Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

οὔπω δὲ ἡμέρας ἀκριβῶς ὑποφαινούσης ἐψόφει τε ἡ μέταυλος, καί τινος ᾐσθόμην καλοῦντος παιδίον. ἐρομένου δὲ τοῦ ὑπηρέτου τίς ὁ κόπτων τὴν θύραν ἢ κατὰ ποίαν τὴν χρείαν, ἀπάγγελλε, εἶπεν ὁ καλῶν, ὅτι Θεαγένης ὁ Θετταλός. ἥσθην ἀπαγγελθέντα μοι τὸν νεανίαν, καὶ εἰσκαλεῖν ἐκέλευον, ἐνδιδόναι μοι ταὐτόματον ἀρχὴν τῶν ἐν χερσὶ βουλῶν ἡγησάμενος. ἐτεκμαιρόμην γὰρ ὅτι με παρὰ τὸ συμπόσιον Αἰγύπτιον καὶ προφήτην ἀκηκοὼς ἥκει συνεργὸν πρὸς τὸν ἔρωτα ληψόμενος, πάσχων, οἶμαι, τὸ τῶν πολλῶν πάθος, οἳ τὴν

p.93
Αἰγυπτίων σοφίαν μίαν καὶ τὴν αὐτὴν ἠπάτηνται, κακῶς εἰδότες. ἣ μὲν γάρ τις ἐστὶ δημώδης, καὶ ὡς ἄν τις εἴποι, χαμαὶ ἐρχομένη, εἰδώλων θεράπαινα καὶ περὶ σώματα νεκρῶν εἰλουμένη, βοτάναις προστετηκυῖα καὶ ἐπῳδαῖς ἐπανέχουσα, πρὸς οὐδὲν ἀγαθὸν τέλος οὔτε αὐτὴ προσιοῦσα οὔτε τοὺς χρωμένους φέρουσα, ἀλλ̓ αὐτὴ περὶ αὑτὴν τὰ πολλὰ πταίουσα, λυπρὰ δέ τινα καὶ γλίσχρα ἔστιν ὅτε κατορθοῦσα, φαντασίας τῶν μὴ ὄντων ὡς ὄντων καὶ ἀποτυχίας τῶν ἐλπιζομένων, πράξεων ἀθεμίτων εὑρετὶς καὶ ἡδονῶν ἀκολάστων ὑπηρέτις. ἡ δὲ ἑτέρα, τέκνον, ἡ ἀληθῶς σοφία, ἧς αὕτη παρωνύμως ἐνοθεύθη, ἣν ἱερεῖς καὶ προφητικὸν γένος ἐκ νέων ἀσκοῦμεν, ἄνω πρὸς τὰ οὐράνια βλέπει, θεῶν συνόμιλος καὶ φύσεως κρειττόνων μέτοχος, ἄστρων κίνησιν ἐρευνῶσα καὶ μελλόντων πρόγνωσιν κερδαίνουσα, τῶν μὲν γηίνων τούτων κακῶν ἀποστατοῦσα, πάντα δὲ πρὸς τὸ καλὸν καὶ ὅ τι ὠφέλιμον ἀνθρώποις ἐπιτηδεύουσα. δἰ ἣν κἀγὼ τῆς ἐνεγκούσης εἰς καιρὸν ἐξέστην, εἴ πῃ, καθὼς καὶ πρότερόν σοι διῆλθον, τὰ προρρηθέντα μοι παῤ αὐτῆς καὶ τὸν τῶν ἐμῶν παίδων κατ̓ ἀλλήλων πόλεμον περιγράψαιμι. ταῦτα μὲν οὖν θεοῖς τε τοῖς ἄλλοις καὶ μοίραις ἐπιτετράφθω, οἳ τοῦ ποιεῖν τε καὶ μὴ τὸ κράτος ἔχουσιν: οἳ καὶ τὴν φυγήν μοι τὴν ἐκ τῆς ἐνεγκούσης οὐ διὰ ταῦτα πλέον, ὡς ἔοικεν, ἢ τὴν Χαρικλείας εὕρεσιν ἐπέβαλον.

καὶ τοῦτο μὲν ὅπως, εἴσῃ τοῖς ἑξῆς: τὸν δὲ Θεαγένην, ἐπειδήπερ εἰσῆλθεν, ἀσπασάμενον ἀμειψάμενος ἐμαυτοῦ τε πλησίον ἐπὶ τῆς εὐνῆς ἐκάθιζον, καὶ τί χρέος ὄρθριόν σε ἄγει παῤ ἡμᾶς ἠρώτων. ὃ δὲ τὸ πρόσωπον ἐπὶ πολὺ καταψήσας, ἀγωνιῶ μέν, ἔφη; περὶ τοῦ παντός, ἐρυθριῶ δὲ ἐκφαίνειν. καὶ ἐσιώπησεν. ἔγνων οὖν καιρὸν εἶναι τερατεύεσθαι πρὸς αὐτὸν καὶ

p.94
μαντεύεσθαι δῆθεν ἅπερ ἐγίνωσκον. ἱλαρώτερον οὖν αὐτῷ προσβλέψας, εἰ καὶ αὐτὸς λέγειν ὀκνεῖς, ἔφην, ἀλλὰ τῇ γε ἡμετέρᾳ σοφίᾳ καὶ θεοῖς οὐδὲν ἄγνωστον. καὶ ἐπιστήσας ὀλίγον, καὶ ψήφους τινὰς οὐδὲν καταριθμούσας ἐπὶ δακτύλων συνθείς, τήν τε κόμην διασείσας καὶ τοὺς κατόχους μιμούμενος, ἐρᾷς εἶπον, ὦ τέκνον. ἀνήλατο πρὸς τὴν μαντείαν. ὡς δὲ ὅτι καὶ Χαρικλείας προσέθηκα, τοῦτ̓ ἐκεῖνο θεοκλυτεῖν με νομίσας, μικροῦ μὲν καὶ προσεκύνησε πεσών, ἐμοῦ δὲ ἐπέχοντος ἐφίλει πολλὰ τὴν κεφαλὴν προσελθών. τοῖς δὲ θεοῖς ὡμολόγει χάριν, οὐκ ἐσφαλμένος ὧν προσεδόκησε, σωτῆρά τέ με γενέσθαι παρεκάλει: μὴ γὰρ ἂν περισωθῆναι βοηθείας, καὶ ταύτης ταχείας, ἀποτυχόντα: τοσοῦτον αὐτῷ τὸ κακὸν ἐνσκῆψαι, καὶ οὕτως ὑπὸ τοῦ πόθου φλέγεσθαι, πρῶτον καὶ ταῦτα πειρώμενον ἔρωτος. ὁμιλίας γὰρ ἔτι γυναικὸς ἀπείρατος εἶναι διετείνετο, πολλὰ διομνύμενος: ἀεὶ γὰρ διαπτύσαι πάσας καὶ γάμον αὐτὸν καὶ ἔρωτας, εἴ τινος ἀκούσειεν, ἕως τὸ Χαρικλείας αὐτὸν ἤλεγξε κάλλος ὅτι μὴ φύσει καρτερικὸς ἦν, ἀλλ̓ ἀξιεράστου γυναικὸς εἰς τὴν παρελθοῦσαν ἀθέατος. καὶ ταῦτα λέγων ἐπεδάκρυεν, ὥσπερ ὅτι πρὸς βίαν ἥττηται κόρης ἐνδεικνύμενος. ἀνελάμβανον οὖν αὐτόν, καὶ θάρσει ἔλεγον, ἐπειδήπερ ἅπαξ καταπέφευγας ἐφ̓ ἡμᾶς. οὐχ οὕτως ἐκείνη κρείττων ἔσται τῆς ἡμετέρας σοφίας. ἔστι μὲν αὐστηροτέρα καὶ κατενεχθῆναι πρὸς ἔρωτα δύσμαχος, Ἀφροδίτην καὶ γάμον ἀτιμάζουσα καὶ μέχρις ὀνόματος. ἀλλὰ διὰ σὲ πάντα κινητέον. τέχνη καὶ φύσιν οἶδε βιάζεσθαι. μόνον εὔθυμος εἶναι, καὶ ὑφηγουμένῳ τὰ δέοντα πείθεσθαι πράττειν. ἐπηγγέλλετο ἅπαντα ποιήσειν ὡς ἂν ἐγὼ προστάττω, κἂν εἰ ξιφῶν ἐπιβαίνειν κελεύοιμι.

λιπαροῦντος δὴ περὶ τούτων καὶ μισθὸν ἅπασαν

p.95
ὑπισχνουμένου τὴν οὐσίαν, ἥκων τις παρὰ τοῦ Χαρικλέους, δεῖταί σου Χαρικλῆς, ἔλεγεν, ἀφικέσθαι παῤ αὐτόν: ἔστι δὲ πλησίον ἐνταῦθα ἐν τῷ Ἀπολλωνίῳ, καὶ ὕμνον ἀποθύει τῷ θεῷ, τεταραγμένος τι κατὰ τοὺς ὕπνους. ἐξανίσταμαι παραχρῆμα, καὶ τὸν Θεαγένην ἀποπέμψας, ἐπὶ τὸν νεὼν ἀφικόμενος ἐπὶ θώκου τινὸς καταλαμβάνω τὸν Χαρικλέα καθήμενον, ἄγαν περίλυπον καὶ συνεχῶς ἐπιστένοντα. προσελθὼν οὖν, τί σύννους καὶ σκυθρωπός, ἠρώτων. ὃ δέ, τί γὰρ οὐ μέλλω, φησίν, ὀνειράτων τέ με διαταραξάντων, καὶ τῆς θυγατρός, ὡς ἐπυθόμην, ἀηδέστερον διατεθείσης καὶ τὴν νύκτα πᾶσαν ἄυπνον διαγαγούσης; ἐμὲ δὲ λυπεῖ μὲν καὶ ἄλλως οὐχ ὑγιαίνουσα, πλέον δὲ ὅτι τῆς κυρίας τοῦ ἀγῶνος εἰς τὴν ἑξῆς ἐνεστηκυίας, εἰς ἣν τοῖς ὁπλίταις δρομεῦσι δᾷδας ἀναφαίνειν καὶ βραβεύειν τὴν ζάκορον νόμιμον, δυοῖν θάτερον, ἢ ἀνάγκη ταύτην ἀπολιμπανομένην λυμαίνεσθαι τὸ πάτριον, ἢ καὶ ἄκουσαν ἀφικνουμένην ἐπιτρίβεσθαι χαλεπώτερον. ὥστε εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν γε ἐπαρκῶν καί τινα προσάγων ἴασιν δικαίως μὲν ἂν πρὸς ἡμᾶς καὶ φιλίαν τὴν ἡμετέραν, εὐσεβῶς δὲ πρὸς τὸ θεῖον ποιοίης. οἶδα ὡς οὐδὲν ἐργῶδες βουλομένῳ σοι τὸ πρᾶγμα, βασκανίαν, ὡς αὐτὸς ἔφης, ἰάσασθαι: προφήταις καὶ τὰ μέγιστα κατορθοῦν οὐκ ἀδύνατον. ὡμολόγουν ἠμεληκέναι, σοφιστεύων καὶ πρὸς ἐκεῖνον, καὶ τὴν παροῦσαν ἐνδοῦναι παρεκάλουν: ἔχειν γάρ τι συνθεῖναι πρὸς τὴν ἴασιν. τὸ δὲ νυνὶ παρὰ τὴν κόρην ἴωμεν, ἔφην, ἐπισκεψόμενοί τε ἀκριβέστερον καὶ παραμυθησόμενοι πρὸς ὅσον δυνατόν. ἅμα δὲ ὦ Χαρίκλεις βούλομαί σε καὶ λόγους τινὰς ὑπὲρ ἐμοῦ κινῆσαι πρὸς τὴν παῖδα, καὶ γνωριμώτερον ἀποφῆναι παρακαταθέμενον, ὅπως ἂν οἰκειότερον ἔχουσα πρός
p.96
με θαρραλεώτερον ἰώμενον προσίηται. γινέσθω ταῦτα, ἔφη, καὶ ἀπίωμεν.

ἐπειδὴ οὖν ἐπέστημεν τῇ Χαρικλείᾳ, τὰ μὲν πολλὰ τί ἄν τις λέγοι; ἐδεδούλωτο μὲν γὰρ ὁλοσχερῶς τῷ πάθει, καὶ τήν τε παρειὰν ἤδη τὸ ἄνθος ἔφευγε, καὶ τὸ φλέγον τοῦ βλέμματος καθάπερ ὕδασιν ἐῴκει τοῖς δάκρυσιν ἀποσβεννυμένῳ. κατέστελλε δ̓ οὖν ὅμως ἑαυτήν, ἐπειδήπερ ἡμᾶς ἐθεάσατο, καὶ πρὸς τὸ σύνηθες βλέμμα καὶ φθέγμα παντοίως ἐπανάγειν ἐβιάζετο. περιβαλὼν δὲ αὐτὴν ὁ Χαρικλῆς καὶ μυρία φιλήσας καὶ θεραπείας οὐδὲν ἀπολιπών, ὦ θυγάτριον, ὦ τέκνον, ἔλεγεν, ἐμὲ τὸν πατέρα κρύπτεις ὃ πάσχεις; καὶ βασκανίαν ὑποστᾶσα σιωπᾷς ὥσπερ ἀδικοῦσα καὶ οὐκ ἠδικημένη παρὰ τῶν κακῶς ἰδόντων σε ὀφθαλμῶν; ἀλλὰ θάρσει. παρακέκληται Καλάσιρις ὅδε ὁ σοφὸς ἴασιν τινά σοι πορίσασθαι. δυνατὸς δὲ ὁ ἀνήρ, ἄριστος ὤν, εἴπερ τις ἄλλος, τὴν θείαν τέχνην, ἅτε προφητικὸς τὸν βίον καὶ ἱεροῖς ἐκ παίδων ἀνακείμενος, καὶ τὸ μεῖζον εἰς προσθήκην, ἡμῖν ἐς τὰ μάλιστα φίλος. ὥστε εἰκότα ἂν ποιοίης, εἰ προσδέχοιό τε ἀκωλύτως, ἐπᾴδειν τε ἢ καὶ ἄλλως ἰᾶσθαι βουλομένῳ σαυτὴν παρέχοις, οὐδὲ ἄλλως οὖσα πρὸς τὸ λόγιον γένος ἀπρόσμικτος. ἐσιώπα μέν, ἐπένευσε δ̓ οὖν ἡ Χαρίκλεια, καθάπερ ἀσμένη τὴν ἐπ̓ ἐμοὶ συμβουλὴν προσιεμένη.

καὶ τότε μὲν ἐπὶ τούτοις ἀπηλλάγημεν, ὑπομνήσαντός με τοῦ Χαρικλέους καὶ ὧν πρότερον παρεκάλεσεν ἐπιμεληθῆναι, καὶ φροντίζειν εἴ πῃ τῇ Χαρικλείᾳ δυναίμην ἔφεσίν τινα γάμων καὶ ἀνδρῶν ἐμποιῆσαι. ἀπέπεμπον οὖν εὔθυμον, οὐκ εἰς μακρὰν ἀνυσθήσεσθαι αὐτῷ τὴν βούλησιν ἐπαγγειλάμενος.

τῇ δὲ ὑστεραίᾳ ὁ μὲν Πυθίων ἀγὼν ἔληγεν, ὁ δὲ τῶν νέων ἐπήκμαζεν, ἀγωνοθετοῦντος, οἶμαι, καὶ βραβεύοντος

p.97
Ἔρωτος, καὶ δἰ ἀθλητῶν δύο τούτων καὶ μόνων οὓς ἐζεύξατο, μέγιστον ἀγώνων τὸν ἴδιον ἀποφῆναι φιλονεικήσαντος. γίνεται γάρ τι τοιοῦτον. ἐθεώρει μὲν ἡ Ἑλλάς, ἠθλοθέτουν δὲ οἱ Ἀμφικτύονες. ἐπειδὴ τοίνυν τὰ ἄλλα μεγαλοπρεπῶς ἐτετέλεστο, δρόμων ἅμιλλαι καὶ πάλης συμπλοκαὶ καὶ πυγμῆς χειρονομία, τέλος ὁ μὲν κῆρυξ οἱ ὁπλῖται παριόντων ἀνεβόησεν, ἡ ζάκορος δὲ ἡ Χαρίκλεια κατ̓ ἄκρον τὸ στάδιον ἀθρόον ἐξέλαμψεν, ἀφιγμένη καὶ ἄκουσα διὰ τὸ πάτριον, ἢ πλέον, ἐμοὶ δοκεῖν, ὄψεσθαί που τὸν Θεαγένην ἐλπίζουσα, τῇ λαιᾷ μὲν ἡμμένον πυρφοροῦσα λαμπάδιον, θατέρᾳ δὲ φοίνικος ἔρνος προβεβλημένη. καὶ φανεῖσα πᾶν μὲν τὸ θέατρον ἐφ̓ ἑαυτὴν ἐπέστρεψεν, ἔφθη δὲ τάχα οὐδεὶς τὸν Θεαγένους ὀφθαλμόν: ὀξὺς γὰρ ὁ ἐρῶν ἰδεῖν τὸ ποθούμενον. ἐκεῖνος δὲ ἄρα καὶ προακηκοὼς τὸ ἐσόμενον, πρὸς μίαν τὸν νοῦν ἠσχόλει τὴν παρατήρησιν. ὥστε οὐδὲ σιωπᾶν ἐκαρτέρησεν, ἀλλ̓ ἠρέμα πρός με ʽκαθῆστο δέ μου πλησίον ἐξεπίτηδεσ̓ αὕτη ἐκείνη, ἔφη, Χαρίκλεια.

καὶ τῷ μὲν ἠρεμεῖν ἐπέταττον, πρὸς δὲ τὴν κλῆσιν τοῦ κήρυκος παρῄει τις εὐσταλῶς ὡπλισμένος, μέγα τε φρονῶν καὶ μόνος ἐπίδοξος, ὡς ἐδόκει, καὶ πολλοὺς ἤδη πρότερον ἀγῶνας ἀναδησάμενος, τότε δὲ τὸν ἀνταγωνιούμενον οὐκ ἔχων, οὐδενός, οἶμαι, θαρρήσαντος τὴν ἅμιλλαν. ἀπέπεμπον οὖν αὐτὸν οἱ Ἀμφικτύονες: οὐ γὰρ ἐπιτρέπειν τὸν νόμον οὐκ ἀγωνισαμένῳ στέφανον ἀποκληροῦν. ὃ δὲ καλεῖσθαι τὸν βουλόμενον ὑπὸ τοῦ κήρυκος εἰς τὴν ἀγωνίαν ἠξίου. ἐπέταττον οἱ ἀθλοθέται, καὶ ἀνεῖπεν ὁ κῆρυξ ἥκειν τὸν ἐπελευσόμενον. ὁ δὲ Θεαγένης οὗτος ἐμὲ καλεῖ πρός με ἔφησεν, ἐμοῦ δέ πῶς τοῦτο λέγεις εἰπόντος, οὕτως, εἶπεν, ὡς ἔσται, ὦ πάτερ: οὐ γάρ τις ἐμοῦ παρόντος καὶ ὁρῶντος ἕτερος

p.98
ἐκ τῶν Χαρικλείας χειρῶν τὸ νικητήριον ἀποίσεται τὴν δ̓ ἀποτυχίαν, ἔφην, καὶ τὴν ἐκ ταύτης ἀδοξίαν οὐδαμοῦ τίθεσαι; καὶ τίς, εἶπεν, οὕτως ἰδεῖν καὶ πλησιάσαι Χαρικλείᾳ μανικῶς ἐσπούδακεν ὥστε με παραδραμεῖν; τίνα δὲ οὕτως ἡ ὄψις ἐκείνης τάχα καί πτερῶσαι δύναται καὶ μετάρσιον ἐπισπάσασθαι; οὐκ οἶσθα ὅτι καὶ τὸν Ἔρωτα πτεροῦσιν οἱ γράφοντες, τὸ εὐκίνητον τῶν ὑπ̓ αὐτοῦ κεκρατημένων αἰνιττόμενοι; εἰ δέ τι δεῖ καὶ κόμπου προσεῖναι τοῖς εἰρημένοις, οὐδεὶς ἐς τὴν τήμερον ποσί με παρελθὼν ἐσεμνύνατο.

ταῦτα εἶπε καὶ ἀνήλατο, παρελθών τε εἰς μέσους τό τε ὄνομα προσήγγελλε καὶ τὸ ἔθνος ἐδήλου καὶ τοῦ δρόμου τὴν χώραν ἐκληροῦτο, καὶ τὴν πανοπλίαν ἐνδὺς ἐφειστήκει τῇ βαλβῖδι, τὸν δρόμον ἀσθμαίνων καὶ τὸ παρὰ τῆς σάλπιγγος ἐνδόσιμον ἄκων καὶ μόγις ἀναμένων, σεμνόν τι θέαμα καὶ περίβλεπτον, καὶ οἷον Ὅμηρος τὸν Ἀχιλλέα τὴν ἐπὶ Σκαμάνδρῳ μάχην ἀθλοῦντα παρίστησιν. ἐκεκίνητο μὲν δὴ καὶ πᾶσα πρὸς τὸ παράδοξον ἡ Ἑλλάς, καὶ Θεαγένει νίκην ηὔχετο, καθάπερ αὐτός τις ἕκαστος ἀγωνιζόμενος: ἐπακτικὸν γάρ τι καὶ πρὸς τῶν ὁρώντων εἰς εὔνοιαν τὸ κάλλος: κεκίνητο δὲ ἡ Χαρίκλεια πρὸς πᾶσαν ὑπερβολήν, καὶ εἶδον ἐκ πολλοῦ παρατηρῶν παντοίας μεταβαλλομένην ἰδέας. ὡς γὰρ εἰς ἀκοὴν πάντων ὁ κῆρυξ τοὺς δραμουμένους κατήγγειλεν ἀνεῖπέ τε Ὄρμενος Ἀρκὰς καὶ Θεαγένης Θετταλός, ἔσχαστο μὲν ἡ ὕσπληξ, τέτατο δὲ ὁ δρόμος μικροῦ καὶ τὴν τῶν ὀφθαλμῶν κατάληψιν ὑποτέμνων. ἐνταῦθα οὐδὲ ἀτρεμεῖν ἔτι κατεῖχεν ἡ κόρη, ἀλλ̓ ἐσφάδαζεν ἡ βάσις καὶ οἱ πόδες ἐσκίρτων, ὥσπερ, οἶμαι, τῆς ψυχῆς τῷ Θεαγένει συνεξαιρομένης καὶ τὸν δρόμον συμπροθυμουμένης. οἱ μὲν δὴ θεαταί, μετέωρος ἅπας ἐπὶ τὸ μέλλον καὶ ἀγωνίας ἀνάμεστος, ἐγὼ δὲ καὶ πλέον,

p.99
ἅτε δή μοι λοιπὸν ὡς παιδὸς ὑπερφροντίζειν προῃρημένῳ.

οὐδὲν θαυμαστόν, ἔφη ὁ Κνήμων, ὁρῶντας καὶ παρόντας ἀγωνιᾶν, ὅτε κἀγὼ νυνὶ περὶ τῷ Θεαγένει δέδια. καί σου δέομαι θᾶττον, εἰ νικῶν ἀνηγορεύθη, διελθεῖν.

ἐπεὶ δὴ μέσον ὦ Κνήμων ἠνύετο τὸ στάδιον, ὀλίγον ἐπιστρέψας καὶ ὑποβλέψας τὸν Ὄρμενον ἀνακουφίζει τὴν ἀσπίδα πρὸς ὕψος, καὶ τὸν αὐχένα διεγείρας, τὸ βλέμμα τε ὅλον εἰς τὴν Χαρίκλειαν τείνας, καθάπερ βέλος ἐπὶ σκοπὸν ἐφέρετο, καὶ τοσοῦτον παρέφθη τὸν Ἀρκάδα ὀργυιῶν πλῆθος, ὃ διαλεῖπον εἰς ὕστερον ἐμετρήθη. προσδραμὼν οὖν τῇ Χαρικλείᾳ πολύς τε ἐξεπίτηδες εἰς τὸ στέρνον ἐμπίπτει, τοῦ δρόμου δῆθεν τὴν ῥύμην οὐκ ἐνεγκών, καὶ τὸν φοίνικα κομιζόμενος οὐκ ἔλαθέ με τὴν χεῖρα τῆς κόρης φιλῶν.

ἀπέσωσας, εἶπεν ὁ Κνήμων, ὅτι καὶ ἐνίκησε καὶ ἐφίλησεν. ἀλλὰ τίνα δὴ τὰ ἑξῆς; οὐ μόνον ἀκουσμάτων ἀκόρεστος ἄρα ἦσθα ὦ Κνήμων, ἀλλὰ καὶ ὕπνῳ δυσάλωτος. ἤδη γοῦν οὐκ ὀλίγης μοίρας τῆς νυκτὸς παρῳχηκυίας ἀντέχεις ἐγρηγορὼς καὶ τὴν διήγησιν μηκυνομένην οὐκ ἀποκναίεις. ἐγὼ καὶ Ὁμήρῳ μέμφομαι, ὦ πάτερ, ἄλλων τε καὶ φιλότητος κόρον εἶναι φήσαντι, πράγματος ὃ κατ̓ ἐμὲ κριτὴν οὐδεμίαν φέρει πλησμονήν, οὔτε καθ̓ ἡδονὴν ἀνυόμενον οὔτε εἰς ἀκοὴν ἐρχόμενον. εἰ δέ τις καὶ τοῦ Θεαγένους καὶ Χαρικλείας ἔρωτος μνημονεύοι, τίς οὕτως ἀδαμάντινος ἢ σιδηροῦς τὴν καρδίαν ὡς μὴ θέλγεσθαι καὶ εἰς ἐνιαυτὸν ἀκούων; ὥστε ἔχου τῶν ἑξῆς.

ὁ μὲν Θεαγένης ὦ Κνήμων ἐστεφανοῦτο καὶ νικῶν ἀνηγορεύετο, καὶ παρεπέμπετο ὑπὸ ταῖς πάντων εὐφημίαις: ἡ Χαρίκλεια δὲ ἥττητο λαμπρῶς, καὶ δεδούλωτο

p.100
τῷ πόθῳ πλέον ἢ πρότερον, αὖθις ἰδοῦσα τὸν Θεαγένην. ἡ γὰρ τῶν ἐρωτικῶν ἀντίβλεψις ὑπόμνησις τοῦ πάσχοντος γίνεται, καὶ ἀναφλέγει τὴν διάνοιαν ἡ θέα, καθάπερ ὕλη πυρὶ γινομένη. κἀκείνη μὲν οἴκαδε ἐλθοῦσα συνήθη νύκτα ταῖς προτέραις ἢ καὶ δριμυτέραν διῆγεν, ἐγὼ δὲ αὖθις ἄυπνος ἦν, τήν τε φυγὴν ὅποι τραπόμενοι λάθοιμεν ἂν ἐπισκοπῶν, καὶ πρὸς τίνα χώραν ἄρα πέμποι τοὺς νέους ὁ θεὸς ἐννοῶν. τὸν μὲν δὴ δρασμὸν ἔγνων κατὰ θάλατταν εἶναι ποιητέον, ἀπὸ τοῦ χρησμοῦ τὸ συνοῖσον λαβών, ἔνθα ἔφασκεν αὐτοὺς κῦμα τεμόντας ἵξεσθ̓ ἠελίου πρὸς χθόνα κυανέην:

τὸ δὲ ὅποι παραπεμπτέον αὐτούς, μίαν μόνην λύσιν εὕρισκον, εἴ πῃ δυνηθείην ἐπιτυχεῖν τῆς συνεκτεθείσης τῇ Χαρικλείᾳ ταινίας, ἐν ᾖ τὸ κατ̓ αὐτὴν διήγημα κατεστίχθαι ὁ Χαρικλῆς ἀκηκοὼς ἔλεγεν: εἰκὸς γὰρ εἶναι καὶ πατρίδα καὶ τοὺς ὑπονοηθέντας ἤδη παῤ ἐμοῦ γεννήτορας τῆς κόρης ἐντεῦθεν ἐκμαθεῖν, καὶ ἴσως ἐκεῖ πέμπεσθαι αὐτοὺς ὑπὸ τῆς εἱμαρμένης. ὄρθριος γοῦν παρὰ τὴν Χαρίκλειαν ἥκων ἄλλους τε τῶν οἰκείων καταλαμβάνω δεδακρυμένους, καὶ οὐχ ἥκιστα τὸν Χαρικλέα. πλησιάσας οὖν, τίς ὁ θόρυβος, διηρώτων. ὃ δέ, ἐπέτεινεν ἡ νόσος, ἔφη, τῆς θυγατρός, καὶ χαλεπωτέρας ἢ πρότερον πεπείραται τῆς παρηκούσης νυκτός. ἀνίστω, ἔφην, καὶ οἱ λοιποὶ πάντες ἔξιτε. τρίποδά τις καὶ δάφνην καὶ πῦρ καὶ λιβανωτὸν παραθέσθω μόνον. ὀχλείτω δὲ μηδὲ εἷς, ἕως ἂν προσκαλέσωμαι. προσέταττε ταῦτα ὁ Χαρικλῆς, καὶ ἐγένετο. κἀπειδὴ σχολῆς ἐλαβόμην, ἠρχόμην ὥσπερ ἐπὶ σκηνῆς τῆς ὑποκρίσεως, καὶ τόν τε λιβανωτὸν ἐθυμίων, καί τινα δῆθεν ψιθύροις τοῖς χείλεσι κατευξάμενος τὴν δάφνην ἐκ κεφαλῆς εἰς πόδας ἄνω καὶ κάτω πυκνὰ τῆς Χαρικλείας ἐπεσόβουν. καὶ ὑπνῶδές τι, μᾶλλον δὲ γραῶδες ἐπιχασμώμενος ὀψὲ καὶ βραδέως

p.101
ἐπαυσάμην, πολύν τινα λῆρον ἐμαυτοῦ τε καὶ τῆς κόρης καταχέας. ἣ δὲ πυκνὰ τὴν κεφαλὴν ἐπέσειε καὶ σεσηρὸς ὑπεμειδία, πλανᾶσαί με τὴν ἄλλως καὶ τὴν νόσον ἀγνοεῖν ἐνδεικνυμένη. καθεσθεὶς δὴ πλησίον, θάρσει θύγατερ ἔλεγον: εὐτελὴς ἡ νόσος, καὶ ἰαθῆναι ῥᾳδία. βασκανία σου καθήψατο, τάχα μὲν καὶ ὅτε ἐπόμπευες, πλέον δὲ ὅτε ἐβράβευες. ἐγὼ δὲ καὶ ὑπονοῶ τὸν μᾶλλον βασκήναντα. Θεαγένης ἐστίν, ὁ τὸ ἐνόπλιον δραμών. οὐκ ἔλαθέ με παρατηρῶν σε πολλάκις καὶ τὸν ὀφθαλμὸν ἰταμώτερον ἐπιβάλλων. ἣ δέ, ἐκεῖνος μέν, εἴτε οὕτως εἶδεν εἴτε μή, πολλὰ χαιρέτω: τίνων δέ ἐστιν, ἢ πόθεν; ὅτι πολλοὺς ἑώρων περὶ αὐτὸν ἐπτοημένους. ὡς μὲν Θετταλὸς τὸ γένος, ἔφην, ἔφθης ἀκούσασα καὶ τοῦ κήρυκος, ὅτε αὐτὸν ἀνηγόρευσεν: ἀναφέρει δὲ αὑτὸν εἰς Ἀχιλλέα πρόγονον. καί μοι ἐπαληθεύειν ἔοικεν, εἰ δεῖ τῷ μεγέθει καὶ τῷ κάλλει τοῦ νεανίου τεκμαίρεσθαι, πιστουμένῳ τὴν Ἀχίλλειον εὐγένειαν: πλὴν ὅσον οὐχ ὑπέρφρων οὐδ̓ ἀγήνωρ κατ̓ ἐκεῖνον, ἀλλὰ τῆς διανοίας τὸν ὄγκον ἡδύτητι καταπραΰνων. ἀλλὰ καίπερ τοιοῦτος ὢν πάθοι δριμύτερα ὧν δέδρακεν, ἐπίφθονον ἔχων τὸ βλέμμα καί σε τῇ θέᾳ καταβασκήνας. ὦ πάτερ, ἔφη, σοὶ μὲν χάρις ὑπεραλγοῦντι τὰ ἡμέτερα: τί δὲ καταρᾷ μάτην τῷ τάχα οὐδὲν ἠδικηκότι; νοσῶ γὰρ οὐ βασκανίαν ἀλλ̓ ἑτέραν τινά, ὡς ἔοικε, νόσον. εἶτα ἀποκρύπτεις, ἔφην, ὦ τέκνον, ἀλλ̓ οὐχὶ θαρσοῦσα λέγεις, ὅπως ἂν καὶ βοηθείας εὐπορήσαιμεν; οὐχὶ πατήρ εἰμί σοι τὴν ἡλικίαν, καὶ πλέον τὴν εὔνοιαν; οὐ πατρὶ τῷ σῷ γνώριμος καὶ ὁμόψυχος; ἔκφαινε ὃ κάμνεις. ἔχεις ἐν ἐμοὶ τὸ πιστόν, εἰ βούλει, καὶ ἐνώμοτον. λέγε θαρσήσασα, μηδὲ χορήγει τῷ λυποῦντι μέγεθος σιωπῶσα. πάθος γὰρ ἅπαν τὸ μὲν ὀξέως γινωσκόμενον εὐβοήθητον, τὸ δὲ χρόνῳ παραπεμπόμενον ἐγγὺς ἀνίατον: τροφὴ
p.102
γὰρ νόσων ἡ σιωπή, τὸ δὲ ἐκλαλούμενον εὐπαραμύθητον.

ὀλίγον οὖν ἐπισχοῦσα πρὸς ταῦτα, καὶ μυρίας τοῦ νοῦ τροπάς τε καὶ ὁρμὰς ἐκ τῶν ὄψεων ἐμφήνασα, συγχώρησον, ἔφη, μοι τὸ τήμερον: ἀκούσῃ δὲ εἰσαῦθις, εἰ μὴ γνοίης προλαβὼν ἅτε μαντικὸς εἶναι βουλόμενος.

ἐξῄειν αὐτόθεν ἀναστάς, ἐνδιδοὺς τῇ κόρῃ διαιτῆσαι ἐν τῷ μεταξὺ τῆς ψυχῆς τὸ αἰδούμενον. ὁ δὲ Χαρικλῆς ὑπήντα, καὶ τί φράζειν ἔχεις ἠρώτα. πάντα δεξιῶς, ἔλεγον: εἰς γὰρ τὴν ὑστεραίαν τοῦ μὲν ἐνοχλοῦντος πάθους ἀπαλλάξεται, ἕτερον δέ τι τῶν σοι καθ̓ ἡδονὴν ὑποστήσεται: κωλύει δὲ οὐδὲν καὶ ἰατρῶν τινὰ εἰσκαλεῖν. ἀπέτρεχον ταῦτα εἰπών, τοῦ μή τι πλέον τὸν Χαρικλέα πυθέσθαι. μικρὸν δὲ ὅσον τοῦ δωματίου προήκων ὁρῶ τὸν Θεαγένην αὐτοῦ που περὶ τὸν νεὼν καὶ τὸν περίβολον εἰλούμενον καὶ πρὸς ἑαυτὸν διαλεγόμενον, ὥσπερ ἀποχρῶν αὐτῷ καὶ μόνην τὴν οἴκησιν τῆς Χαρικλείας περισκοπεῖν. ἐκτραπόμενος οὖν παρῄειν, ὥσπερ οὐχ ἑωρακώς. ὃ δὲ χαῖρε εἶπεν, ὦ Καλάσιρι, καὶ ἄκουε: σὲ γάρ τοι περιέμενον. ἀνέστρεφον ἀθρόον, καὶ Θεαγένης ἔλεγον ὁ καλός: ἀλλ̓ οὐχ ἑωράκειν. ποῖος καλός, ἔφη, ὁ Χαρικλείᾳ μὴ ἀρεστός; ἠγανάκτουν ἐγὼ μέχρι τῶν ὄψεων, καὶ οὐ παύσῃ ἔλεγον ὑβρίζων ἐμέ τε καὶ τὴν ἐμὴν τέχνην, ὑφ̓ ἧς ἥλωκεν ἤδη καὶ ἐρᾶν σου κατηνάγκασται, καὶ ὁρᾶν ὥσπερ τινὰ τῶν κρειττόνων εὔχεται. τί λέγεις, ἔφη, ὦ πάτερ: ὁρᾶν ἐμὲ Χαρίκλεια; τί οὖν οὐκ ἄγεις ἤδη παῤ αὐτήν; καὶ ἅμα προέτρεχεν. ἐπιλαβόμενος οὖν τῆς χλαμύδος, στῆθι, ἔφην, οὗτος, εἰ καὶ ὀξὺς δραμεῖν: οὐ γὰρ ἅρπαγμα τὸ πρᾶγμα, οὐδὲ εὔωνον καὶ τῶν ἐν μέσῳ, τῷ βουλομένῳ προκείμενον, ἀλλὰ πολλῆς μὲν βουλῆς, ὥστε πρεπόντως ἀνυσθῆναι, πολλῆς δὲ διασκευῆς, ὥστε ἀσφαλῶς πραχθῆναι, δεόμενον. ἢ τὸν πατέρα τῆς κόρης ἠγνόηκας, ὡς Δελφῶν ἐστὶ τὰ

p.103
πρῶτα; τοὺς δὲ νόμους οὐκ ἐννοεῖς, οἳ θάνατον τοῖς τοιούτοις ἐπιβάλλουσιν; ἐγώ, εἶπε, καὶ τελευτᾶν οὐ διαφέρομαι τυχὼν Χαρικλείας. ἀλλ̓ ὅμως, εἰ δοκεῖ, πρὸς γάμον αἰτῶμεν, τῷ πατρὶ προσιόντες: οὐ γὰρ δὴ μὴ ἀνάξιοί γε ὄντες τῷ Χαρικλεῖ κηδεύσομεν. οὐκ ἂν τύχοιμεν, ἔφην: οὐχ ὅτι τῶν κατὰ σέ τι δυνατὸν ἐπιμέμψασθαι, ἀλλ̓ ὁ Χαρικλῆς ἀδελφῆς ἑαυτοῦ παιδὶ τὴν κόρην πάλαι κατηγγύησεν. οἰμώξει, ἔφη Θεαγένης, ὅς τις ποτέ ἐστιν. οὐ γάρ τις ἐμοῦ ζῶντος ἕτερος θαλαμεύσει Χαρίκλειαν: οὐχ οὕτως ἥδε ἡ χεὶρ καὶ ξίφος τοὐμὸν ἀργήσει. παῦσαι, ἔφην: οὐδενὸς δεήσει τοιούτου: μόνον ἐμοὶ πείθεσθαι, καὶ πράττειν ὡς ἂν ὑφηγήσωμαι. νῦν δὲ ἀποχώρει, καὶ φυλάττου συνεχῶς φαίνεσθαι πλησιάζων, ἀλλ̓ ἐφ̓ ἡσυχίας καὶ μόνος ποιοῦ τὰς ἐντεύξεις. ἀπῄει κατηφής.

ὁ δὲ Χαρικλῆς εἰς τὴν ὑστεραίαν ἐντυχὼν ὁμοῦ τε εἶδε, καὶ προσδραμὼν ἐφίλει πολλὰ τὴν κεφαλήν, τοῦτο σοφία, τοῦτο φιλία, συνεχῶς ἀναβοῶν. ἤνυσταί σοι μέγα ἔργον: ἑάλωκεν ἡ δυσάλωτος καὶ νενίκηται ἡ δυσκαταμάχητος: ἐρᾷ Χαρίκλεια. πρὸς ταῦτα ἐθρυπτόμην, ἀνέσπων τε τὴν ὀφρύν, καὶ βλακῶδες βαίνων, εὔδηλον ἦν, ἔλεγον, ὡς οὐδὲ πρὸς τὴν πρώτην ἀνθέξει προσβολὴν ἐμοῦ, καὶ ταῦτα μηδενὶ τῶν μειζόνων ὀχλήσαντος. ἀλλὰ πόθεν ὦ Χαρίκλεις ἐρῶσαν ἐγνωρίσατε; σοὶ πεισθέντες, ἔφη. τοὺς γὰρ εὐδοκίμους τῶν ἰατρῶν, ὡς αὐτὸς ὑπέθου, παρακαλέσας ἦγον εἰς τὴν ἐπίσκεψιν, ἀμοιβὴν τὴν προσοῦσαν οὐσίαν ὑπισχνούμενος, εἴ τι δύναιντο ἐπικουρεῖν. οἳ δὲ ὡς τάχιστα εἰσῆλθον, ἠρώτων ὅ τι πάσχοι. τῆς δὲ ἀποστρεφομένης, καὶ πρὸς μὲν ἐκείνους οὐδ̓ ὁτιοῦν ἀποκρινομένης, ἔπος δὲ Ὁμηρικὸν συνεχῶς ἀναβοώσης ὦ Ἀχιλεῦ Πηλέος υἱέ, μέγα φέρτατ̓ Ἀχαιῶν, ὁ λόγιος Ἀκεστῖνος ʽοἶσθα δὲ δή που τὸν

p.104
ἄνδρἀ τῷ καρπῷ τὴν χεῖρα καὶ ἀκούσης ἐπιβαλὼν ἀνακρίνειν ἀπὸ τῆς ἀρτηρίας ἐῴκει τὸ πάθος, ὥσπερ, οἶμαι, τὰ καρδίας κινήματα μηνυούσης. οὐκ ὀλίγον τε χρόνον βασανίσας τὴν ἐπίσκεψιν, ἄνω τε καὶ κάτω πολλὰ ἐπιθεωρήσας, ὦ Χαρίκλεις, ἔφη, περιττῶς ἡμᾶς ἐνθάδε εἰσκέκληκας: ἰατρικὴ γὰρ οὐδὲν ἂν οὐδαμῶς ἀνύσειε πρὸς ταύτην. ἐμοῦ δέ, ὦ θεοί, τί τοῦτο λέγεις, ἀναβοήσαντος, οἴχεται οὖν μοι τὸ θυγάτριον, καὶ ἐλπίδος ἐκτὸς γέγονεν; οὐ θορύβου δεῖ, φησίν, ἀλλ̓ ἄκουε. καὶ παραλαβών με τῆς τε κόρης καὶ τῶν ἄλλων ἄπωθεν, ἡ καθ̓ ἡμᾶς, ἔφη, τέχνη σώματος πάθη θεραπεύειν ἐπαγγέλλεται, ψυχῆς δὲ οὐ προηγουμένως, ἀλλὰ τότε μόνον ὅταν συμπάσχῃ μὲν τῷ σώματι κακουμένῳ, συνωφελῆται δὲ θεραπευομένῳ. τό τε τῆς κόρης νόσος μέν, ἀλλ̓ οὐ σώματος: οὐ γὰρ χυμῶν τις περιττεύει, οὐ κεφαλῆς ἄλγημα βαρύνει, οὐ πυρετὸς ἀναφλέγει, οὐκ ἄλλο τι τοῦ σώματος, οὐ μέρος, οὐχ ὅλον νοσεῖ που. τοῦτο, οὐκ ἄλλο τι νομιστέον. ἐμοῦ δὲ λιπαροῦντος, καὶ φράζειν εἴ τι κατέμαθεν ἀξιοῦντος, οὐ γὰρ καὶ παιδὶ γνώριμον, ἔφη, ψυχῆς εἶναι τὸ πάθος, καὶ τὴν νόσον ἔρωτα λαμπρόν; οὐχ ὁρᾷς ὡς κυλοιδιᾷ μὲν τοὺς ὀφθαλμούς, καὶ τὸ βλέμμα διέρριπται, καὶ τὸ πρόσωπον ὠχριᾷ σπλάγχνον οὐκ αἰτιωμένη, τὴν διάνοιαν δὲ ἀλύει, καὶ τὸ ἐπελθὸν ἀναφθέγγεται, καὶ ἀπροφάσιστον ἀγρυπνίαν ὑφίσταται, καὶ τὸν ὄγκον ἀθρόως καθῄρηται; ζητητέος σοι, Χαρίκλεις, ὁ ἰασόμενος. γένοιτο δ̓ ἂν μόνος ὁ ποθούμενος. ὃ μὲν ταῦτα εἰπὼν ἀπῄει, πρὸς σὲ δὲ ἐγὼ δρομαῖος τὸν ἐμὸν καὶ σωτῆρα καὶ θεόν, ὃν μόνον εὐεργετῆσαι δύνασθαι κἀκείνη γινώσκει. πολλὰ γοῦν ἐμοῦ δεομένου καὶ ἐξειπεῖν ὅ τι πάσχοι παρακαλοῦντος, ἓν μόνον ἀπεκρίνατο, ὡς ἀγνοεῖ μὲν ὃ πέπονθεν, εἰδέναι δὲ ὡς Καλάσιρις ἂν ἰάσαιτο μόνος: καὶ εἰσκαλεῖν σε
p.105
παῤ αὑτὴν ἱκέτευεν. ἐξ οὗ δὴ καὶ μάλιστα συνέβαλον ὡς ὑπὸ τῆς σῆς σοφίας ἑάλωκεν. ἆῤ οὖν ὥσπερ ὅτι ἐρᾷ, πρὸς αὐτὸν ἐγώ, καὶ τὸ τίνος ἔχοις ἂν λέγειν; οὐ μὰ τὸν Ἀπόλλω, ἔφη: πῶς γὰρ ἂν ἢ πόθεν τοῦτο εἰδείην; ηὐχόμην δὲ Ἀλκαμένους αὐτὴν ἐρᾶν ἢ πάντα χρήματα, τοῦ τῆς ἀδελφῆς παιδὸς τῆς ἐμῆς, ὃν πάλαι αὐτῇ νυμφίον, ὅσα γε εἰς βούλησιν ἥκειν τὴν ἐμήν, κατηγγύησα. ἐμοῦ δὲ εἰπόντος ὡς ἔξεστι πεῖραν λαμβάνειν, εἰσάγοντα παῤ αὐτὴν καὶ δεικνύντα τὸ μειράκιον, ἐπαινέσας ἀπῄει. καὶ περὶ πλήθουσαν ἀγορὰν αὖθίς μοι συντυχών, ἀνιαρὸν ἀκούσῃ πρᾶγμα, ἔλεγεν. ἡ παῖς δαιμονᾶν ἔοικεν: οὕτως ἀλλόκοτόν τι τὸ κατ̓ αὐτήν. εἰσῆγον, ὡς ἐκέλευσας, τὸν Ἀλκαμένη καὶ ἁβρότερον ἐδείκνυον: ἣ δέ, ὥσπερ τὴν Γοργοῦς θεασαμένη κεφαλὴν ἤ τι τῶν ἀτοπωτέρων, ὀξύ τι καὶ μέγα ἀνέκραγε, καὶ τὴν ὄψιν πρὸς θάτερα τοῦ οἰκήματος ἀπέστρεφε, καὶ τὰς χεῖρας ὡς βρόχον ἐπάγουσα τῷ τραχήλῳ διαχρήσασθαι ἠπείλει, καὶ ἐπώμνυεν, εἰ μὴ θᾶττον ἐξίοιμεν. ἐκείνης μὲν δὴ καὶ λόγου θᾶττον ἀπηλλάγημεν: τί γὰρ καὶ ἔδει ποιεῖν, ἀτοπίαν τοσαύτην ὁρῶντας; σοῦ δὲ ἱκέται καὶ πάλιν γινόμεθα, μήτ̓ ἐκείνην περιιδεῖν ἀπολλυμένην μήτε ἡμᾶς τῶν κατ̓ εὐχὰς ἀποτυγχάνοντας. ὦ Χαρίκλεις, ἔφην, οὐ διήμαρτες εἰπὼν δαιμονᾶν τὴν κόρην: ὀχλεῖται γὰρ ὑπὸ δυνάμεων ἃς αὐτὸς κατέπεμψα, καὶ τούτων οὐκ ἐλαχίστων, ἀλλ̓ ἃς εἰκὸς ἦν ἐκείνην, ἃ μήτε ἐπεφύκει μήτε ἐβούλετο, καταναγκάσαι πράττειν. ἀλλά μοι ἀντίθεός τις ἔοικεν ἐμποδίζειν τὴν πρᾶξιν καὶ διαμάχεσθαι πρὸς τοὺς ἐμοὺς ὑπηρέτας, ὥστε ὥρα σοι πάντως ἐπιδεικνύναι μοι τὴν ταινίαν ἣν τῇ παιδὶ συνεκτεθεῖσαν ὑποδεδέχθαι μετὰ τῶν ἄλλων γνωρισμάτων ἔλεγες: ὡς ἔγωγε δέδοικα μή τινος ἐμπέπλησται γοητείας καὶ μαγγανείαις τυγχάνει τραχυνούσαις τὴν ψυχὴν
p.106
ἀνάγραπτος, ἐχθροῦ τινὸς αὐτὴν ἐξ ἀρχῆς ἀνέραστον ἀποβιῶναι καὶ ἄγονον ἐπιβουλεύσαντος.

ἐπῄνει ταῦτα, καὶ ἧκε φέρων οὐ μετὰ πολὺ τὴν ταινίαν. ἐνδοῦναι δή μοι σχολὴν πρὸς αὐτὸν εἰπών, ὡς εἶχον πειθόμενον, ἐλθών τε οὗ κατηγόμην, οὐδὲ ὅσον ἐλάχιστον ὑπερθέμενος, ἐπελεγόμην τὴν ταινίαν γράμμασιν Αἰθιοπικοῖς, οὐ δημοτικοῖς ἀλλὰ βασιλικοῖς, ἐστιγμένην, ἃ δὴ τοῖς Αἰγυπτίων ἱερατικοῖς καλουμένοις ὡμοίωνται. καὶ ἐπερχόμενος τοιάδε ηὕρισκον τὸ γράμμα διηγούμενον.

Περσῖνα βασίλισσα Αἰθιόπων τῇ ὁτιδὴ κληθησομένῃ καὶ μέχρι μόνων ὠδίνων θυγατρὶ δῶρον ἔσχατον χαράττω τόνδε τὸν ἔγγραφον θρῆνον.

ἐπάγην, ὦ Κνήμων, ὡς τοῦ Περσίνης ὀνόματος ἤκουσα. τὰ δὲ ἑξῆς ὅμως ἐπελεγόμην, ὄντα τοιάδε.

ὡς μὲν οὐδὲν ἀδικοῦσα, παιδίον, οὔτε σὲ γενομένην ἐξεθέμην οὔτε πατέρα τὸν σὸν Ὑδάσπην τὴν σὴν θέαν ἀπεκρυψάμην, ἐπικεκλήσθω μάρτυς ὁ γενάρχης ἡμῶν Ἥλιος. ἀλλ̓ ὅμως ἀπολογοῦμαι πρός τε σέ ποτε, θύγατερ, εἰ περισωθείης, πρός τε τὸν ἀναιρησόμενον, εἴ τινά σοι θεὸς ἐπιστήσειε, πρός τε αὐτὸν ὅλον τὸν τῶν ἀνθρώπων βίον, ἀνακαλύπτουσα τὴν αἰτίαν τῆς ἐκθέσεως. ἡμῖν πρόγονοι θεῶν μὲν Ἥλιός τε καὶ Διόνυσος, ἡρώων δὲ Περσεύς τε καὶ Ἀνδρομέδα, καὶ Μέμνων ἐπὶ τούτοις. οἱ δὴ τὰς βασιλείους αὐλὰς κατὰ καιροὺς ἱδρυσάμενοι ταῖς ἀπὸ τούτων γραφαῖς ἐκόσμησαν. τὰς μὲν δὴ τῶν ἄλλων εἰκόνας τε καὶ πράξεις ἀνδρῶσί τε καὶ περιδρόμοις ἐνέγραφον, τοὺς δὲ θαλάμους τοῖς Ἀνδρομέδας τε καὶ Περσέως ἔρωσιν ἐποίκιλλον. ἐνταῦθά ποτε ἡμᾶς, δεκάτου παρήκοντος ἔτους ἐξ οὗ με γαμετὴν Ὑδάσπης ἐγνώρισεν, οὔ ποτε παίδων ἡμῖν γεγονότων, ἠρεμεῖν τὸ μεσημβρινὸν συνέβαινεν, ὕπνου θερινοῦ κατακλίναντος. καί μοι καὶ προσωμίλει τότε ὁ πατὴρ ὁ σός, ὄναρ αὐτῷ τοῦτο κελεύειν ἐπομνύμενος: ᾐσθόμην τε παραχρῆμα κυοφορήσασα τὴν καταβολήν. ὁ μὲν δὴ μέχρι τοῦ τόκου χρόνος ἑορτὴ πάνδημος ἦν καὶ χαριστήριοι θυσίαι τοῖς θεοῖς, ὡς τοῦ βασιλέως διάδοχον τοῦ γένους ἐλπίζοντος: ἐπειδὴ δέ σε λευκὴν ἀπέτεκον, ἀπρόσφυλον Αἰθιόπων

p.107
χροιὰν ἀπαυγάζουσαν, ἐγὼ μὲν τὴν αἰτίαν ἐγνώριζον, ὅτι μοι παρὰ τὴν ὁμιλίαν τὴν πρὸς τὸν ἄνδρα προσβλέψαι τὴν Ἀνδρομέδαν ἡ γραφὴ παρασχοῦσα, καὶ πανταχόθεν ἐπιδείξασα γυμνήν ʽἄρτι γὰρ αὐτὴν ἀπὸ τῶν πετρῶν ὁ Περσεὺς κατῆγεν̓, ὁμοιοειδὲς ἐκείνῃ τὸ σπαρὲν οὐκ εὐτυχῶς ἐμόρφωσεν. ἔγνων οὖν ἐμαυτήν τε ἀπαλλάξαι τοῦ μετ̓ αἰσχύνης θανάτου, πεπεισμένη τὴν σὴν χροιὰν μοιχείαν ἐμοὶ προσάψουσαν ʽοὐ γὰρ πιστεύσειν οὐδένα λεγούσῃ τὴν περιπέτειαν̓, καὶ σοὶ τὸ ἐκ τῆς τύχης ἀμφίβολον χαρίσασθαι, θανάτου προδήλου ἢ πάντως ὀνόματος νόθου προτιμότερον. γενομένην τέ σε τεθνάναι παραχρῆμα πρὸς τὸν ἄνδρα πλασαμένη, λάθρᾳ καὶ ἀπορρήτως ἐξεθέμην, ὅσον πλεῖστον ἠδυνάμην πλοῦτον τῷ περισώζοντι μισθὸν συνεκθεμένη, ἄλλοις τέ σε κοσμήσασα καὶ ταινίᾳ τῇδε, ἐλεεινῷ διηγήματι τῶν σῶν κἀμαυτῆς, ἐνειλήσασα, ἣν ἀπὸ δακρύων τῶν ἐπὶ σοὶ καὶ αἵματος ἐχάραττον, ὁμοῦ πρωτοτόκος καὶ πολύθρηνος γενομένη. ἀλλ̓ ὦ γλυκεῖα καὶ μέχρις ὥρας θύγατερ, ὅπως, εἰ περιγένοιο, μεμνήσῃ τῆς εὐγενείας, τιμῶσα σωφροσύνην, ἣ δὴ μόνη γυναικείαν ἀρετὴν χαρακτηρίζει, καὶ φρόνημα βασίλειον καὶ πρὸς τοὺς φύντας ἀναφέρον ἀσκοῦσα. μεμνήσῃ δὲ πρὸ πάντων τῶν συνεκτεθέντων σοι κειμηλίων δακτύλιόν τινα ἐπιζητεῖν καὶ σεαυτῇ περιποιεῖν, ὃν πατὴρ ὁ σὸς ἐμοὶ παρὰ τὴν μνηστείαν ἐδωρήσατο, βασιλείῳ μὲν συμβόλῳ τὸν κύκλον ἀνάγραπτον, λίθῳ δὲ παντάρβῃ καὶ ἀπορρήτῳ δυνάμει τὴν σφενδόνην καθιερωμένον.

ταῦτά σοι διείλεγμαι, τὸ γράμμα διάκονον εὑραμένη, τὰς ἐμψύχους καὶ ἐν ὀφθαλμοῖς ὁμιλίας τοῦ δαίμονος στερήσαντος, τάχα μὲν κωφὰ καὶ ἀνήνυτα, τάχα δὲ καὶ εἰς ὄφελός ποτε ἥξοντα: τὸ γὰρ ἄδηλον τῆς τύχης ἀνθρώποις ἄγνωστον. καὶ ἔσται σοι τὰ τῆς γραφῆς, ὦ μάτην ὡραία, καὶ ἔγκλημα τὸ κάλλος ἐμοὶ προσάψασα, εἰ μὲν περισωθείης, γνωρίσματα, εἰ δ̓ ὅπερ καὶ ἀκοὴν λάθοι τὴν ἐμήν, ἐπιτύμβια καὶ μητρὸς ἐπικήδεια δάκρυα.

ταῦτα ὦ Κνήμων ὡς ἀνέγνων, ἐγνώριζον μέν, καὶ τὴν ἐκ θεῶν οἰκονομίαν ἐθαύμαζον, ἡδονῆς δὲ ἅμα καὶ λύπης ἐνεπλήσθην. καὶ πάθος τι καινότερον ὑπέστην, ὁμοῦ δακρύων καὶ χαίρων, διαχεομένης μὲν τῆς ψυχῆς πρὸς τὴν τῶν ἀγνοουμένων εὕρεσιν καὶ τῶν χρησθέντων ἤδη τὴν ἐπίλυσιν, ἀδημονούσης δὲ πρὸς τὴν τῶν ἐσομένων ἔκβασιν, καὶ τὸν ἀνθρώπινον βίον οἰκτιζούσης

p.108
ὡς ἄστατόν τι καὶ ἀβέβαιον καὶ ἄλλοτε πρὸς ἄλλα τρεπόμενον, τότε δὲ ὑπερβαλλόντως ταῖς Χαρικλείας τύχαις γνωριζόμενον. εἰσῄει γάρ με πολλῶν ἔννοια, τίνων μὲν γενομένη τίνων ἐνομίσθη, πόσῳ δὲ τῷ μεταξὺ τῆς ἐνεγκούσης ἀπήχθη: κεκλήρωτο δὲ θυγατρὸς ὄνομα νόθου, ἀποβαλοῦσα τὸ γνήσιον Αἰθιόπων καὶ βασίλειον γένος. ἐπὶ πολύ τε ἀμφίβολος εἱστήκειν, τῶν μὲν παρελθόντων οἰκτείρειν ἔχων, τῶν δὲ ἐσομένων εὐδαιμονίζειν οὐ θαρσῶν, ἕως τὸν λογισμὸν πρὸς τὸ νῆφον ἀνακαλεσάμενος ἔγνων μὴ διαμέλλειν ἀλλ̓ ἔργου ἔχεσθαι.

καὶ παρὰ τὴν Χαρίκλειαν ἐλθὼν καταλαμβάνω μόνην, ἀπειρηκυῖαν ἤδη πρὸς τὸ πάθος, καὶ τῷ μὲν φρονήματι βιαζομένην ἀναφέρειν, τῷ σώματι δὲ πάντῃ πεπονημένην, ἐνδόντι πρὸς τὴν νόσον καὶ ἀντέχειν ἀσθενήσαντι πρὸς τὸ δεινόν.

μεταστησάμενος οὖν τοὺς παρόντας, καὶ μηδένα διοχλεῖν ἐπιστείλας ὡς δή τινας εὐχὰς καὶ ἐπικλήσεις τῇ κόρῃ προσάξων, ὥρα σοι, ἔφην, ὦ Χαρίκλεια, λέγειν ὃ πάσχεις ʽοὕτω γὰρ ὑπέσχου τῇ προτεραίᾀ καὶ μὴ κρύπτειν ἄνδρα σοί τε εὔνουν καὶ γνῶναι τὰ πάντα καὶ σιωπώσης οὐκ ἀδύνατον. ἣ δὲ λαβομένη μου τῆς χειρὸς ἐφίλει τε καὶ ἐπεδάκρυε, καὶ ὦ σοφὲ Καλάσιρι, τοῦτο πρῶτον εὐεργέτησον, ἔλεγεν: ἔασον με σιωπῶσαν δυστυχεῖν, αὐτὸς ὡς βούλει γνωρίσας τὴν νόσον, καὶ τὴν γοῦν αἰσχύνην κερδαίνειν, κρύπτουσαν ἃ καὶ πάσχειν αἰσχρὸν καὶ ἐκλαλεῖν αἰσχρότερον. ὡς ἐμέ γε λυπεῖ μὲν καὶ ἡ νόσος ἀκμάζουσα, πλέον δὲ τὸ μὴ κρατῆσαι τῆς νόσου τὴν ἀρχήν, ἀλλ̓ ἡττηθῆναι πάθους ἀπειρημένου μὲν ἐμοὶ τὸν πρὸ τούτου πάντα χρόνον, λυμαινομένου δὲ καὶ μέχρις ἀκοῆς τὸ παρθενίας ὄνομα σεμνότατον. ἐπιρρωννὺς οὖν αὐτήν, ὦ θύγατερ, ἔφην, δυοῖν ἕνεκα εὖ ποιεῖς ἀποκρύπτουσα τὰ κατὰ σαυτήν: ἐγώ τε γὰρ οὐδὲν δέομαι μανθάνειν ἃ πάλαι παρὰ

p.109
τῆς τέχνης ἔγνωκα, σύ τε εἰκότα πάσχεις, ἐρυθριῶσα λέγειν ἃ γυναιξὶ κρύπτειν εὐπρεπέστερον. ἀλλ̓ ἐπειδήπερ ἅπαξ ἔρωτος ἐπῄσθου καὶ φανείς σε Θεαγένης ᾕρηκε ʽτοῦτο γὰρ ὀμφή μοι θεῶν ἐμήνυσἐ, σὺ μὲν ἴσθι μὴ μόνη καὶ πρώτη τὸ πάθος ὑποστᾶσα, ἀλλὰ σὺν πολλαῖς μὲν γυναιξὶ τῶν ἐπισήμων σὺν πολλαῖς δὲ παρθένοις τῶν τὰ ἄλλα σωφρόνων. μέγιστος γὰρ θεῶν ὁ Ἔρως, καὶ ἤδη καὶ θεῶν αὐτῶν ποτὲ κρατεῖν λεγόμενος. ἐπισκόπει δὲ ὅπως ἄριστα διαθήσῃ τὰ παρόντα: ὡς τὸ μὲν ἀπείρατον γενέσθαι τὴν ἀρχὴν ἔρωτος εὔδαιμον, τὸ δὲ ἁλόντα πρὸς τὸ σῶφρον τὸ βούλημα περιποιῆσαι σοφώτατον. ὃ δὴ καὶ σοὶ βουλομένῃ πιστεύειν ἔξεστι, καὶ τὸ μὲν ἐπιθυμίας αἰσχρὸν ὄνομα διώσασθαι, τὸ δὲ συναφείας ἔννομον συνάλλαγμα προελέσθαι, καὶ εἰς γάμον τρέψαι τὴν νόσον.

ἱδρῶτι πολλῷ διερρεῖτο τούτων εἰρημένων, ὦ Κνήμων, καὶ δήλη παντοίως ἦν χαίρουσα μὲν ἐφ̓ οἷς ἤκουσεν, ἀγωνιῶσα δὲ ἐφ̓ οἷς ἤλπιζεν, ἐρυθριῶσα δὲ ἐφ̓ οἷς ἑάλωκεν. οὐκ ὀλίγον οὖν ἐφησυχάσασα χρόνον, ὦ πάτερ, ἔφη, γάμον ὀνομάζεις, καὶ τοῦτον αἱρεῖσθαι προτρέπεις, ὥσπερ δῆλον ὂν ἢ τὸν πατέρα συνθησόμενον ἢ τὸν ἐμοὶ πολέμιον ἀντιποιησόμενον. τὸ μὲν κατὰ τὸν νεανίαν ἔρρωται ἡμῖν, ἔφην: καὶ πλέον ἣ σὺ τάχα κἀκεῖνος ἑάλωκεν, ἀπὸ τῶν ὁμοίων σοι κεκινημένος. ὡς γὰρ ἔοικεν, αἱ ψυχαί πως ὑμῖν ἀπὸ πρώτης ἐντεύξεως τὰς ἀλλήλων ἀξίας ἐγνώρισαν καὶ πρὸς τὸ ἴσον πάθος κατηνέχθησαν. ἐπέτεινα δὲ αὐτῷ κἀγώ, σοὶ χαριζόμενος, σοφίᾳ τὴν ἐπιθυμίαν. ὁ δὲ νομιζόμενός σοι πατὴρ ἄλλον εὐτρεπίζεται νυμφίον, Ἀλκαμένην, ὃν οὐκ ἠγνόηκας. ἣ δέ, Ἀλκαμένει μέν, ἔφη, τάφον πρότερον ἢ γάμον τὸν ἐμὸν εὐτρεπιζέτω: ἐμὲ γὰρ ἢ Θεαγένης ἄξεται ἢ τὸ τῆς εἱμαρμένης διαδέξεται: σὺ δ̓, ὅτι μὴ ἔστι μοι

p.110
πατὴρ ἀλλὰ νομίζεται Χαρικλῆς, ἱκετεύω, λέγε πόθεν ἐγνώρισας. ἐκ ταύτης, ἔφην, ἐπιδείξας τὴν ταινίαν. ἔσχες δὲ πόθεν ἢ ὅπως; ἐξ οὗ γάρ με κατὰ τὴν Αἴγυπτον παρὰ τοῦ θρεψαμένου λαβών, οὐκ οἶδ̓ ὅπως, δεῦρο ἤγαγεν, ἀφελόμενος εἶχεν ἀποκειμένην ἐν κιστίδι τοῦ μὴ τὸν χρόνον αὐτῇ λυμήνασθαι. τὸ μὲν ὅπως ταύτην ἐκομισάμην εἰσαῦθις, ἔφην, ἀκούσῃ: τὸ δὲ παρόν, εἰ τὰ ἐγγεγραμμένα γνωρίζεις, εἰπέ μοι. τῆς δὲ οὐκ εἰδέναι, πόθεν; ὁμολογούσης, γένος, ἔλεγον, καὶ ἔθνος τὸ σὸν καὶ τύχην φράζει. ὡς δὲ ἀνακαλύπτειν ὅσα ἔχω γινώσκειν ἱκέτευεν, ἔλεγον ἅπαντα, τήν τε γραφὴν ἐπιὼν ἐν μέρει καὶ πρὸς ἔπος ἑρμηνεύων.