν Θεαγένην, λάφυρον ἡμέτερον ἔστω καὶ ἑπέσθω φρουρούμενος, ἀναπεμφθησόμενος εἰς Βαβυλῶνα: τραπέζῃ γὰρ τῇ βασιλέως διακονεῖν ἐμπρέπει.

τούτων εἰρημένων ἐπεραιοῦντο τὴν λίμνην: καὶ χωρισθέντες ἀλλήλων, ὃ μὲν εἰς τὴν Χέμμιν, ὁ Ναυσικλῆς, ἔχων τὴν Χαρίκλειαν ἔρχεται, Μιτράνης δὲ ἐπὶ ἑτέρας κώμας τῶν ὑπηκόων ἐκτραπείς, οὐδὲν ὑπερθέμενος, ἅμα γράμμασι τὸν Θεαγένην πρὸς Ὀροονδάτην ὄντα κατὰ τὴν Μέμφιν ἐξέπεμπεν. εἶχε δὲ ὧδε τὰ ἐπεστάλμενα.

Ὀροονδάτῃ σατράπῃ Μιτράνης φρούραρχος. Ἕλληνα νεανίσκον ὑπεραίροντα τὴν ἐμὴν δεσποτείαν, καὶ θεῷ βασιλεῖ τῷ μεγίστῳ μόνῳ καὶ φαίνεσθαι καὶ διακονεῖσθαι ἄξιον, αἰχμάλωτον εἰληφὼς πρὸς σὲ διεπεμψάμην, ἐκχωρῶν σοι τηλικοῦτον καὶ τοιοῦτον δῶρον τῷ κοινῷ δεσπότῃ προσάγειν, οἷον ἡ βασίλειος αὐλὴ κόσμον οὔτε πρότερον εἶδεν οὔτε αὖθις ὄψεται.

ταῦτα μὲν ἐκεῖνος ἐπέστελλεν, οὔπω δὲ ἡμέρας ἀκριβῶς ὑποφαινούσης ὁ Καλάσιρις ἅμα τῷ Κνήμωνι παρὰ τὸν Ναυσικλέα, σπεύδων μαθεῖν τι τῶν ἀγνοουμένων, ἔρχεται. καὶ πυνθανομένῳ τίνα εἴη διαπεπραγμένος, ἅπαντα ὁ Ναυσικλῆς ἔλεγεν, ὡς ἦλθεν ἐπὶ τὴν νῆσον, ὡς κατέλαβεν ἔρημον, ὡς οὐδενὶ τὰ πρῶτα συνέτυχεν,

p.132
ὡς ἀπάτῃ τὸν Μιτράνην περιῆλθε καί τινα φανεῖσαν κόρην ὡς Θίσβην ἀπέλαβεν, καὶ ὅτι βέλτιον εἴη διαπεπραγμένος ταύτης ἐπιτυχὼν ἢ ἐκείνην ἀνευρών: οὐ γὰρ μικρὸν εἶναι τὸ διάφορον, ἀλλ̓ ὅσον ἄν τι γένοιτο θεοῦ πρὸς ἄνθρωπον. οὕτως οὐκ εἶναι τοῦ κάλλους ὑπερβολήν, οὐδὲ αὐτῷ δυνατὸν εἶναι τῷ λόγῳ φράζειν, καὶ ταῦτα ἐξὸν παροῦσαν ἐπιδεικνύναι.

ταῦτα ὡς ἤκουσαν, ὑπόνοιαν εὐθὺς τῶν ἀληθῶν ἐλάμβανον, ἱκέτευόν τε προστάττειν ὡς ὅτι τάχιστα παρεῖναι τὴν κόρην: τὸ γὰρ ἄφραστον κάλλος Χαρικλείας ἐγνώριζον. ὡς δὲ ἤχθη, καὶ τὰ πρῶτα κάτω νεύουσα καὶ τὸ πρόσωπον εἰς ὀφρὺν σκέπουσα τοῦ Ναυσικλέους θαρσεῖν παρακελευομένου μικρὸν ἀνένευσεν, εἶδέ τε καὶ ὤφθη παῤ ἐλπίδας, ὀδυρμὸς ἅπασιν ἀθρόον ἀνεκινήθη, καὶ ὥσπερ ἐξ ἑνὸς συνθήματος ἢ πληγῆς τῆς αὐτῆς ἀνωλόλυξαν. ἦν τε ἀκούειν ἐπὶ πλεῖστον ὦ πάτερ καὶ ὦ θύγατερ, καὶ ἀληθῶς Χαρίκλεια καὶ οὐχ ἡ Θίσβη τοῦ Κνήμωνος. ὁ δὲ Ναυσικλῆς ἐνεὸς ἐγεγόνει, τόν τε Καλάσιριν, ἐφ̓ ὅσον περιβαλὼν τὴν Χαρίκλειαν ἐδάκρυεν, ἀφορῶν, καὶ τίς ὁ καθάπερ ἐπὶ σκηνῆς ἀναγνωρισμὸς ἀγνοῶν καὶ διαπορῶν, ἕως αὐτὸν ὁ Καλάσιρις ἐφ̓ ὅσον πλεῖστον ἅμα φιλήμασι κατασπασάμενος, ὦ βέλτιστε ἀνδρῶν, ἔλεγε, σοὶ δὲ ἀντὶ τούτων οἱ θεοὶ τοσαῦτα δοῖεν ὅσα κατὰ γνώμην ὄντα τὴν σὴν εἰς κόρον τελεσθῆναι. σωτήρ μοι τῆς οὐδαμόθεν ἐλπισθείσης ἔτι θυγατρὸς γέγονας, καὶ δέδωκας ἰδεῖν τὴν ἐμοὶ πάντων ἡδίστην θέαν. ἀλλ̓ ὦ θύγατερ, ὦ Χαρίκλεια, Θεαγένην δὲ ποῦ κατέλιπες; ἀνωλόλυξε πρὸς τὴν ἐρώτησιν, καὶ διαλιποῦσα μικρόν, αἰχμάλωτον, εἶπεν, ἄγει λαβών, ὅστις ποτέ ἐστιν, ὁ κἀμὲ τούτῳ παραδεδωκώς.

ἱκέτευεν οὖν ὁ Καλάσιρις τὸν Ναυσικλέα μηνύειν ἅ

p.133
γινώσκει περὶ τοῦ Θεαγένους, καὶ τίς μὲν ὁ νῦν δεσπόζων, ὅποι δ̓ ἄγει λαβών. ἔλεγε πάντα ὁ Ναυσικλῆς, συνεὶς ἐκείνους εἶναι τούτους περὶ ὧν διείλεκτο πολλάκις πρὸς αὐτὸν ὁ πρεσβύτης, καὶ ὧν κατὰ ζήτησιν ἀλώμενον ἐν θρήνοις ἐγίνωσκε. προσετίθει δὲ μηδὲν αὐτοῖς εἶναι πλέον τῆς γνώσεως, ἀνθρώποις ἀπορουμένοις, τοῦ Μιτράνου θαυμαστὸν εἰ καὶ ἐπὶ πολλοῖς ἂν αἱρησομένου χρήμασιν ἀφεῖναι τὸν νεανίσκον. ἔστιν ἡμῖν, ἔφη, χρήματα, λάθρᾳ πρὸς τὸν Καλάσιριν ἡ Χαρίκλεια, καὶ ἐπάγγειλαι πλῆθος ὁπόσον βούλει. τὸν ὅρμον ὃν οἶσθα, διασώζω καὶ ἔχω φέρουσα.

θαρσήσας οὖν πρὸς ταῦτα ὁ Καλάσιρις, δεδιὼς δὲ μή τινα λάβοι τῶν ὄντων ὁ Ναυσικλῆς ὑπόνοιαν καὶ ὧν ἐπεφέρετο ἡ Χαρίκλεια, ὦγαθὲ Ναυσίκλεις, ἔφη, οὐκ ἔστιν ὅτε ἐνδεής ἐστιν ὁ σοφός, ἀλλ̓ ὕπαρξιν ἔχει τὴν βούλησιν, τοσαῦτα λαμβάνων παρὰ τῶν κρειττόνων ὅσα καὶ αἰτεῖν οἶδε καλόν. ὥστε καὶ φράζε μόνον ὅπου ποτέ ἐστιν ὁ κρατῶν Θεαγένους, ὡς τό γε ἐκ τῶν θεῶν ἡμᾶς οὐ περιόψεται, ἀλλ̓ ἐπαρκέσει πρὸς ὅσον ἂν βουληθῶμεν τὸ Περσικὸν θεραπεῦσαι φιλοχρήματον. ἐμειδίασε πρὸς ταῦτα ὁ Ναυσικλῆς, καὶ τότε, ἔφη, δώσεις ἐμὲ πιστεύειν δύνασθαί σε καθάπερ ἐκ μηχανῆς ἀθρόον πλουτεῖν, εἴπερ ἐμοὶ προτέρῳ τὰ ὑπὲρ τῆσδε λύτρα καταθοῖο. πάντως δὲ ἐννοεῖς ὡς τὸ Περσικὸν καὶ τὸ ἐμπορικὸν ἐν ἴσῳ φιλοπλούσιον. οἶδα, εἶπεν ὁ Καλάσιρις, καὶ ἕξεις. τί δὲ οὐ μέλλεις, φιλανθρωπίας οὐδὲν ἀπολείπων, ἀλλὰ φθάνων τε τὰς ἡμετέρας παρακλήσεις καὶ τὴν ἀπόδοσιν τῆς θυγατρὸς αὐτεπάγγελτος ἐπινεύων; εὐχῆς δὲ δεῖ μοι πρότερον. οὐδεὶς φθόνος, ἔφη ὁ Ναυσικλῆς: μᾶλλον δέ, εἰ δοκεῖ, ʽθύειν γὰρ μέλλω χαριστήρια τοῖς θεοῖσ̓ ἐπεύχου παρὼν τοῖς ἱεροῖς, καὶ τὸν πλοῦτον ἡμῖν μὲν αἴτει σαυτῷ δὲ λάμβανε. μὴ παῖζε μηδ̓ ἄπιστος

p.134
ἔσο, ἔφη πρὸς αὐτὸν ὁ Καλάσιρις: ἀλλ̓ ἡγοῦ καὶ εὐτρέπιζε τὰ πρὸς τὴν θυσίαν. ἡμεῖς δὲ παρεσόμεθα πάντων ἡτοιμασμένων.

ἐποίουν οὕτως, καὶ μετ̓ οὐ πολὺ παρὰ τοῦ Ναυσικλέους ἥκων τις ἐκάλει σπεύδειν ἐπὶ τὴν θυσίαν. οἳ δέ ʽτὰ πρακτέα γὰρ αὐτοῖς ἤδη συνέκειτὀ χαίροντες ἐπορεύοντο, αὐτοὶ μὲν ἅμα τῷ Ναυσικλεῖ καὶ ἄλλῳ πλήθει τῶν κεκλημένων ʽδημοτελῆ γὰρ ηὐτρέπιστο τὴν θυσίαν̓, ἡ Χαρίκλεια δὲ σὺν τῇ θυγατρὶ τοῦ Ναυσικλέους καὶ γυναιξὶ ταῖς ἄλλαις, ὅσαι παρηγοροῦσαι πολλὰ καὶ λιπαροῦσαι μόλις ἔπεισαν ἅμα βαδίζειν, τάχα οὐκ ἄν ποτε πεισθεῖσαν, εἰ μὴ τῇ προφάσει τῆς θυσίας εἰς τὰς ὑπὲρ Θεαγένους εὐχὰς ἀποχρήσασθαι διενοήθη. ὡς δ̓ ἐπὶ τὸν νεὼν τοῦ Ἑρμοῦ παρεγένοντο ʽτούτῳ γὰρ ἦγε τὴν θυσίαν Ναυσικλῆς, ὡς ἀγοραίῳ τε καὶ ἐμπορικῷ διαφερόντως τῶν ἄλλων θεῶν αὑτὸν καθοσιούμενοσ̓ καὶ τὰ ἱερὰ τάχιστά τε, οὕτω καὶ πρὸς βραχὺ τὰ σπλάγχνα ὁ Καλάσιρις ἐπιθεωρήσας, καὶ ποικίλην δηλοῦσθαι τῶν μελλόντων συντυχίαν, ἡδέων τε καὶ λυπηρῶν, ταῖς τοῦ προσώπου τροπαῖς ἐμφήνας, ἐπιβάλλει τὼ χεῖρε τοῖς βωμοῖς ἔτι φλεγομένοις, καὶ ὡς τῆς πυρᾶς δῆθεν σπασάμενος ἃ πάλαι ἐπεκομίζετο, ταῦτά σοι, ἔφη, λύτρα Χαρικλείας, ὦ Ναυσίκλεις, οἱ θεοὶ δἰ ἡμῶν προσάγουσι. καὶ ἅμα ἐνεχείριζε δακτύλιόν τινα τῶν βασιλικῶν, ὑπερφυές τι χρῆμα καὶ θεσπέσιον, τὸν μὲν κύκλον ἠλέκτρῳ διάδετον, ἀμεθύσῳ δὲ Αἰθιοπικῇ τὴν σφενδόνην φλεγόμενον. μέγεθος μὲν ὅσον ὄμμα παρθενικὸν περιγράφει, κάλλος δὲ μακρῷ τῆς Ἰβηρίδος τε καὶ Βρετανίδος ὑπερφέρουσα. ἥ μὲν γὰρ ἀδρανεῖ τῷ ἄνθει φοινίσσεται, καὶ ῥόδῳ προσέοικεν ἐκ καλύκων ἄρτι πρὸς πέταλα σχιζομένῳ καὶ πρῶτον ἡλιακαῖς ἀκτῖσιν ἐρευθομένῳ: ἀμεθύσου δὲ Αἰθιόπιδος ἀκραιφνὴς μὲν καὶ ἐκ βάθους

p.135
ἐαρινή τις ὥρα πυρσεύεται, εἰ δὲ κατέχων περιτρέπεις, ἀκτῖνα προσβάλλει χρυσῆν, οὐκ ἀμαυροῦσαν τραχύτητι τὴν ὄψιν, ἀλλὰ φαιδρότητι περιλάμπουσαν. οὐ μὴν ἀλλὰ καὶ δύναμις αὐτῇ γνησιωτέρα τῶν ἐκ δύσεων ἐγκαθίδρυται: οὐ γὰρ ἐπιψεύδεται τὴν προσηγορίαν, ἀλλ̓ ἀληθῶς ἀμέθυσος τῷ φέροντι γίνεται, νηφάλιον ἐν τοῖς συμποσίοις διαφυλάττουσα.

τοιαύτη μὲν καὶ πᾶσα ἐξ Ἰνδῶν τε καὶ Αἰθιόπων ἀμέθυσος: ἣν δὲ τότε τῷ Ναυσικλεῖ προσεκόμιζεν ὁ Καλάσιρις, μακρῷ καὶ ταύτας ἐπλεονέκτει. γραφῇ γὰρ ἔξεστο καὶ εἰς μίμημα ζώων ἐκοιλαίνετο, καὶ ἦν ἡ γραφή, παιδαρίσκος ἐποίμαινε πρόβατα, χαμαιζήλῳ μὲν πέτρᾳ πρὸς περιωπὴν ἐφεστώς, τὴν δὲ νομὴν τῇ ἀγέλῃ πλαγίοις αὐλήμασι διατάττων. τὰ δὲ ἐπείθετο, ὡς ἐδόκει, καὶ ἠνείχετο πρὸς τὰ ἐνδόσιμα τῆς σύριγγος ποιμαινόμενα. εἶπεν ἄν τις αὐτὰ καὶ χρυσοῖς βεβριθέναι τοῖς μαλλοῖς, οὐ τῆς τέχνης τοῦτο χαριζομένης, ἀλλ̓ οἰκεῖον ἐρύθημα τῆς ἀμεθύσου τοῖς νώτοις ἐπανθούσης. ἐγέγραπτο καὶ ἀρνειῶν ἁπαλὰ σκιρτήματα: καὶ οἳ μὲν ἀγεληδὸν ἐπὶ τὴν πέτραν ἀνατρέχοντες, οἳ δὲ περὶ τὸν νομέα κύκλους ἀγερώχους ἐξελίττοντες, ποιμενικὸν θέατρον ἐπεδείκνυσαν τὸν κρημνόν. ἄλλοι δὲ ὥσπερ ἡλίῳ τῇ φλογὶ τῆς ἀμεθύσου γαννύμενοι, ἅλμασιν ἀκρωνύχοις τὴν πέτραν ἐπέξεον. ὅσοι δὲ αὐτῶν πρωτόγονοι καὶ θρασύτεροι, καὶ ὑπεράλλεσθαι βουλομένοις τὸν κύκλον ἐῴκεσαν, εἰργομένοις δὲ ὑπὸ τῆς τέχνης ὥσπερ εἰ μάνδραν χρυσῆν τὴν σφενδόνην αὐτοῖς τε καὶ τῇ πέτρᾳ περιβαλλούσης. ἣ δὲ ἦν πέτρα τῷ ὄντι, καὶ οὐχὶ μίμημα: τῶν γὰρ ἄκρων τῆς λίθου μέρος εἰς τοῦτο περιγράψας ὁ τεχνίτης ἔδειξεν ἐκ τῆς ἀληθείας ὃ ἐβούλετο, περίεργον ἡγησάμενος λίθον ἐν λίθῳ σοφίζεσθαι.

p.136

τοιοῦτος μὲν ὁ δακτύλιος: ὁ δὲ Ναυσικλῆς ἐκπλαγείς τε ἅμα πρὸς τὸ παράδοξον καὶ πλέον ἡσθεὶς πρὸς τὸ πολύτιμον, οὐσίας ὅλης τὴν λίθον ἰσοστάσιον κρίνων, ἐγὼ μὲν ἔπαιζον, εἶπεν, ὦγαθὲ Καλάσιρι, καὶ λόγος ἄλλως ἦν ἡ τῶν λύτρων αἴτησις, σκοπὸς δὲ ἀπριάτην σοι λύσασθαι τὴν θυγατέρα: ἐπεὶ δὲ οὐκ ἀπόβλητά ἐστιν, ὡς φατέ, θεῶν ἐρικυδέα δῶρα, δέχομαι τὴν θεόπεμπτον ταυτηνὶ λίθον, πειθόμενος παῤ Ἑρμοῦ τοῦ καλλίστου καὶ ἀγαθωτάτου τῶν θεῶν ἥκειν μοι συνήθως καὶ τόδε τὸ εὕρημα, διὰ τοῦ πυρός σοι τῷ ὄντι τὸ δῶρον διακονήσαντος: ὁρᾶν γοῦν πάρεστι τῇ φλογὶ περιλαμπόμενον. καὶ ἄλλως κρίνω κέρδος κάλλιστον, ὃ μὴ ζημιοῦν τὸν παρέχοντα, εὐπορώτερον ἀποφαίνει τὸν λαμβάνοντα.

ταῦτα ὡς εἰπὼν ἐποίησεν, ἐπὶ τὴν εὐωχίαν αὐτόν τε καὶ τοὺς ἄλλους ἐπέτρεπεν, ἰδίᾳ μὲν ταῖς γυναιξὶ τὴν ἐνδοτέρῳ τοῦ ἱεροῦ χώραν ἀποκληρώσας, τοὺς δὲ ἄνδρας ἐν τῷ προτεμενίσματι κατακλίνας. ἐπεὶ δὲ εὐφροσύνης τῆς ἐκ τῶν ἐδεσμάτων εἰς κόρον ἦσαν καὶ τοῖς κρατῆρσιν αἱ τράπεζαι παρεχώρουν, οἱ μὲν ἄνδρες ἐμβατήρια τῷ Διονύσῳ καὶ ᾖδον καὶ ἔσπενδον, αἱ δὲ γυναῖκες ὕμνον τῇ Δήμητρι χαριστήριον ἐχόρευον. ἡ Χαρίκλεια δὲ χωρισθεῖσα τὸ αὑτῆς ἔπραττεν: ηὔχετο Θεαγένην σώζεσθαι, κἀκεῖνον ἑαυτῇ φυλάττεσθαι.

τοῦ πότου δὲ λαμπρῶς ἤδη βράζοντος, καὶ ἄλλου πρὸς ἄλλο τι τῶν τερπόντων ἀποκλίναντος, ὕδατος ἀπαραχύτου φιάλην προτείνας ὁ Ναυσικλῆς, ὦγαθὲ Καλάσιρι, ἔφη, καθαράς σοι τὰς νύμφας, ὡς σοὶ φίλον, καὶ ἀκοινωνήτους τοῦ Διονύσου καὶ ἀληθῶς ἔτι νύμφας προπίνομεν: σὺ δὲ εἰ λόγους ἡμῖν οὓς ποθοῦμεν ἀντιπροπίνοις, ἀπὸ καλλίστων ἂν κρατήρων εὐωχοίης. τὰς μὲν γὰρ γυναῖκας ἀκούεις ὡς διατριβὴν τῷ πότῳ χορείαν

p.137
ἐστήσαντο: ἡμῖν δὲ ἡ σὴ πλάνη κάλλιστα ἄν, εἰ βουληθείης, τὴν εὐωχίαν παραπέμποι, χοροῦ τε γινομένη καὶ αὐλοῦ παντὸς ἡδίων: ἣν πολλάκις μοι διελθεῖν, ὡς οἶσθα, ὑπερθέμενος, ἐπειδή σε τὰ συμβεβηκότα ἐβάπτιζεν, οὐκ ἔστιν ὅπως ἂν ἐς καιρὸν βελτίονα τοῦ παρόντος φυλάξειας, ὅτε σου τῶν παίδων ἡ μὲν θυγάτηρ ἥδε σώζεται καὶ ὁρᾶται, ὁ παῖς δὲ ὅσον οὐδέπω σὺν θεοῖς ὀφθήσεται, καὶ μάλιστα εἴ με μὴ ἀνιάσεις, ὑπερθέμενος καὶ πάλιν τὴν διήγησιν. ἀλλά σοι πλεῖστα ἀγαθὰ γένοιτο, ὦ Ναυσίκλεις, ὑπολαβὼν ἔφη ὁ Κνήμων, ὃς ἅπαν μουσικῆς ὄργανον εἰς τὸ συμπόσιον παρακεκληκώς, ἐκείνων μὲν τὸ παρὸν ὑπερορᾷς καὶ τοῖς δημωδεστέροις ἐκχωρεῖς, πραγμάτων δὲ μυστικῶν ὡς ἀληθῶς καὶ ἡδονῇ θείᾳ τῷ ὄντι συγκράτων φιληκόως ἔχεις. καί μοι δοκεῖς καὶ τοῦ δαιμονίου κάλλιστα συνιέναι, τὸν Ἑρμῆν τῷ Διονύσῳ συγκαθιδρύων καὶ λόγων ἥδυσμα τῷ πότῳ συναναχέων. ὡς ἐγώ σου καὶ τὴν ἄλλην μὲν τῆς θυσίας πολυτέλειαν ἔχω θαυμάσας, οὐκ ἔστι δὲ ὅπως μᾶλλον ἄν τις τὸν Ἑρμῆν ἱλάσαιτο ἢ τὸ οἰκειότατον ἐκείνῳ λόγους εἰς εὐωχίαν ἐρανιζόμενος.

ἐπείθετο ὁ Καλάσιρις, ἅμα μὲν τῷ Κνήμωνι χαριζόμενος, ἅμα δὲ τὸν Ναυσικλέα τῶν μετὰ ταῦτα ἕνεκεν ὑποποιούμενος, καὶ ἅπαντα ἔλεγε, τὰ μὲν πρῶτα καὶ ἤδη λεχθέντα πρὸς Κνήμωνα ἐπιτεμνόμενος καὶ ὡσπερεὶ κεφαλαιούμενος, καί τινα καὶ ἑκὼν ὑπερβαίνων, ὅσα τὸν Ναυσικλέα γινώσκειν οὐ συμφέρειν ἐδοκίμαζε, τὰ δ̓ ἔτι ἀδιήγητα καὶ ἐχόμενα τῶν εἰρημένων ἔνθεν ἑλών,

ὡς ἐπειδὴ τῆς Φοινίσσης ὁλκάδος ἐπέβησαν, τοὺς Δελφοὺς ἀποδράντες, τὰ μὲν πρῶτα πλεῖν κατὰ γνώμην, εὐκραεῖ τῷ πνεύματι καὶ ἐκ νώτων ὑποφερομένους, ἐπεὶ δὲ κατὰ τὸν Καλυδώνιον πορθμὸν γενέσθαι, διαταραχθῆναι σφᾶς οὐ μικρῶς, ταραχώδει τὰ πολλὰ

p.138
φύσει θαλάσσῃ προστυχόντας. τοῦ δὲ Κνήμωνος μηδὲ τοῦτο παραλιπεῖν ἀξιοῦντος, ἀλλὰ φράζειν εἴ τινα καταμεμαθήκοι τῆς ἐπιπολαζούσης τῷ τόπῳ τραχύτητος αἰτίαν, τὸ πέλαγος, ἔφη, τὸ Ἰόνιον ἐκ πολλῆς εὐρυχωρίας ἐνταῦθα στενούμενον, καὶ καθάπερ διὰ στομίου τινὸς εἰς τὸν Κρισσαῖον κόλπον εἰσχεόμενον, ἐπιμῖξαί τε πρὸς τὴν Αἰγαίαν θάλασσαν ἐπειγόμενον, ὑπὸ τοῦ Πελοποννησίων Ἰσθμοῦ τῆς πρόσω φορᾶς ἀνακόπτεται, προμηθείᾳ κρειττόνων, ὡς ἔοικεν, ἐπικλύσαι τὴν ἀντίθετον προβολῇ τοῦ αὐχένος ἀποτειχιζόμενον. κἀκ τοῦδε παλιρροίας ὡς τὸ εἰκὸς γινομένης καὶ περὶ τόνδε τὸν πορθμὸν πλέον ἢ κατὰ τὸν ἄλλον κόλπον θλιβομένης, τοῦ ἐπιρρέοντος ἔτι τῷ ἀνατρέχοντι πολλάκις ἐμπίπτοντος, βρασμόν τε ἴσχει τὸ ὕδωρ καὶ κῦμα φλεγμαῖνον ἐγείρει, πρὸς τῆς ἀντιτυπίας εἰς κλύδωνα κορυφούμενον.

ἐπὶ τούτοις κρότου γενομένου καὶ ἐπαίνου τῶν παρόντων ἀληθῆ εἶναι μαρτυρούντων τὴν αἰτίαν, ὁ Καλάσιρις εἴχετο τῶν ἑξῆς, ὑπερβαλόντες δή, λέγων, τὸν πορθμὸν καὶ νήσους Ὀξείας ἀποκρύψαντες, τὴν Ζακυνθίων ἄκραν προσκοπεῖν ἀμφεβάλλομεν, ὥσπερ ἀμυδρόν τι νέφος τὰς ὄψεις ἡμῶν ὑποδραμοῦσαν. καὶ ὁ κυβερνήτης τὸ ἱστίον παραστέλλειν ἐπέταττεν. ἡμῶν δὲ πυνθανομένων διὰ τί παραλύει τὸ ῥόθιον τῆς νεὼς οὐριοδρομούσης, ὅτι, ἔφη, πλησιστίῳ χρώμενοι τῷ πνεύματι περὶ πρώτην ἂν φυλακὴν τῇ νήσῳ προσορμίσαιμεν, καὶ δέος προσοκεῖλαι σκοταίους τόποις ὑφάλοις τὰ πολλὰ καὶ κρημνώδεσι. καλὸν οὖν ἐννυκτερεῦσαι τῷ πελάγει καὶ τὸ πνεῦμα ὑφειμένως δέχεσθαι, συμμετρουμένους ὅσον ἂν γένοιτο αὔταρκες ἑῴους ἡμᾶς τῇ γῇ προσπελάσαι.

ταῦτα εἶπε μὲν ὁ κυβερνήτης, οὐκ ἐγένετο δὲ ὦ Ναυσίκλεις,

p.139
ἀλλ̓ ἅμα ἥλιός τε ἀνῖσχε καὶ ἡμεῖς ἄγκυραν καθίεμεν. οἱ δὲ τῆς νήσου περὶ τὸν ὅρμον οἰκοῦντες, ἀπέχοντα οὐ πολὺ τῆς πόλεως, καθάπερ ἐπί τι παράδοξον τὴν θέαν τὴν ἡμετέραν συνέρρεον, ἀγάμενοι μέν, ὡς ἐφαίνετο, καὶ τὸ τῆς ὁλκάδος εὐάγωγον, εἰς κάλλος τε ἅμα καὶ μέγεθος αἰρόμενον ἐκπεπονημένης, Φοινίκειον τὸ φιλοτέχνημα γνωρίζειν λέγοντες, πλέον δὲ θαυμάζοντες ὡς παραλόγῳ τῇ τύχῃ χρησαμένους, εὔδιόν τε καὶ ἀπήμονα πλοῦν ἐν χειμερίῳ τῇ ὥρᾳ καὶ Πληιάδων ἤδη δυομένων ἀνύσαντας. οἱ μὲν οὖν ἄλλοι σχεδόν τι πάντες ἔτι τῶν πρυμνησίων ἀναπτομένων ἀπολιπόντες τὴν ναῦν, ἐπὶ τὸ ἄστυ τὴν Ζάκυνθον ἀγοράσοντες ἀνέτρεχον: ἐγὼ δέ ʽτοῦ κυβερνήτου γὰρ ἀκηκοὼς ἐτύγχανον ὡς χειμαδίῳ χρήσονται τῇ νήσᾠ καταγωγὴν σκεψόμενος αὐτοῦ που περὶ τὴν ἀκτὴν ἠρχόμην, τὴν μὲν ναῦν ὡς ἀπρεπὲς οἰκητήριον διὰ τὴν ναυτικὴν τύρβην, τὴν πόλιν δὲ ὡς οὐκ ἀσφαλὲς διὰ τὴν τῶν νέων φυγὴν παραιτούμενος. ὀλίγον οὖν ὅσον προήκων ὁρῶ πρεσβύτην ἁλιευτικὸν πρόσθεν τῶν θυρῶν τῶν αὑτοῦ καθήμενον καὶ δικτύου διερρωγότος βροχίδας ἀκεόμενον. πλησιάσας δὴ χαῖρε εἶπον, ὦ βέλτιστε, καὶ φράζε ὅποι τις ἂν τύχοι καταγωγῆς. ὃ δέ, περὶ τὴν πλησίον ἄκραν, ἔφη, χοιράδι πέτρᾳ τῆς προτεραίας ἐνσχεθὲν διεσπάρακται. κἀγώ, τοῦτο μέν, ἔφην, οὐδὲν ἐδεόμην μαθεῖν: ὅμως δ̓ οὖν χρηστῶς ἂν ποιοίης καὶ φιλανθρώπως ἢ αὐτὸς ὑποδεχόμενος ἢ ἕτερον ὑφηγούμενος. καὶ ὅς, οὐκ αὐτός, φησίν: οὐ γὰρ συνέπλεον: μὴ γὰρ οὕτω ποτὲ σφαλείη μηδὲ ὑπὸ γήρως πιεσθείη Τυρρηνός: ἀλλ̓ ἔστι πταῖσμα τῶν παιδαρίων, ἀπειρίᾳ τῶν ὑφάλων οὗ μὴ ἐχρῆν τὰ δίκτυα καθορμισάντων. ὀψὲ δὴ οὖν συνεὶς ὡς παχύτερον ἔχει τῆς ἀκοῆς, γεγωνότερον ἐμβοήσας, χαίρειν κελεύω σοι, ἔφην, καὶ φράζειν ἡμῖν
p.140
ξένοις οὖσι καταγωγήν. ἀλλὰ καὶ αὐτὸς χαίροις, ἀπεκρίνατο, καὶ μένοις, εἰ βούλοιο, παῤ ἡμῖν, εἰ μή τις τυγχάνοις τῶν πολυκλίνους οἴκους ἐπιζητούντων ἢ θεραπείαν εἰς πλῆθος ἐπαγομένων. ἐμοῦ δὲ εἰπόντος ὡς παῖδες εἰσί μοι δύο, καὶ τρίτος ἐγώ, χάριεν, ἔφη, τὸ σύμμετρον: ἑνὶ γὰρ πλείους ἡμᾶς εὑρήσετε. κἀμοὶ γὰρ παῖδες εἰσὶν ἔτι δύο συσσιτοῦντες, οἱ προγενέστεροι δὲ γήμαντες οἴκου ἄρχουσι, καὶ τετάρτη τροφὸς ἡ τῶν παίδων: ἡ γὰρ μήτηρ αὐτοῖς οὐ πρὸ πολλοῦ τέθνηκεν. ὥστε ὦ λῷστε μὴ μέλλε, μηδὲ ἀμφίβαλλε ὡς οὐ χαίροντες ὑποδεξόμεθα ἄνδρα καὶ ἐκ πρώτης ἐντεύξεως εὐγένειαν ἐμφαίνοντα. ἔπραττον οὕτως. καὶ μετ̓ οὐ πολὺ σὺν τῷ Θεαγένει καὶ τῇ Χαρικλείᾳ παρόντα με ἄσμενος ὁ Τυρρηνὸς ὑποδέχεται, καὶ μέρος τὸ ἀλεεινότερον ἀπεκλήρου τῆς οἰκήσεως. καί πως οὐκ ἀηδῶς τὴν χειμέριον ὥραν τὰ πρῶτα διηνύομεν, τὰ μὲν ἄλλα συνδιημερεύοντες, χωριζόμενοι δὲ ὅτε καθεύδειν ἔδει, σὺν τῇ τροφῷ μὲν ἡ Χαρίκλεια, ἐγὼ δὲ ἰδίᾳ καὶ Θεαγένης, ὁ Τυρρηνὸς δὲ σὺν τοῖς αὐτοῦ παισὶ καθ̓ ἕτερον δωμάτιον ἀναπαυόμενοι. ἡ τράπεζα δὲ ἡμῖν κοινὴ προυτίθετο, τὰ μὲν ἄλλα ἡμῶν παρεχόντων, τοῦ Τυρρηνοῦ δὲ ὄψον ἄφθονον ἐκ θαλάττης τοὺς νέους ἑστιῶντος, τὰ μὲν καθ̓ αὑτὸν ἁλιεύοντος, τὰ δὲ καὶ ἡμῶν ἔστιν ὅτε τὴν σχολὴν διατιθεμένων καὶ συνεφαπτομένων τῆς ἄγρας, ἣν ποικίλην τε καὶ πρὸς πᾶσαν ὥραν ἁρμόδιον ἐξήσκητο. καὶ ἦν εὔβολόν τι χρῆμα καὶ πολύθηρον, ὥστε καὶ οἱ πολλοὶ τὴν ἐμπειρίαν αὐτῷ τῆς τέχνης εἰς εὐμένειαν τύχης προσῆπτον.

ἀλλ̓ οὐ γὰρ ἦν, φασί, τοὺς δυστυχοῦντας μὴ οὐχὶ πανταχοῦ δυστυχεῖν. οὐδὲ ἐπὶ τῆς ἐρημίας ἀνενόχλητον εἶχεν ἡ Χαρίκλεια τὸ κάλλος:

ἀλλ̓ ὁ Τύριος ἐκεῖνος ἔμπορος ὁ πυθιονίκης, ᾧ συνεπλεύσαμεν, ἰδίᾳ μοι

p.141
προσιὼν ἠνώχλει πολλάκις, καὶ ἀπέκναιε λιπαρῶν καὶ εἰς γάμον ὡς ἂν παρὰ πατρὸς αἰτῶν τὴν Χαρίκλειαν, πολλὰ σεμνύνων ἑαυτόν, καὶ τοῦτο μὲν γένος ἔνδοξον καταλέγων, τοῦτο δὲ τὸν παρόντα πλοῦτον καταριθμούμενος, τήν τε ὁλκάδα ὡς ἴδιον αὐτοῦ κτῆμα τυγχάνοι, καὶ ὡς τοῦ πλείονος φόρτου τῶν ἀγωγίμων δεσπόζοι, χρυσοῦ τε ὄντων καὶ λίθων πολυταλάντων καὶ σηρικῆς ἐσθῆτος. οὐκ ὀλίγον δὲ εἰς εὐδοξίας προσθήκην καὶ τὴν πυθιονίκην ὠνόμαζεν, ἕτερά τε αὖ πολλὰ πρὸς τούτοις. ἐμοῦ δὲ τήν τε παροῦσαν πενίαν προβαλλομένου, καὶ ὡς οὐκ ἄν ποτε τῷ χώραν ἄλλην οἰκοῦντι καὶ ἔθνος ὃ τοσοῦτον κεχώρισται τῆς Αἰγυπτίων, ἐκδοῦναι τὸ θυγάτριον αἱρησομένου, πέπαυσο τούτων, ἔλεγεν, ὦ πάτερ: τὴν μὲν γὰρ προῖκα ἀπέχειν ἡγήσομαι: πολλὰ τάλαντα καὶ πλοῦτον ὅλον τὴν κόρην, ἔθνος δὲ καὶ πατρίδα τὴν ὑμετέραν ἀλλάξομαι, τῆς μὲν ἐπὶ Καρχηδόνος ὁρμῆς ἐκτραπείς, ὑμῖν δὲ σύμπλους, οἷ δὴ καὶ βούλεσθε,

γενόμενος. ὁρῶν δὴ τὸν Φοίνικα μὴ ἀνιέντα ἀλλ̓ εἰς ὑπερβολήν τε πρὸς τὸ βούλημα θερμαινόμενον καὶ ἡμέραν οὐδεμίαν τοῦ διοχλεῖν μοι περὶ τῶν αὐτῶν ἀπολειπόμενον, ἔγνων τὸ παρὸν ὑπερθέσθαι χρησταῖς ἐπαγγελίαις, μὴ καὶ βίαιόν τι κατὰ τὴν νῆσον ὑποσταίημεν, καὶ ἅπαντα ποιήσειν ἐλθὼν εἰς τὴν Αἴγυπτον ἐπηγγελλόμην.

οὕτω δέ μου τοῦτον ἐπ̓ ὀλίγον ἀποσκευασαμένου, κῦμα, φησίν, ἐπὶ κῦμα προσέβαλλεν ὁ δαίμων. ὁ γὰρ Τυρρηνὸς οὐ πολλαῖς ὕστερον ἡμέραις εἴς τινά με παρηγκωνισμένην ἀκτὴν παραλαβών, ὦ Καλάσιρι, ἔφη, τὸν Ποσειδῶ σοι τὸν πελάγιον ἐπόμνυμι καὶ τοὺς ἄλλους ἐναλίους θεούς, ἦ μὴν αὐτόν τέ σε ὡς ἀδελφὸν παῖδάς τε τοὺς σοὺς ἴσα καὶ παισὶν ὁρᾶν τοῖς ἐμοῖς. ἥκω δήσοι φράσων ἐγειρόμενόν τι πρᾶγμα ἀνιαρὸν μέν,

p.142
ἀλλ̓ ἐμοί τε σιωπῆσαι ἀθέμιτον ἑστίας ὑμῖν τῆς αὐτῆς κεκοινωνηκότι, σοί τε γνῶναι πάντως ἀναγκαῖον. ναυλοχεῖ τὴν ὁλκάδα τὴν Φοίνισσαν πειρατικὸν ἐργαστήριον, κατὰ τὴν περιπτύσσουσαν τῆσδε τῆς ἄκρας πλευρὰν ὑποκαθήμενον, σκοποῖς ἀμοιβαδὸν τὸν ἔκπλουν τῆς νεὼς ἐπιτηρούμενον. ὅρα δὴ οὖν, φυλάττου, καὶ λογίζου τί ἂν ποιοίης: σοῦ γὰρ δὴ ἕνεκεν, μᾶλλον δὲ θυγατρὸς τῆς σῆς, τὸ οὕτως ἀπηνὲς ἔργον, ἐκείνοις δὲ σύνηθες, διανοοῦνται. κἀγὼ πρὸς αὐτόν, σὲ μέν, ἔφην, ἀντὶ τούτων οἱ θεοὶ κατ̓ ἀξίαν: ἀμείψαιντο: πόθεν δὲ ὦ Τυρρηνὲ συνείληφας τὴν ἐπιβουλήν; καὶ ὅς, ἀπὸ τῆς τέχνης, ἔφη, τοῖς ἀνδράσι γνωρίζομαι, καὶ ὄψον αὐτοῖς προσκομίζων πλέον ἢ παρὰ τῶν ἄλλων τὸ τίμημα κομίζομαι. τῇ προτεραίᾳ δὴ κύρτους ἀναλεγομένῳ μοι περὶ τοὺς κρημνοὺς ἐντυχὼν ὁ λῄσταρχος, πότε ἄρα οἱ Φοίνικες ἐξορμήσειν μέλλουσιν, εἴ γε πέπυσαι, διηρώτα. κἀγὼ συνιεὶς τὴν ἐνέδραν τοῦ ἐρωτήματος, τὸ μὲν ἀκριβές, ἔφην, ὦ Τραχῖνε, οὐκ ἔχω λέγειν, εἰς ἔαρ δὲ πρῶτον ἡγοῦμαι αὐτοὺς ἀφορμήσειν. ἆῤ οὖν, ἔφη, καὶ ἡ κόρη αὐτοῖς ἡ παρὰ σοὶ καταγομένη συμπλεύσεται; ἄδηλον μέν, εἶπον: ἀλλὰ τί πολυπραγμονεῖς; ὅτι αὐτῆς, ἔφη, ἐρῶ μανικῶς, ἅπαξ θεασάμενος: οὐ γὰρ οἶδα προστυχὼν τοιούτῳ κάλλει, πολλὰς καὶ ταῦτα καὶ οὐκ ἐξώρους αἰχμαλώτους ᾑρηκώς. ὑπαγόμενος οὖν αὐτὸν ὥστε πᾶν ἀναπτύξαι τὸ βούλευμα, τί οὖν, ἔφην, δεῖ σε συμπλέκεσθαι τοῖς Φοίνιξιν, ἀλλὰ μὴ ἀναιμωτὶ καὶ πρὸ τῆς θαλάσσης ἔχειν, ἐκ τῆς οἰκίας ἁρπάσαντα τῆς ἐμῆς; σώζεται καὶ παρὰ λῃσταῖς, ἔφη, τὶ συνειδὸς καὶ πρὸς τοὺς γνωρίμους φιλάνθρωπον. σοῦ τε οὖν φείδομαι, μὴ πραγμάτων πειραθείης τοὺς ξένους ἐπιζητούμενος: ἐγώ τε δἰ ἑνὸς ἔργου δύο τὰ μέγιστα βούλομαι κτήσασθαι, τόν τε πλοῦτον τῆς νεὼς καὶ τὸν γάμον τῆς κόρης, ὧν
p.143
θατέρου πάντως ἔστιν ἀποτυχεῖν κατὰ γῆν ἐγχειροῦντα τὴν πρᾶξιν. καὶ ἄλλως οὐδὲ ἀκίνδυνον εἴ τι τούτων γένοιτο πλησίον τῆς πόλεως, ἐκ τοῦ παραχρῆμα τῆς τε αἰσθήσεως καὶ τῆς ἐπιδιώξεως ἐσομένης. πολλὰ δὴ τῆς συνέσεως αὐτὸν ἐπαινέσας, ἐκείνου μὲν ἀπηλλαττόμην, σοὶ δὲ καταμηνύων τὴν σκευωρουμένην πρὸς τῶν ἀλαστόρων ἐπιβουλήν, ἱκετεύω φροντίδα ποιεῖσθαι τοῦ σαυτόν τε καὶ τοὺς σεαυτοῦ διασώζειν.