Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ἐγέλασαν πρὸς ταῦτα βραχύ τι καὶ βεβιασμένον, οὐδὲ τοῦτο ἀδάκρυτον, ἀλλ̓ ὡς ἄν ἐν τοσαύτῃ τῇ συμφορᾷ, πλέον τῷ θρήνῳ κεκερασμένον. μικρὸν οὖν ἡ Χαρίκλεια διαλιποῦσα, καὶ τὴν παρειὰν ὑπὸ τὸ οὖς ἐπικνῶσα, μακαρίζω μὲν ἔφη τὴν θρηνηθεῖσαν ὑπὸ Θεαγένους, ἢ καὶ φιληθεῖσαν, ὡς φησὶ Κνήμων, ἥ τίς ποτε καὶ ἐστίν, ἀλλ̓ εἰ μή τι με δακνομένην ἔρωτι ὑπονοεῖν

p.45
μέλλετε, τίς ἄρα ἦν ἡ εὐδαίμων ἐκείνη καὶ δακρύων ἀξιωθεῖσα Θεαγενείων, καὶ τίνα τρόπον τὴν ἄγνωστον ὡς ἐμὲ φιλεῖν ἐξηπατήθης, ἐβουλόμην, εἴ πῃ γινώσκεις, μανθάνειν. καὶ ὃς θαυμάσεις μὲν ἔφη: Θίσβην δ̓ οὖν εἶναι Κνήμων ὅδε φησί, τὴν Ἀθηναίαν ἐκείνην, τὴν ψάλτριαν, τὴν τῶν εἰς αὐτὸν ἐπιβουλῶν καὶ Δημαινέτην ποιήτριαν. τῆς δὲ Χαρικλείας ἐκπεπληγμένης, καὶ πῶς ἦν εἱ̓??ʼὸς ὦ Κνήμων, εἰπούσης, τὴν ἐκ μέσης τῆς Ἑλλάδος ἐπ̓ ἐσχάτοις γῆς Αἰγύπτου καθάπερ ἐκ μηχανῆς ἀναπεμφθῆναι; πῶς δὲ καὶ ἐλάνθανεν ἡμᾶς δεῦρο κατιόντας; ταῦτα μὲν οὐκ ἔχω λέγειν, ἀπεκρίνατο πρὸς αὐτὴν ὁ Κνήμων: ἃ δ̓ οὖν ἔχω γινώσκειν ἀμφ̓ αὐτῇ, τοιάδε ἐστίν. ἐπειδὴ γὰρ ἡ Δημαινέτη μετὰ τὴν ἀπάτην εἰς. τὸν βόθρον ἑαυτὴν ἀπεκρήμνισεν, ὁ δὲ πατὴρ ἐξήγγειλε τῷ δήμῳ τὸ γεγενημένον, παρὰ μὲν τὴν πρώτην ἐτύγχανε συγγνώμης. καὶ αὐτὸς μὲν ὅπως ἂν κάθοδον ἐμοί τε λάβοι παρὰ τοῦ δήμου καὶ κατὰ ζήτησιν ἐκπλεύσειε τὴν ἐμὴν διετίθετο: ἡ δὲ Θίσβη τὴν ἀσχολίαν τὴν ἀσχολίαν τὴν ἐκείνου σχολὴν ἑαυτῆς ἐποιεῖτο, καὶ τοῖς συμποσίοις ἀδεῶς ἑαυτήν τε καὶ τὴν τέχνην ἐξεμίσθου. καί ποτε καὶ παρευδοκιμήσασα τὴν Ἀρσινόην ἀναβεβλημένον αὐλοῦσαν, ἐπίτροχον αὐτὴ ψάλλουσα καὶ γλαφυρὸν τῇ κιθάρᾳ προσᾴδουσα, ἔλαθεν ἑταιρικὴν ζηλοτυπίαν σὺν πολλῷ καθ̓ ἑαυτῆς κινήσασα τῷ φθόνῳ, καὶ πλέον ὅτε τις αὐτὴν Ναυκρατίτης ἔμπορος ὑπόχρυσος, ὄνομα Ναυσικλῆς, ἐνηγκαλίζετο, τὴν Ἀρσινόην, καὶ ταῦτα πρότερον γινωσκομένην γινωσκομένην αὐτῷ, παραγκωνισάμενος, ἐπειδὴ κυρτουμένην αὐτῇ τὴν παρειὰν ἐν τοῖς αὐλήμασιν εἶδε, καὶ πρὸς τὸ βίαιον τῶν φυσημάτων ἀπρεπέστερον ἐπὶ τὰς ῥῖνας ἀνισταμένην, τό τε ὄμμα πιμπράμενον καὶ τῆς οἰκείας ἕδρας ἐξωθούμενον.

ὑφ̓ ὧν οἰδουμένη τῷ χόλῳ καὶ ζήλῳ πυρακτουμένη,

p.46
τοῖς οἰκείοις τῆς Δημαινέτης προσιοῦσα τὴν κατ̓ αὐτῆς ἐπιβουλὴν ὑπὸ τῆς Θίσβης ἐξηγόρευσε, τὰ μὲν αὐτὴ καθ̓ αὑτὴν ὑποτοπήσασα, τὰ δὲ καὶ τῆς Θίσβης αὐτῇ παρὰ τὴν ἑταιρίαν ἐξειπούσης. συστάντες οὖν ἐπὶ τὸν πατέρα τὸν ἐμὸν οἱ κατὰ γένος τῇ Δημαινέτῃ προσήκοντες, καὶ τοὺς δεινοτάτους τῶν ῥητόρων πρὸς τὴν κατηγορίαν ἐπὶ πολλοῖς χρήμασιν ἀναβιβασάμενοι, ἄκριτον καὶ ἀνέλεγκτον ἀνηρῆσθαι τὴν Διμαινέτην ἐβόων, καὶ τὴν μοιχείαν προκάλυμμα τοῦ φόνου συγκεῖσθαι διεξῄεσαν, καὶ ἐπιδεικνύναι τὸν μοιχὸν ἢ ζῶντα ἢ τεθνηκότα ἠξίουν, ἢ καὶ τοὔνομα φράζειν μόνον ἐκέλευον: καὶ τέλος τὴν Θίσβην εἰς βασάνους ἐξῄτουν. ὡς δὲ ὑποσχόμενος ὁ πατὴρ οὐκ εἶχε παραδιδόναι προϊδομένης ταῦτα ἐκείνης, ἔτι τῆς δίκης συνισταμένης, καὶ ʽοὕτω συγκείμενον αὐτῇ πρὸς τὸν ἔμπορον̓ δρασμῷ χρησαμένης, ὁ δῆμος ἀγανακτήσας φονέα μὲν οὐκ ἔκρινεν, ἅπαντα ὡς ἔσχεν ὑποθέμενον, ὡς δὲ συναίτιον τῆς τε εἰς Δημαινέτην ἐπιβουλῆς καὶ τῆς ἐμῆς ἀδίκου φυγῆς τοῦ τε ἄστεος ἐδίωξε καὶ δημεύσει τῶν ὄντων ἐζημίωσε, τοιαύτης τῶν δευτέρων γάμων τῆς πείρας ἀπονάμενον. οὕτω μὲν ἡ κακίστη Θίσβη καὶ δίκας ὑπ̓ ὄψεσι νυνὶ ταῖς ἐμαῖς ὑποσχοῦσα τῶν Ἀθηνῶν ἐξέπλευσε. καὶ ταῦτα μόνον ἔχω γινώσκειν, Ἀντικλέους τινὸς κατὰ τὴν Αἴγιναν ἐξαγγείλαντος, ᾧ καὶ δεῦρο εἰς τὴν Αἴγυπτον συνέπλευσα, εἴ πῃ κατὰ τὴν Ναύκρατιν ἀνεύροιμι τὴν Θίσβην, καὶ εἰς τὰς Ἀθήνας ἐπαναγαγὼν λύσαιμι μὲν τὰς κατὰ τοῦ πατρὸς ὑπονοίας τε καὶ αἰτίας, ἀπαιτήσαιμι δὲ τῶν εἰς πάντας ἡμᾶς ἐπιβουλῶν τὰς δίκας, ἔνθα δὴ νυνὶ καὶ σὺν ὑμῖν ἐξετάζομαι. τὴν δὲ αἰτίαν, καὶ ὅπως, καὶ ὅσα τοὺς μεταξὺ χρόνους ὑποστάς, εἰσαῦθις ἀκούσεσθε. τὸ δὲ ὅπως ἡ Θίσβη κατὰ τὸ ἄντρον καὶ πρὸς τίνων ἀνῄρηται, θεοῦ τινὸς
p.47

ἂν ἴσως δεήσειε φράζοντος. ἀλλ̓ εἰ δοκεῖ, τὴν δέλτον, ἣν πρὸς τοῖς στέρνοις αὐτῆς εὑρήκαμεν, ἐπισκοπῶμεν: εἰκός τι πλέον ἐντεῦθεν ἡμᾶς ἐκμαθεῖν.

ἐδόκει ταῦτα, καὶ διανοίξας ἐπήρχετο: καὶ ἦν τὰ γεγραμμένα τοιάδε.

Κνήμωνι τῷ ʽ??ʼεσπότῃ ἡ πολεμία καὶ ἐπαμύνασα Θίσβη. πρῶτα μὲν εὐαγγελίζομαί σε τὴν Δημαινέτης τελευτήν, δἰ ἐμοῦ μὲν ὑπὲρ σοῦ γενομένην, τὸ δὲ ὅπως, εἴ με προσδέξαιο, παροῦσα διηγήσομαι. ἔπειτα φράζω κατὰ τήνδε με νυνὶ εἶναι τὴν νῆσον δεκάτην ἤδη ταύτην ἡμέραν, πρός τινος τῶν τῇδε λῃστῶν ἁλοῦσαν, ὃς καὶ ὑπασπιστὴς εἶναι τοῦ λῃστάρχου θρύπτεται, κἀμὲ κατακλείσας ἔχει, μηδὲ ὅσον προκύψαι τῶν θυρῶν ἐπιτρέπων, ὡς μὲν αὐτός φησι, διὰ φιλίαν τὴν περὶ ἐμὲ ταύτην ἐπιθεὶς τὴν τιμωρίαν, ὡς δὲ ἔχω συμβάλλειν, ἀφαιρεθῆναί με πρός τινος δεδιώς. ἀλλ̓ ἐγώ σε θεῶν τινὸς ἐνδόντος καὶ εἶδον ὦ δέσποτα παριόντα καὶ ἐγνώρισα, καὶ τήνδε σοι τὴν δέλτον διὰ τῆς συνοίκου πρεσβύτιδος λάθρᾳ διεπεμψάμην, τῷ καλῷ καὶ Ἕλληνι καὶ φίλῳ τοῦ ἄρχοντος ἐγχειρίζειν φράσασα. ἐξελοῦ δή με χειρῶν λῃστρικῶν, καὶ ὑπόδεξαι τὴν σαυτοῦ θεραπαινίδα. καὶ εἰ μὲν βούλει, σῶζε, μαθὼν ὡς ἃ μὲν ἀδικεῖν ἔδοξα, βιασθεῖσα, ἃ δὲ τετιμώρημαι τὴν σοὶ πολεμίαν, ἑκοῦσα διεπραξάμην: εἰ δὲ ἔχει σέ τις ἀμετάκλητος ὀργή, κέχρησο ταύτῃ κατ̓ ἐμοῦ πρὸς ὃ βούλει. μόνον ὑπὸ σὲ γενοίμην, εἰ καὶ τεθνάναι δέοι: βέλτιον γὰρ ὑπὸ χειρῶν ἀνῃρῆσθαι τῶν σῶν καὶ κηδείας μεταλαβεῖν Ἑλληνικῆς, ἢ θανάτου βαρυτέραν ζωὴν καὶ φίλτρον βαρβαρικὸν ἔχθρας ἀνιαρότερον τῆς Ἀττικῆς ἀνέχεσθαι.

τοιαῦτα μὲν ἡ Θίσβη καὶ ἡ δέλτος ἔφραζεν: ὁ δὲ Κνήμων ὦ Θίσβη ἔφη, σὺ μὲν καλῶς ποιοῦσα τέθνηκας, καὶ γέγονας ἡμῖν αὐτάγγελος τῶν ἑαυτῆς συμφορῶν, ἐξ αὐτῶν ἐγχειρίσασα τῶν σῶν σφαγῶν τὴν διήγησιν. οὕτως ἄρα τιμωρὸς ἐρινὺς γῆν ἐπὶ πᾶσαν, ὡς ἔοικεν, ἐλαύνουσά σε, οὐ πρότερον ἔστησε τὴν ἔνδικον μάστιγα πρὶν καὶ ἐν Αἰγύπτῳ με τυγχάνοντα τὸν ἠδικἡ??ʼένον θεατὴν ἐπιστῆσαι τῆς κατὰ σοῦ ποινῆς. ἀλλὰ ʽ??ʼ ἦν ἄρα ὃ καὶ πάλιν σε κατ̓ ἐμοῦ τεχναζομένην καὶ

p.48
σοφιστεύουσαν διὰ τοῦ γράμματος ἡ δίκη προαφείλετο τῶν ἐγχειρημάτων; ὡς κἀγώ σε καὶ κειμένην ἔχω δἰ ὑποψίας, καὶ σφόδρα δέδοικα μὴ καὶ πλάσμα ἐστὶν ἡ Δημαινέτης τελευτή, κἀμὲ μὲν ἠπάτησαν οἱ ἐξαγγείλαντες, σὺ δὲ καὶ διαπόντιος ἥκεις ἑτέραν καθ̓ ἡμῶν σκηνὴν Ἀττικὴν καὶ ἐν Αἰγύπτῳ τραγῳδήσουσα. οὐ παύσῃ, ἔφη ὁ Θεαγένης, ἄγαν ἀνδριζόμενος, εἴδωλά τε καὶ σκιὰς εὐλαβούμενος; οὐ γὰρ δὴ κἀμέ γε καὶ τὴν ἐμὴν ὄψιν εἴποις ἂν ὡς ἐγοήτευσεν, οὐδὲν κοινωνοῦντα τοῦ δράματος. ἀλλ̓ ἣ μὲν κεῖται σῶμα νεκρὸν ὡς ἀληθῶς, καὶ τούτου γε ἕνεκα θάρσει παντοίως ὦ Κνήμων: τίς δὲ ἄρα ποτέ ἐστιν ὁ σὸς εὐεργέτης ὁ ταύτην ἀνῃρηκώς, ἢ πῶς δεῦρο καθειμένην ἢ πότε, σφόδρα διαπορῶν ἐκπέπληγμαι. τὰ μὲν ἄλλα οὐκ ἔχω λέγειν, ἔφη ὁ Κνήμων, ὁ δὲ ἀνῃρηκὼς ἐπίπαν ἐστὶ Θύαμις, εἰ δεῖ τῷ ξίφει τεκμαίρεσθαι, ὃ παρὰ τὴν σφαγὴν εὑρήκαμεν: ἐκείνου γὰρ εἶναι γνωρίζω, καὶ τὸ ἐπίσημον τουτὶ τῆς λαβῆς ἐλέφας εἰς ἀετὸν ἐκτετόρνευται. ἆῤ οὖν εἴποις ἄν, φησὶν ὁ Θεαγένης, καὶ ὅπως καὶ πότε καὶ δἰ ἣν αἰτίαν ἔδρα τὸν φόνον; καὶ πῶς ταῦτα ἄν εἰδείην; ἀπεκρίνατο: οὐ γὰρ δὴ μαντικόν με τόδε τὸ σπήλαιον ἀνέδειξε, καθάπερ τὸ ἄδυτον τὸ Πυθοῖ, καὶ ἐν Τροφωνίου λόγος θεοφωνεῖν τοὺς ὑπελθόντας. ἀνῴμωξαν ἀθρόον ὁ Θεαγένης καὶ ἡ Χαρίκλεια, καὶ ὦ Πυθοῖ καὶ Δελφοί θρηνοῦντες ἐβόων. ὁ δὲ Κνήμων ἐκπέπληκτο, καὶ ὅ τι πεπόνθοιεν πρὸς τὸ ὄνομα τῆς Πυθοῦς οὐκ εἶχε συμβάλλειν.

καὶ οἳ μὲν ἐν τούτοις ἦσαν, ὁ δὲ Θέρμουθις ὁ τοῦ Θυάμιδος ὑπασπιστής, ἐπειδὴ κατὰ τὴν μάχην τρωθεὶς ἀπενήξατο πρὸς τὴν γῆν, νυκτὸς ἐπιγενομένης πορθμείῳ φερομένῳ κατὰ τὸ ἕλος ἐκ τῶν ναυαγίων ἐπιτυχών, ἑαυτόν τε ἐνθέμενος, ἐπὶ τὴν νῆσον καὶ παρὰ τὴν

p.49
Θίσβην ἔσπευδε. ταύτην ὀλίγων πρόσθεν ἡμερῶν ἀγομένην ὑπὸ τοῦ ἐμπόρου τοῦ Ναυσικλέους κατά τινα στενὴν τῆς ὑπωρείας ὁδὸν λοχήσας ὁ Θέρμουθις ἀφῄρητο: παρὰ δὲ τὸν τοῦ πολέμου θόρυβον καὶ τὴν τῶν ἐναντίων ἔφοδον, ὅτε αὐτὸν οἴσοντα τὸ ἱερεῖον ἀπέστελλεν ὁ Θύαμις, ἔξω βελῶν ποιούμενος καὶ περισώζειν ἑαυτῷ βουλόμενος, ἔλαθεν εἰς τὸ σπήλαιον καθεὶς καὶ πρὸς τὸν τάραχον καὶ τὴν σπουδὴν αὐτοῦ που περὶ τὸ στόμιον καταλιπών. ἔνθα, ὡς ἐνεβλήθη κατὰ τὴν πρώτην, ἐγκαταμείνασαν δέει τε τῶν παρόντων φόβων καὶ ἀγνοίᾳ τῶν πρὸς τὰ βάθη φερουσῶν ἀτραπῶν, ἐντυχὼν ὁ Θύαμις ὡς Χαρίκλειαν ἀνῄρει τὴν Θίσβην. παρὰ δὴ ταύτην, ὡς διαδράσας τὸν ἐκ τοῦ πολέμου κίνδυνον, ὁ Θέρμουθις ἐπειγόμενος, ἐπειδὴ τῇ νήσῳ προσέσχεν, ὡς εἶχε τάχους, ἐπὶ τὰς σκηνὰς ἀνέτρεχε. καὶ αἳ μὲν ἦσαν οὐδὲν ἔτι πλὴν ὅτι τέφρα, τὸ δὲ στόμιον ἀπὸ τοῦ λίθου χαλεπῶς ἀνευρών, καλάμους τε, εἴ πῄ τινες ἔτι σμυχόμενοι περιελείφθησαν, ἁψάμενος, κατέθεεν ὡς εἶχε σπουδῆς, ὀνομαστί τε Θίσβην ἐκάλει, μέχρι τοῦ ὀνόματος ἑλληνίζων. ὡς δὲ εἶδε κειμένην, ἐπὶ πολὺ μὲν ἀχανὴς εἱστήκει: τέλος δὲ θροῦν τινὰ καὶ βόμβον αἰσθόμενος ἐκ τῶν κοίλων τοῦ σπηλαίου φερόμενον ʽδιελέγοντο γὰρ ἔτι πρὸς ἑαυτοὺς Θεαγένης τε καὶ Κνήμων̓ τούτους ἐκείνους εἶναι τοὺς σφαγέας τῆς Θίσβης εἴκαζε, καὶ ἀμηχάνως εἶχεν ὅ τι καὶ δράσειεν, ὑπὸ μὲν θυμοῦ λῃστρικοῦ καὶ βαρβαρικῆς ὀργῆς, πλέον τότε δἰ ἐρωτικὴν ἀποτυχίαν ἐπιτεινομένης, ὁμόσε χωρεῖν αὐτόθι τοῖς νομιζομένοις αἰτίοις ἐπειγόμενος, ἀπορίᾳ δὲ ὅπλων καὶ ξίφους ἄκων πρὸς ἐγκράτειαν καταστελλόμενος.

ἐδόκει δὲ αὐτῷ βέλτιστον εἶναι μὴ ὡς πολέμιον ἐντυγχάνειν τὴν πρώτην, εἰ δὲ εὐπορήσειεν ἀμυντηρίου,

p.50
μετιέναι τοὺς πολεμίους. καὶ οὕτω κρίνας ἐφίσταται τοῖς ἀμφὶ τὸν Θεαγένην, ἄγριόν τε καὶ τραχὺ περισκοπῶν, καὶ τὸ κρυπτόμενον βούλημα τῆς ψυχῆς τῷ βλέμματι καταμηνύων. οἳ δὲ ὡς εἶδον ἄνδρα γυμνὸν ἀπροσδόκητον τραυματίαν, φονῶντα τὴν ὄψιν, ἡ μὲν Χαρίκλεια καὶ πρὸς τὰ κοιλότερα τοῦ σπηλαίου κατεδύετο, τάχα μὲν καὶ εὐλαβηθεῖσα, πλέον δὲ ἄρα καταισχυνθεῖσα τὴν γυμνὴν καὶ οὐκ εὐσχήμονα τοῦ φανέντος ὄψιν, ὁ δὲ Κνήμων ἠρέμα καὶ ὑπεδίδρασκε, γνωρίζων μὲν τὸν Θέρμουθιν, ὁρῶν δὲ παῤ ἐλπίδα, καί τι τῶν ἀτοπωτέρων αὐτὸν ἐγχειρήσειν προσδοκῶν. ἀλλὰ τὸν Θεαγένην οὐ κατέπληττεν ἡ θέα μᾶλλον ἢ παρώξυνε: καὶ τό τε ξίφος ἐπανετείνετο ὡς πατάξων εἴ τι παράλογον ἐγχειροίη, καὶ στῆθι ἔλεγεν οὗτος, ἢ βεβλήσῃ. βέβλησαι δὲ οὐδέπω, διότι σε καὶ κατὰ μικρὸν ἐγνώρισα, καὶ τέως ἀμφίβολος ἥκεις τὴν γνώμην. ἐδεῖτο ὑποπεσὼν ὁ Θέρμουθις, ἱκέτης ἐκ τοῦ καιροῦ μᾶλλον ἢ τοῦ τρόπου γινόμενος, καὶ τὸν Κνήμωνα πρὸς ἐπικουρίαν ἐπεκαλεῖτο, καὶ σώζεσθαι δίκαιος εἶναι πρὸς αὐτὸν ἔλεγεν, ἀδικεῖν τε οὐδὲν καὶ τῶν φιλίων εἰς τὴν παρελθοῦσαν ἡμέραν γεγενῆσθαι καὶ παρὰ φίλους ἥκειν διατεινόμενος.

ἐπεκλᾶτο πρὸς ταῦτα ὁ Κνήμων, καὶ προσελθὼν ἀνέστησέ τε τῶν γονάτων ἐχόμενον τοῦ Θεαγένους, καὶ ποῦ Θύαμις ἐπυνθάνετο συνεχῶς. ὃ δὲ πάντα ἔλεγεν, ὡς συνέρραξε τοῖς πολεμίοις, ὡς ἐμβαλὼν εἰς μέσους ἐμάχετο οὔτε ἐκείνων οὔτε ἑαυτοῦ φειδόμενος, ὡς ἀνῄρει μὲν ἀεὶ τὸν ὑπὸ χεῖρας γινόμενον, ἐδορυφορεῖτο δὲ αὐτὸς ἀπὸ κηρύγματος πάντα τινὰ Θυάμιδος φείδεσθαι παρεγγυῶντος: καὶ τέλος ὡς ἐκεῖνος μὲν ὅ τι καὶ γέγονεν οὐκ ἔχοι λέγειν, αὐτὸς δὲ τραυματίας ἀπενήξατο πρὸς τὴν γῆν, καὶ τὸ παρὸν κατὰ ζήτησιν ἥκοι τῆς Θίσβης

p.51
ἐπὶ τὸ σπήλαιον. οἳ δέ, τί διαφέρουσαν αὐτῷ ἢ πόθεν γενομένην ἐπιζητοίη Θίσβην, ἠρώτων. ἔλεγε καὶ ταῦτα ὁ Θέρμουθις, καὶ διηγεῖτο ὡς ἐμπόρων ἀφέλοιτο, ὡς ἠράσθη μανικῶς, καὶ τὸν μὲν ἄλλον ἔκρυπτεν ἔχων χρόνον, παρὰ δὲ τὴν ἔφοδον τῶν πολεμίων καθῆκεν εἰς τὸ σπήλαιον, καὶ νῦν εὑρίσκει πρὸς τινῶν ἀνῃρημένην, οὓς οὐκ ἔχει μὲν γινώσκειν, μάθοι δ̓ ἂν ἡδέως ὑπὲρ τοῦ γνῶναι καὶ τὴν αἰτίαν. καὶ ὁ Κνήμων ἄγαν ἐσπουδασμένως, Θύαμίς ἐστιν ὁ σφαγεύς, ἔλεγεν, ἀπολύσασθαι τῆς ὑποψίας ἑαυτὸν ἐπειγόμενος, καὶ μαρτύριον ἐπεδείκνυ τὸ ξίφος, ὃ παρὰ τὴν σφαγὴν εὑρήκεσαν. ὡς δὲ εἶδεν ὁ Θέρμουθις ἔτι τοῦ αἵματος ἀποστάζον καὶ τὸν πρὸ ὀλίγου φόνον θερμὸν ἔτι τὸν σίδηρον ἀποπτύοντα, ἐγνώρισέ τε εἶναι Θυάμιδος, βαθύ τι καὶ βύθιον στενάξας, καὶ τὸ γεγονὸς ὅπως εἶχεν ἀμηχανῶν, ἀχλύι καὶ σιγῇ κάτοχος ἐπὶ τὸ στόμιον ἀνεδύετο τοῦ σπηλαίου, καὶ παρὰ τὸ σῶμα τῆς κειμένης ἥκων, ἐπιθείς τε τοῖς στέρνοις τὴν κεφαλήν, ὦ Θίσβη ἔλεγε, καὶ τοῦτο πολλάκις, καὶ πλέον οὐδέν, ἕως τὸ ὄνομα κατὰ μέρος ἀποτέμνων καὶ κατὰ μικρὸν ἐκλείπων ἔλαθεν εἰς ὕπνον ἐμπεσών.

τῷ δὲ Θεαγένει καὶ τῇ Χαρικλείᾳ συνάμα τῷ Κνήμωνι πάντων ἔννοια τῶν καθ̓ ἑαυτοὺς ἀθρόον ἐπεισῄει, καὶ σκοπεῖν μέν τι βουλομένοις ἐῴκεσαν, τῶν δὲ παρελθόντων ἀλγεινῶν τὸ πλῆθος καὶ τῶν παρουσῶν συμφορῶν τὸ ἄπορον καὶ τῶν προσδοκωμένων τὸ ἄδηλον ἐζόφου τῆς ψυχῆς τὸ λογιζόμενον. εἰς ἀλλήλους δὲ ἐπὶ πλεῖστον ἑώρων, καὶ ἕκαστος τὸν ἕτερον εἰπεῖν τι προσδοκῶν, εἶτα ἀποτυγχάνων εἰς γῆν τὸ βλέμμα ἐπέστρεφε, καὶ ἀνανεύσας αὖθις ἀνέπνευσε, στεναγμῷ τὸ πάθος ἐπικουφίσας. καὶ τέλος κλίνει μὲν ἑαυτὸν εἰς τὴν γῆν ὁ Κνήμων, ὀκλάζει δὲ ἐπὶ πέτραν ὁ Θεαγένης,

p.52
ῥιπτεῖ δὲ ἐπὶ τοῦτον ἑαυτὴν ἡ Χαρίκλεια. καὶ τὸν ὕπνον ἐπὶ πολὺ μὲν ἐπιφερόμενον διωθοῦντο, βουλήν τινα στήσασθαι τῶν παρόντων ἐπιθυμοῦντες, λιποθυμίᾳ δὲ καὶ πόνοις ἐνδόντες φύσεως νόμῳ καὶ ἄκοντες ἐπείθοντο, καὶ πρὸς ἡδὺ κῶμα διὰ τὸ ὑπερβάλλον τῆς λύπης ὠλίσθησαν. οὕτως ἄρα ποτὲ σώματος πάθει καὶ τὸ νοερὸν τῆς ψυχῆς συνομολογεῖν ἠνέσχετο.

ἐπεὶ δὲ μικρὸν ἐσπάσαντο ὕπνου, καὶ τοσοῦτον ὅσον τὰ ἄκρα τῶν βλεφάρων ἐπιλεᾶναι, τῇ Χαρικλείᾳ τῇδε ξυγκειμένῃ ὄναρ ἐφοίτησεν. ἀνὴρ τὴν κόμην αὐχμηρὸς καὶ τὸ βλέμμα ὑποκαθειμένος καὶ τὴν χεῖρα ἔναιμος, ἐμβαλὼν τὸ ξίφος, τὸν ὀφθαλμὸν αὐτῇ τὸν δεξιὸν ἐξῄρητο: ἣ δὲ ἀνέκραγέ τε αὐτίκα, καί οἱ τὸν ὀφθαλμὸν ἀνηρπάσθαι λέγουσα τὸν Θεαγένην ἐκάλει. καὶ ὃ μὲν παρῆν αὐτίκα πρὸς τὴν κλῆσιν, καὶ τὸ πάθος ὑπερήλγει καθάπερ καὶ τῶν ἐνυπνίων συναισθανόμενος: ἣ δὲ τῷ τε προσώπῳ τὴν χεῖρα ἐπέβαλε, καὶ τὸ μέρος ὃ κατὰ τὸ ὄναρ ἀπώλεσεν ἐπαφωμένη πάντοθεν ἐπεζήτει. ὡς δὲ ὄναρ ἦν, ὄναρ ἦν ἔλεγεν: ἔχω τὸν ὀφθαλμόν: θάρσει Θεάγενες. ἀνέπνευσε πρὸς τὴν ἀκοὴν ὁ Θεαγένης, καὶ εὖ μὲν ποιοῦσα, ἔφη, τὰς ἡλιακὰς ἀκτῖνας ἀποσώζεις: τί δὲ ἦν ὅ μοι πέπονθας, ἢ τίς ἡ περὶ σὲ πτοία γέγονεν; ἀνὴρ ὑβριστής, ἔφη, καὶ ἀτάσθαλος, καὶ οὐδὲ τὴν σὴν ἄμαχον καταδείσας ῥώμην, κειμένῃ μοι πρὸς τοῖς σοῖς γόνασιν ἐπεκώμασε ξιφήρης, καὶ τὸν ὀφθαλμὸν ᾤμην ὡς ἐξεῖλε τὸν δεξιόν: καὶ εἴθε γε ὕπαρ ἦν, καὶ μὴ ὄναρ ὦ Θεάγενες τὸ φανέν. τοῦ δὲ εὐφήμησον εἰπόντος, καὶ διότι τοῦτο λέγοι πυνθανομένου, διότι βέλτιον ἦν, ἔφη, θατέρου με τῶν ὀφθαλμῶν ἐλαττωθῆναι ἤπερ ἐπὶ σοὶ φροντίζειν. ὡς σφόδρα δέδοικα μὴ εἰς σὲ τείνῃ τὸ ἐνύπνιον, ὃν ὀφθαλμὸν ἐγὼ καὶ ψυχὴν καὶ πάντα ἐμαυτῆς πεποίημαι. παῦσαι, ἔλεγεν ὁ Κνήμων: ἐπηκροᾶτο γὰρ

p.53
ἁπάντων πρὸς τὴν ἐξ ἀρχῆς βοὴν τῆς Χαρικλείας ἀφυπνισμένος: ἐμοὶ γὰρ ἄλλῃ πῃ φράζεσθαι τὸ ὄναρ καταφαίνεται. καὶ εἴγε σοι πατέρες εἰσίν, ἀπόκριναι. τῆς δὲ ὁμολογούσης καὶ εἴ ποτε ἦσαν εἰπούσης, οὐκοῦν τὸν πατέρα σοι τεθνηκέναι νόμιζε ἔλεγε. τοῦτο δὲ ὧδε συμβάλλω. τοῦ προελθεῖν εἰς τὸν τῇδε βίον καὶ τοῦδε τοῦ φωτὸς μεταλαβεῖν τοὺς φύντας ἴσμεν αἰτίους, ὥστε εἰκότως ἐπὶ πατέρα καὶ μητέρα τὴν ὀμμάτων συζυγίαν, ὡς ἂν φωτεινὴν αἴσθησιν καὶ ὁρατῶν ὑπουργόν, οἱ ὄνειροι σοφίζονται. βαρὺ μέν, ἔφη, καὶ τοῦτο, ἡ Χαρίκλεια: πλὴν ἀλλ̓ ἔστω γε ἀληθὲς μᾶλλον ἢ τὸ ἕτερον, καὶ νικήσειεν ὁ παρὰ σοὶ τρίπους, ἐγὼ δὲ ψευδόμαντις ἀποφανθείην. ταῦτα μὲν οὕτως ἔσται, καὶ χρὴ πιστεύειν, ἔλεγεν ὁ Κνήμων: ἡμεῖς δὲ ὀνειρώττειν ὡς ἀληθῶς ἐοίκαμεν, ἐνύπνια μὲν καὶ φαντασίας ἐξετάζοντες, τῶν δὲ καθ̓ ἑαυτοὺς περίσκεψιν οὐδ̓ ἡντιναοῦν προτιθέντες, καὶ ταῦτα ἕως ἔξεστι, τοῦ Αἰγυπτίου τούτου ʽἔλεγε δὲ τὸν Θέρμουθιν̓ ἀπολειπομένου καὶ νεκροὺς ἔρωτας ἀναπλάττοντος καὶ θρηνοῦντος.

ὑπολαβὼν οὖν ὁ Θεαγένης, ἀλλ̓ ὦ Κνήμων, ἔφη, ἐπειδή σε θεῶν τις ἡμῖν συνῆψε καὶ συνέμπορον τῶν δυστυχημάτων πεποίηκεν, ἄρχε βουλῆς: τόπων τε γὰρ τῶν τῇδε καὶ φωνῶν ἔμπειρος, καὶ ἄλλως ἡμεῖς νωθέστεροι συνιέναι τὸ δέον, πλείονι κλύδωνι κακῶν βεβυθισμένοι. μικρὸν οὖν ἐπιστήσας ὁ Κνήμων τοιάδε ἔφη. κακῶν μὲν ὦ Θεάγενες ἄδηλον ὅστις πλεονεκτεῖ: ἀφθόνως γὰρ κἀμοὶ τῶν συμφορῶν ὁ δαίμων ἐπήντλησεν: ἐπειδὴ δὲ τὰ παριστάμενα ὡς προγενεστέρῳ κελεύετε λέγειν, ἡ μὲν νῆσος ἥδε, ὡς ὁρᾶτε, ἔρημος, καὶ πλέον ἡμῶν οὐδέν. καὶ χρυσοῦ μὲν καὶ ἀργύρου καὶ ἐσθῆτος ἀφθονία ʽπολλὰ γὰρ τάδε ἃ κατὰ τὸ σπήλαιον ὑμῶν τε ἀφελόμενοι ἄλλων τε ἀποσυλήσαντες ὁ Θύαμις καὶ οἱ

p.54
σὺν αὐτῷ κατέθεντὀ, σίτου δὲ καὶ ἐπιτηδείων ἄλλων οὐδὲ ὄνομα περιλέλειπται. δέος δὲ διαφθαρῆναι μὲν καταμείναντας λιμῷ, διαφθαρῆναι δὲ ἐφόδῳ τινῶν, ἤτοι τῶν ἐναντίων πάλιν ἐλθόντων ἢ καὶ νὴ Δία τῶν σὺν ἡμῖν γεγονότων, εἰ καθ̓ ἕν ποτε συλλεγέντες καὶ τὸν ἐνθάδε θησαυρὸν οὐκ ἀγνοοῦντες ἐπέλθοιεν διὰ τὰ χρήματα. τότε οὐκ ἂν φθάνοιμεν παραπολλύμενοι, ἢ ταῖς ὕβρεσι ταῖς ἐκείνων, τὸ φιλανθρωπότερον, ἐκκείμενοι: ἄλλως τε γὰρ ἄπιστον τὸ βουκόλων γένος, καὶ νῦν πλέον, ὅτε τοῦ καταστέλλοντος τὴν γνώμην πρὸς τὸ σωφρονέστερον ἄρχοντος ἀμοιροῦσιν. ἀπολειπτέον οὖν ἡμῖν καὶ φευκτέον ὡς ἄρκυς τινὰς καὶ δεσμωτήριον τὴν νῆσον, ἀποπέμψαντας πρότερον τὸν Θέρμουθιν, πρόφασιν ὡς πευσόμενον καὶ πολυπραγμονήσοντα, εἴ τι περὶ τοῦ Θυάμιδος ἔχοι μανθάνειν. ῥᾷόν τε γὰρ ἐφ̓ ἑαυτῶν ἂν σκοποῖμεν καὶ ἐγχειροῖμεν τὰ πρακτέα: καὶ ἄλλως ἄνδρα ἐκποδὼν ποιήσασθαι καλὸν φύσει τε ἀβέβαιον καὶ λῃστρικὸν καὶ δύσεριν τὸ ἦθος, πρὸς δὲ καὶ ὑποψίας τι φέροντα εἰς ἡμᾶς τῆς Θίσβης ἕνεκα, καὶ οὐκ ἂν παυσόμενον εἰ μὴ ἐπιβουλεύσειεν, εἰ καιροῦ λάβοιτο.

ἐπῃνέθη ταῦτα, καὶ ἐδόκει γίνεσθαι: καὶ ὁρμήσαντες ἐπὶ τὸ στόμιον τοῦ σπηλαίου ʽκαὶ γάρ τι καὶ ἡμέρας ἤδη ξυνίεσαν̓ διανέστησάν τε τὸν Θέρμουθιν ὁλοσχερῶς τῷ ὕπνῳ κατεσχημένον, καὶ ὅσα εἰκὸς ἦν τῶν βουλευθέντων φράσαντες, καὶ ῥᾳδίως ὑπόκουφον ἄνδρα πείσαντες, τό τε σῶμα τῆς Θίσβης εἴς τι κοῖλον ἐνθέντες, καὶ τὴν τέφραν τὴν ἐκ τῶν σκηνῶν ὅσα γῆν ἐπιφορήσαντες, καὶ τὰ εἰωθότα διὰ τὴν ὁσίαν ἐξ ὧν ὁ καιρὸς ἐδίδου πληρώσαντες, καὶ δάκρυα καὶ θρήνους ἀντὶ πάντων τῶν νομιζομένων ἐναγίσαντες, ἐξέπεμπον ἐφ̓ ἣν ἔδοξε βουλὴν τὸν Θέρμουθιν. ὃ δὲ βραχὺ προελθὼν ἀνέστρεφέ τε, καὶ οὐκ ἂν ἔφη μόνος πορεύεσθαι,

p.55
οὐδὲ ἀναρρίψειν τοσοῦτον κίνδυνον κατασκοπῆς, εἰ μὴ καὶ Κνήμων ἐθέλοι κοινωνεῖν τῆς πράξεως. ἀποδειλιῶντα δὴ πρὸς ταῦτα τὸν Κνήμωνα θεασάμενος ὁ Θεαγένης ʽκαὶ γὰρ φράζων τὰ λεχθέντα πρὸς τοῦ Αἰγυπτίου δῆλος ἦν ὑπεραγωνιῶν̓, σὺ δέ, ἔφη, τὴν μὲν γνώμην ἐρρωμένος τις ἄρα ἦσθα, τὸ λῆμα δὲ ἀσθενέστερος: γνωρίζω σε ἄλλοις τε καὶ οὐχ ἥκιστα τοῖς νῦν. ἀλλὰ θῆγε τὸ φρόνημα, καὶ πρὸς τὸ ἀνδρειότερον ὄρθου τὴν γνώμην. τὸ μὲν γὰρ παρὸν ἀναγκαῖον δοκεῖ οὕτω συντίθεσθαι τοῦ μή τινα τοῦ δρασμοῦ λαβεῖν αὐτὸν ὑπόνοιαν, καὶ συμπορεύεσθαι τὴν πρώτην ʽδέος δὲ δήπουθεν οὐδὲν ἀνόπλῳ τὴν χεῖρα ξυνιέναι ξιφήρη καὶ πεφραγμένον αὐτόν̓, καιροῦ δὲ λαβόμενον ἐγκαταλεῖψαι διαλαθόντα, καὶ ἥκειν παῤ ἡμᾶς οὗπερ ἂν συνθώμεθα. συνθώμεθα δέ, εἰ δοκεῖ, κώμην τινὰ πλησίον, εἴ πῃ γινώσκεις ἥμερον. εὖ λέγειν ἔδοξε τῷ Κνήμωνι, καὶ Χέμμιν τινὰ κώμην οὕτω καλουμένην ἔφραζεν, εὐδαίμονά τε καὶ πολυάνθρωπον καὶ ταῖς ὄχθαις τοῦ Νείλου πρὸς ἐπιτειχισμὸν τῶν βουκόλων ἐπὶ λόφου παρῳκισμένην: ἀπέχειν δὲ περαιωθεῖσι τὴν λίμνην στάδια οὐ πολλῷ λειπόμενα τῶν ἑκατόν. δεῖν δὲ εὐθὺ πρὸς μεσημβρίαν ὁρῶντας ἰέναι.

χαλεπῶς μέν, ἀπεκρίνατο ὁ Θεαγένης, Χαρικλείας γε ταύτης ἕνεκα, τοῦ βαδίζειν μακρότερον ἀήθως ἐχούσης, ἐλευσόμεθα δ̓ οὖν ὅμως, εἰς πτωχοὺς καὶ τοὺς διὰ τροφὴν ἀγύρτας ἑαυτοὺς μεταπλάσαντες. νὴ Δία, εἶπεν ὁ Κνήμων: καὶ γὰρ τῶν ὄψεων σφόδρα διεστραμμένως ἔχετε, ἡ δὲ Χαρίκλεια καὶ πλέον, ἅτε καὶ τὸν ὀφθαλμὸν ἀρτίως ἐκκεκομμένη. καὶ ἐμοὶ δοκεῖτε τοιοίδε ὄντες οὐκ ἀκόλους ἀλλ̓ ἄοράς τε καὶ λέβητας αἰτήσειν. πρὸς ταῦτα ἐμειδίασαν ὀλίγον καὶ βεβιασμένον καὶ μόνοις τοῖς χείλεσιν ἐπιτρέχον: ὅρκοις δὲ πιστωσάμενοι τὰ δόξαντα, καὶ μή

p.56
ποτε ἀπολείψειν ἑκόντες, ἐπιμαρτυράμενοι τοὺς θεούς, ἔπραττον ὡς ἐβούλετο ἡ σκέψις.

ὁ μὲν δὴ Κνήμων καὶ ὁ Θέρμουθις, ἅμα ἡλίῳ τὴν λίμνην περαιωθέντες, ἐχώρουν δἰ ὕλης τινὸς βαθείας καὶ τὸ λάσιον δυσδιέξοδον παρεχομένης. ἡγεῖτο δὲ ὁ Θέρμουθις, τοῦτο τοῦ Κνήμωνος καὶ εἰπόντος καὶ βουληθέντος, πρόφασιν μὲν αὐτῷ τὴν ἐμπειρίαν τῆς δυσχωρίας ἀναθέντος καὶ ἡγεμονεύειν τὴν ὁδὸν ἐπιτρέψαντος, πλέον δὲ τὸ ἀσφαλὲς αὑτῷ περιποιοῦντος καὶ καιρὸν τοῦ διαδρᾶναι προετοιμάζοντος. ἐπεὶ δὲ προϊόντες ἐνέτυχον ποίμναις, οἱ δὲ νομεύοντες ἀπέδρασαν καὶ πρὸς τὸ πυκνότερον τῆς ὕλης κατέδυσαν, κριόν τινα τῶν ἡγουμένων καταθύσαντες, ἐπί τε τοῦ πυρὸς ὃ προητοίμαστο τοῖς νομεῦσιν ἀφαυήναντες, ἐνεφοροῦντο τῶν κρεῶν, οὐδὲ τὴν ἀποχρῶσαν ὄπτησιν ἀναμείναντες, ἐπειγομένης ὑπὸ τοῦ λιμοῦ τῆς γαστρός. οἷον οὖν λύκοι τινὲς ἢ θῶες ἐλάφυσσον τὰ ἀεὶ τετμημένα καὶ πρὸς ὀλίγον τῷ πυρὶ μεμολυσμένα: τὰ δὲ ἡμίοπτα ταῖς παρειαῖς ἐν τῇ βρώσει τοῦ αἵματος ἀπέσταζεν. ὡς δὲ ἐνεφορήθησαν, γάλακτος ἐμπιόντες ὁδοῦ τῆς προκειμένης εἴχοντο. καὶ ἦν μὲν ὥρα περὶ βουλυτὸν ἤδη, ἐπεὶ δὲ λόφον τινὰ ἀνιόντων ὑπὸ τοῦτον εἶναι τὴν κώμην ἔφραζεν ὁ Θέρμουθις, οὗπερ τὸν Θύαμιν συνειλημμένον ἢ κατέχεσθαι ἢ καὶ ἀνῃρῆσθαι εἴκαζεν, διαφθορέναι οἱ τὴν γαστέρα πρὸς τῆς ἀδδηφαγίας ᾐτιᾶτο καὶ ῥυίσκεσθαι χαλεπῶς ἐκ τοῦ γάλακτος ἔλεγεν ὁ Κνήμων, προφθάνειν τε τὸν Θέρμουθιν παρεκελεύετο, αὐτὸς δὲ ἐπικαταλήψεσθαι. τοῦτο ποιῶν ἅπαξ μὲν καὶ αὖθις καὶ τρίτον ἐπαληθεύσας ὤφθη, καὶ καταλαμβάνειν χαλεπῶς ἔλεγεν:

ὡς δὲ εἰς ἔθος τὸν Αἰγύπτιον ἐνεβίβασεν, ἔλαθε τὸ τελευταῖον ἐναπομείνας, καὶ πρὸς τὰ χαλεπώτερα τοῦ δάσους κατὰ τοῦ πρανοῦς ἑαυτόν, ὡς εἶχε τάχους,

p.57
ἐπαφεὶς διεδίδρασκε. καὶ ὃ μὲν ἐπειδὴ πρὸς ταῖς ἀκρωρείαις ἐγένετο τοῦ ὄρους, ἀνέπαυεν ἑαυτὸν ἐπί τινος πέτρας, ἑσπέραν τε καὶ νύκτα ἀναμένων, καθ̓ ἣν συνέκειτο αὐτοῖς ἥκουσιν εἰς τὴν κώμην τὰ περὶ τὸν Θύαμιν πολυπραγμονεῖν, καὶ ἅμα καὶ τὸν Κνήμωνα περισκοπῶν, εἴ πῄ ποτε ἐπέλθοι, βουλὴν εἰς αὐτὸν ποιούμενος ἀτοπωτέραν: οὐ γὰρ ἀνίη τὴν γνώμην τὸ εἰς αὐτὸν ὕποπτον ὡς ἀνελόντα τὴν Θίσβην, καὶ ὅπως ἂν καὶ ὁπότε διαχρήσαιτο ἐνενόει, ἐπιθέσθαι τε μετὰ τοῦτον καὶ τοῖς περὶ τὸν Θεαγένην ἐλύττα. ὡς δὲ ὁ Κνήμων ἐφαίνετο οὐδαμοῦ, τῆς δὲ νυκτὸς ἐγίνετο ἀωρί, πρὸς ὕπνον τραπεὶς ὁ Θέρμουθις χάλκεόν τινα καὶ πύματον ὕπνον εἵλκυσεν, ἀσπίδος δήγματι, μοιρῶν τάχα βουλήσει, πρὸς οὐκ ἀνάρμοστον τοῦ τρόπου τὸ τέλος καταστρέψας.

ὁ δὲ Κνήμων ἐπειδὴ τὴν ἀρχὴν ἀπέλιπε τὸν Θέρμουθιν, οὐ πρότερον ἀνέπνευσε τὴν φυγήν, ἕως τὸ νυκτὸς ἐπελθὸν κνέφας ἐπέδησεν αὐτῷ τὴν ὁρμήν, αὐτοῦ τε οὗ κατείληπτο ἑαυτὸν ἐγκρύψας, καὶ τῆς φυλλάδος ὅσον πλεῖστον ἠδύνατο ἐφ̓ ἑαυτὸν ἐφαμήσας. ὑφ̓ ᾗ κείμενος τὰ πολλὰ μὲν ἄυπνος ἐταλαιπωρεῖτο, πάντα καὶ κτύπον καὶ ἀνέμου ῥιπὴν καὶ φύλλου κίνησιν Θέρμουθιν ἡγούμενος: εἰ δέ που καὶ κατὰ μικρὸν ἐκνικηθείη πρὸς ὕπνον, φεύγειν ἐδόκει, καὶ θαμὰ πρὸς τὰ κατόπιν ὑπέστρεφε, καὶ περιεσκόπει τὸν οὐδαμοῦ διώκοντα. καὶ βουλόμενος καθεύδειν ἀπηύχετο τοῦθ̓ ὃ ἐβούλετο, χαλεπωτέροις ὀνείροις τῆς ἀληθείας ἐντυγχάνων. πρός τε τὴν νύκτα καὶ χαλεπαίνειν ἐῴκει, μακροτέραν τῶν ἄλλων ὑποτιθέμενος. ὡς δὲ ἡμέραν ἄσμενος εἶδε, πρῶτα μὲν ἀποτέμνει τῆς κόμης τὸ περιττότερον, καὶ ὅσον αὐτῆς εἰς τὸ λῃστρικώτερον εἶδος παρὰ τοῖς βουκόλοις ἤσκητο, τοῦ μὴ ἀποτρόπαιος ἢ ὕποπτος εἶναι

p.58
τοῖς ἐντυγχάνουσι. βουκόλοι γὰρ ἄλλα τε πρὸς τὸ φοβερώτεροι φαίνεσθαι, καὶ δὴ καὶ τὴν κόμην εἰς ὀφρὺν ἕλκουσι καὶ σοβοῦσι τῶν ὤμων ἐπιβαίνουσαν, εὖ τοῦτο εἰδότες, ὡς κόμη τοὺς μὲν ἐρωτικοὺς ἱλαρωτέρους τοὺς δὲ λῃστρικοὺς φοβερωτέρους ἀποδείκνυσιν.

ἀποτεμὼν οὖν ὁ Κνήμων ὅσον εἰκὸς ἦν ἔλαττον κομᾶν τοῦ λῃστρικοῦ τὸν ἁβρότερον, ἐπὶ τὴν Χέμμιν τὴν κώμην, οὗ τῷ Θεαγένει συνετέτακτο, ἔσπευδεν. ἤδη δὲ αὐτῷ πλησιάζοντι τῷ Νείλῳ, καὶ πρὸς τὴν Χέμμιν περαιοῦσθαι μέλλοντι, πρεσβύτης τις ἀνὴρ ἐναλύων ταῖς ὄχθαις ἐφάνη, καὶ δόλιχόν τινα τῷ ῥείθρῳ πολλάκις ἄνω καὶ κάτω παραθέων, καὶ ὥσπερ τῷ ποταμῷ φροντίδων τινῶν κοινούμενος. ἡ κόμη πρὸς τὸ ἱερώτερον καθεῖτο καὶ ἀκριβῶς ἦν λευκή, τὸ γένειον λάσιον καὶ σεμνότερον βαθυνόμενον, στολὴ καὶ ἐσθὴς ἡ ἄλλη πρὸς τὸ ἑλληνικώτερον βλέπουσα. μικρὸν οὖν ἑαυτὸν ἐπιστήσας ὁ Κνήμων, ὡς ἀντιπαρέθει πολλάκις ὁ πρεσβύτης, οὐδὲ εἴ τις αὐτῷ πάρεστιν αἰσθάνεσθαι δοκῶν ʽοὕτως ἄρα ὅλος τῶν φροντισμάτων ἦν, καὶ πρὸς μόνην τὴν σκέψιν ὁ νοῦς ἐσχόλαζἐ, κατὰ πρόσωπον ὑπαντιάσας πρῶτα μὲν χαίρειν ἐκέλευε. τοῦ δὲ οὐ δύνασθαι φήσαντος, ἐπειδὴ μὴ οὕτω συμβαίνειν αὐτῷ παρὰ τῆς τύχης, θαυμάσας ὁ Κνήμων, Ἕλλην δέ, εἶπεν, ὁ ξένος, ἢ πόθεν; ὃ δέ, οὔτε Ἕλλην οὔτε ξένος, ἀλλ̓ ἐντεῦθεν Αἰγύπτιος. πόθεν οὖν ἑλληνίζεις τὴν στολήν; δυστυχήματα, ἔφ̔??ʼ, τὸ λαμπρόν με τοῦτο σχῆμα μετημφίασε. τοῦ δὲ Κνήμωνος εἰ φαιδρύνεταί τις ἐπὶ συμφοραῖς θαυμάζοντος, καὶ ταῦτα μαθεῖν ἀξιοῦντος, Ἰλιόθεν με φέρεις, ἀπεκρίνατο ὁ πρεσβύτης, καὶ σμῆνος κακῶν καὶ τὸν ἐκ τούτων βόμβον ἄπειρον ἐπὶ σεαυτὸν κινεῖς. ἀλλὰ ποῖ δὴ πορεύῃ καὶ πόθεν ὦ νεανία; πῶς δὲ τὴν φωνὴν Ἕλλην ἐν Αἰγύπτῳ; γελοῖον, ἔφη ὁ Κνήμων: τῶν γὰρ

p.59
κατὰ σεαυτὸν οὐδὲν ἐκδιδάξας, πρότερος καὶ ταῦτα ἐρωτηθείς, τῶν ἐμῶν γνῶσιν ἐπιζητεῖς. οὐκοῦν, ἦ δ̓ ὅς, ἐπειδὴ Ἕλληνι ἔοικας ἀνδρί, καί σέ τις, ὡς ἔοικε, μετασχηματίζει τύχη, καὶ πάντως τὰ ἡμέτερα ποθεῖς ἀκούειν, ὠδίνω δὲ καὶ αὐτὸς πρός τινα ἐξειπεῖν ʽεἶπον ἂν τάχα καὶ τοῖσδε τοῖς καλάμοις κατὰ τὸν μῦθον, εἰ μὴ σοὶ προσέτυχον̓, ὄχθας μὲν Νείλου τάσδε καὶ Νεῖλον ἀπολίπωμεν ʽοὐ γὰρ ἡδὺ μακροτέρων διηγημάτων ἀκροατήριον τόπος ἡλίου μεσημβρίᾳ φλεγόμενοσ̓, πρὸς δὲ τὴν κώμην ἣν ὁρᾷς ἀντικρὺ κειμένην ἴωμεν, εἰ μή σέ τι προυργιαίτερον ἀπασχολεῖ. ξενιῶ δέ δε οὐκ ἐν ἐμαυτοῦ, ἀλλ̓ ἐν ἀνδρὸς ἀγαθοῦ κἀμὲ ὡς ἱκέτην ὑποδεξαμένου, παῤ ᾧ γνώσῃ τε τἀμὰ βουλόμενος, ἀναθήσῃ δ̓ ἐν μέρει καὶ τὰ κατὰ σεαυτόν. ἴωμεν, ἔφη ὁ Κνήμων: καὶ γάρ μοι καὶ ἄλλως ἡ πρὸς τὴν κώμην ὁδὸς σπουδάζεται, ἀναμεῖναί τινας ἐν ταύτῃ τῶν ἐπιτηδείων συντεταγμένῳ.

σκάφους οὖν ἐπιβάντες ʽπολλὰ δὲ περὶ τὴν ὄχθην ἐσάλευον εἰς χρείαν τοῦ διαπορθμεύειν ἐπὶ μισθῷ παρεσκευασμένἀ περαιοῦνται πρὸς τὴν κώμην, εἴς τε τὴν καταγωγὴν ἀφικνοῦνται οὗ κατέλυεν ὁ πρεσβύτης. καὶ τὸν μὲν τοῦ οἴκου δεσπότην οὐ καταλαμβάνουσιν, ὑποδέχονται δὲ αὐτοὺς προθυμότατα θυγάτηρ τε τοῦ ἑστιάτορος ἤδη γάμου ὡραία, θεραπαινίδες τε ὅσαι κατὰ τὴν οἰκίαν, αἳ τὸν ξένον ἴσα καὶ πατέρα ἦγον, οὕτως, οἶμαι, πρὸς τοῦ κεκτημένου διατεταγμένον. καὶ ἣ μέν τις ἀπένιζε τὼ πόδε καὶ τῆς κόνεως ἠλευθέρου τὰ ὑπὸ κνήμην, ἣ δὲ ἐφρόντιζε τῆς εὐνῆς καὶ μαλθακὴν ηὐτρέπιζε τὴν κατάκλισιν: ἑτέρα κάλπην ἔφερε καὶ πῦρ ἀνέκαιε, καὶ ἄλλη τράπεζαν εἰσεφέρετο, ἄρτου τε πυρίνου καὶ ὡραίων παντοίων βρίθουσαν. ὃ δὴ καὶ Κνήμων θαυμάσας, ἀλλ̓ ἦ ξενίου Διός, ὡς ἔοικεν, εἰς

p.60
αὐλὰς ἥκομεν, ὦ πάτερ: οὕτως ἀπροφάσιστος ἡ θεραπεία, καὶ πολὺ τὸ εὔνουν τῆς γνώμης ἐμφαίνουσα. οὐκ εἰς Διός, ἔφη, ἀλλ̓ εἰς ἀνδρὸς Δία τὸν ξένιον καὶ ἱκέσιον ἀκριβοῦντος. βίος γὰρ ὦ παῖ κἀκείνῳ πλάνος καὶ ἔμπορος, καὶ πολλαὶ μέν οἱ πόλεις πολλῶν δὲ ἀνθρώπων ἤθη τε καὶ νοῦς εἰς πεῖραν ἥκουσιν: ὅθεν, ὡς τὸ εἰκός, ἄλλους τε κἀμὲ οὐ πρὸ πολλῶν τῶνδε ἡμερῶν ἀλύοντα καὶ πλανώμενον ὁμωρόφιον ἐποιήσατο. καί τίς ἦν ἡ πλάνη, ὦ πάτερ, ἣν λέγεις; παίδων, ἔφη, πρὸς λῃστῶν ἀφαιρεθείς, καὶ τοὺς μὲν ἀδικοῦντας γινώσκων, ἐπαμῦναι δὲ οὐκ ἔχων, εἰλοῦμαι περὶ τὸν τόπον καὶ θρήνοις παραπέμπω τὸ πάθος, ὥσπερ οἶμαί τις ὄρνις, ὄφεως αὐτῆς τὴν καλιὰν πορθοῦντος ἐν ὀφθαλμοῖς τε τὴν γονὴν θοινωμένου, προσελθεῖν μὲν ὀκνεῖ, φεύγειν δὲ οὐ φέρει: πόθος γὰρ ἐν αὐτῇ καὶ πάθος ἀνταγωνίζεται: τετριγυῖα δὲ περιποτᾶται τὴν πολιορκίαν, εἰς ὦτα ἀνήμερα, καὶ οἷς ἔλεον οὐκ ἐγνώρισεν ἡ φύσις, ἀνήνυτον ἱκετηρίαν τὸν μητρῷον προσάγουσα θρῆνον. ἆρα οὖν ἄν ἐθέλοις, ἔφη ὁ Κνήμων, καὶ ὅπως καὶ πότε τὸν βαρὺν τοῦτον ὑπέστης πόλεμον ἐξειπεῖν; εἰσαῦθις, ἔφη: νῦν δὲ ὥρα καὶ τὴν γαστέρα θεραπεύειν, ἣν ἐς τάδε ἀποσκοπῶν Ὅμηρος, καὶ ὡς πάντα δεύτερα αὑτῆς ποιεῖται, θαυμασίως οὐλομένην ὠνόμασεν. ἀλλὰ πρῶτον ἡμῖν, ὡς νόμος Αἰγυπτίων σοφοῖς, ἐσπείσθω τὰ πρὸς τοὺς θεούς. οὐ γὰρ δή με καὶ τοῦτο ὑπερβῆναι πείσει: μὴ οὕτω ποτὲ πάθος ἰσχύσειεν ὡς μνήμην τὴν εἰς τὸ θεῖον ἐκπλῆξαι.

καὶ ταῦτα εἰπὼν ἀπέχει τῆς φιάλης ἄκρατον τὸ ὕδωρ ʽτοῦτο γὰρ ἔπινεν̓ καὶ σπένδωμεν ἔλεγε θεοῖς ἐγχωρίοις τε καὶ Ἑλληνίοις, καὶ αὐτῷ γε Ἀπόλλωνι Πυθίῳ καὶ προσέτι Θεαγένει καὶ Χαρικλείᾳ τοῖς καλοῖς τε καὶ ἀγαθοῖς, ἐπειδὴ καὶ τούτους εἰς θεοὺς ἀναγράφω. καὶ

p.61
ἅμα ἐδάκρυσεν, ὥσπερ ἑτέραν αὐτοῖς σπονδὴν ἐπιφέρων τοὺς θρήνους. ἐπάγη πρὸς τὴν ἀκοὴν τῶν ὀνομάτων ὁ Κνήμων, ἄνω τε καὶ κάτω τὸν πρεσβύτην ἐπιθεωρήσας τί λέγεις ἔφη: παῖδές εἰσί σοι τῷ ὄντι Θεαγένης καὶ Χαρίκλεια; παῖδες, εἶπεν, ὦ ξένε, ἀμήτορες ἐμοὶ γεγονότες: τύχῃ γάρ μου θεοὶ τούτους ἀνέδειξαν, καὶ ἀπέτεκον αἱ ψυχῆς ὠδῖνες, καὶ φύσις ἡ διάθεσις ἐπ̓ αὐτοῖς ἐνομίσθη, καὶ πατέρα με ἀπὸ ταύτης ἐκεῖνοι καὶ ἐνόμισαν καὶ ὠνόμασαν. ἀλλὰ σὺ δὴ πόθεν, εἰπέ μοι, τούτους ἐγνώρισας; οὐκ ἐγνώρισα μόνον, ἔφη ὁ Κνήμων, ἀλλὰ καὶ σώζεσθαί σοι αὐτοὺς εὐαγγελίζομαι. Ἄπολλον, ἔφη ἀναβοήσας, καὶ θεοί, καὶ ποῦ γῆς οὗτοι; δείκνυε: σωτῆρά σε καὶ θεοῖς ἰσοστάσιον ἡγήσομαι. μισθὸς δέ μοι τίς ἔσται; ἔφη. τὸ μὲν παρόν, ἦ δ̓ ὅς, εὐχαριστία. ξενίων δέ, οἶμαι, τὸ κάλλιστον ἀνδρὶ νοῦν ἔχοντι, καὶ οἶδα πολλοὺς ὡς θησαυρὸν τῇ ψυχῇ παραθεμένους τὸ δῶρον. εἰ δὲ καὶ τῆς ἐνεγκούσης ἐπιβαίημεν ʽἔσεσθαι δέ μοι τοῦτο οὐκ εἰς μακρὰν οἱ θεοὶ προσημαίνουσιν̓, ἀρύσῃ πλοῦτον ὅσον ἂν δύναιο πλεῖστον. μέλλοντα, εἶπε, καὶ ἄδηλα κατεγγυᾷς, ἐξὸν ἐκ τῶν παρόντων ἀμείβεσθαι. ἐπάγγελλε, εἴ τι παρὸν ὁρᾷς: ὡς ἕτοιμος ἐγὼ καὶ μέρος τι προέσθαι τοῦ σώματος. οὐδὲν δεῖ μέλος ἀκρωτηριάζειν, ἀλλ̓ ἅπαν ἔχειν ἡγήσομαι, εἰ τούτους ὁπόθεν εἰσὶν ἢ ἐκ τίνων φύντες, ἢ πῶς δεῦρο ἀφιγμένοι καὶ ποίαις κεχρημένοι τύχαις, βουληθείης ἐξαγορεύειν. ἕξεις, ἀπεκρίνατο, τὸν μισθὸν μέγαν τινὰ καὶ οὐχ οἷον ἄλλον, οὐδ̓ εἰ τὰ ἐξ ἀνθρώπων χρήματα αἰτῶν ἐτύγχανες. ἀλλὰ τὸ παρὸν τροφῆς ὀλίγον ἀπογευώμεθα: μακροτέρας γὰρ δεήσει σοί τε τῆς ἀκροάσεως ἐμοί τε τῆς ἀφηγήσεως.

ἐντραγόντες οὖν τῶν τε καρύων καὶ σύκων ἀρτιδρεπῶν τε φοινίκων καὶ ἄλλων δὴ τοιούτων, ἀφ̓ ὧν

p.62
ἐξ ἔθους ὁ πρεσβύτης ἐσιτεῖτο ʽψυχῆς γὰρ διὰ βρῶσιν οὐδὲ ἓν ἀφῃρεῖτὀ, ἐπερρόφουν ὃ μὲν τοῦ ὕδατος ὃ δὲ καὶ οἶνον, ὁ Κνήμων. ὅς γε καὶ μικρὸν διαλιπών, ὁ Διόνυσος, εἶπεν, οἶσθα ὦ πάτερ ὡς χαίρει μύθοις καὶ κωμῳδίας φιλεῖ. κἀμὲ δὴ οὖν τὰ νῦν εἰσῳκισμένος ἀνίησι πρὸς τὴν ἀκρόασιν, τόν τε ἐπηγγελμένον πρὸς σοῦ μισθὸν ἀπαιτεῖν ἐπείγει. καὶ ὥρα σοι τὸ δρᾶμα καθάπερ ἐπὶ σκηνῆς τῷ λόγῳ διασκευάζειν.

ἀκούοις ἄν, ἔφη. ἀλλ̓ εἴθε γε καὶ τὸν χρηστὸν Ναυσικλέα παρεῖναι ἡμῖν συνέβαινεν, ὃν πολλάκις γε δἰ ὄχλου γινόμενον μυηθῆναι τὴν ἀφήγησιν ἄλλως ἄλλοτε διεκρουσάμην.

ποῦ δ̓ ἂν εἴη τὰ νῦν, ἠρώτα ὁ Κνήμων, ὡς τοὔνομα τοῦ Ναυσικλέους ἐπέγνω. ἐπ̓ ἄγραν, ἔφη, πεπόρευται. τοῦ δὲ ὁποίαν πάλιν ἐρομένου, θηρίων, ἔφη, τῶν χαλεπωτάτων, οἳ καλοῦνται μὲν ἄνθρωποι καὶ βουκόλοι, λῃσταὶ δέ εἰσι τὸν βίον καὶ δυσάλωτοι παντάπασιν, ὅσα φωλεοῖς καὶ σήραγξι τῷ ἕλει χρώμενοι. ἐγκαλεῖ δὲ αὐτοῖς τίνα αἰτίαν; Ἀττικῆς, ἔφη, ἐρωμένης ἁρπαγήν, ἣν Θίσβην ἐκεῖνος ὠνόμαζε. φεῦ, εἶπεν ὁ Κνήμων, καὶ ἀθρόον ἐσιώπησεν ὥσπερ ἑαυτοῦ λαβόμενος. τοῦ δὲ πρεσβύτου τί πέπονθας ἐρομένου, πρὸς ἄλλα ὁ Κνήμων ἀπάγων, θαυμάζω, ἔφη, πῶς ἢ τίνι χειρὶ πεποιθὼς ἐνεθυμήθη τὴν ἔφοδον. καὶ ὅς, βασιλεῖ, ἔφη, ξένε, τῷ μεγάλῳ σατραπεύει τὴν Αἴγυπτον Ὀροονδάτης, οὗ κατὰ πρόσταγμα φρούραρχος Μιτράνης τήνδε κεκλήρωται τὴν κώμην. τοῦτον δὴ ὁ Ναυσικλῆς ἐπὶ χρήμασι μεγάλοις ἄγει σὺν ἵππῳ καὶ ἀσπίδι πολλῇ. χαλεπαίνει δὲ τὴν ἀφαίρεσιν τῆς Ἀττικῆς κόρης οὐχ ὡς ἐρωμένης μόνον καὶ μουσουργίαν ἀρίστης, ἀλλ̓ ὅτι αὐτὴν καὶ βασιλεῖ τῷ Αἰθιόπων ἀπάξειν ἔμελλεν, ὡς αὐτὸς ἔφασκε, γαμετῇ τῇ ἐκείνου συμπαίστριαν καὶ συνόμιλον τὰ Ἑλλήνων ἐσομένην. ὡς

p.63
οὖν μεγάλων καὶ πολλῶν τῶν ἐπ̓ αὐτῇ προσδοκωμένων χρημάτων ἐστερημένος, πᾶσαν ἐγείρει καὶ κινεῖ μηχανήν. ἐπέρρωσά τε καὶ αὐτὸς πρὸς τὴν πρᾶξιν, εἴ πῃ ἄρα καὶ τοὺς παῖδάς μοι περισώσειεν ἐνθυμούμενος. ὑπολαβὼν οὖν ὁ Κνήμων, ἅλις, ἔφη, βουκόλων καὶ σατραπῶν καὶ βασιλέων αὐτῶν: ἔλαθες γάρ με μικροῦ καὶ εἰς πέρας τῷ λόγῳ διαβιβάζων, ἐπεισόδιον δὴ τοῦτο, οὐδέν φασι πρὸς τὸν Διόνυσον, ἐπεισκυκλήσας: ὥστ̓ ἐπάναγε τὸν λόγον πρὸς τὴν ὑπόσχεσιν. εὕρηκα γάρ σε κατὰ τὸν Πρωτέα τὸν Φάριον, οὐ κατ̓ αὐτὸν τρεπόμενον εἰς ψευδομένην καὶ ῥέουσαν ὄψιν, ἀλλά με παραφέρειν πειρώμενον. μανθάνοις ἄν, ἔφη ὁ πρεσβύτης. διηγήσομαι δέ σοι τὰ ἐμαυτοῦ πρότερον ἐπιτεμών, οὐ σοφιστεύων, ὡς αὐτὸς οἴει, τὴν ἀφήγησιν, ἀλλ̓ εὔτακτόν σοι καὶ προσεχῆ τῶν ἑξῆς παρασκευάζων τὴν ἀκρόασιν.

ἐμοὶ πόλις Μέμφις, πατὴρ δὲ...καὶ ὄνομα Καλάσιρις, βίος δὲ νῦν νῦν μὲν ἀλήτης, πρότερον δὲ οὐ πάλαι προφήτης. ἐγένετό μοι καὶ γυνὴ νόμῳ τῆς πόλεως, καὶ ἀπεγένετο θεσμῷ τῆς φύσεως. ταύτης εἰς. τὴν ἑτέραν λῆξιν ἀναλυθείσης χρόνον μέν τινα διῆγον ἀπαθὴς κακῶν, ἐπὶ παισὶ δύο τοῖς ἐξ αὐτῆς ἁβρυνόμενος: οὐ πολλοῖς δὲ ὕστερον ἔτεσιν οὐρανίων φωστήρων εἱμαρμένη περίοδος τρέπει τὰ καθ̓ ἡμᾶς, καὶ ὄμμα Κρόνιον εἰς τὸν οἶκον ἐνέσκηψε, τὴν ἐπὶ τὸ χεῖρον ἐπάγον μεταβολήν, ἣν ἐμοὶ σοφία μὲν προέφηνε, διαδρᾶναι δὲ οὐκ ἔδωκε. τοὺς γὰρ μοιρῶν ἀτρέπτους ὅρους προϊδεῖν μὲν δυνατόν, ἐκφεύγειν δὲ οὐκ ἐφικτόν. κέρδος δὲ ὡς ἐν τοῖς τοιούτοις ἡ πρόγνωσις, ἀμβλύνουσα τοῦ δεινοῦ τὸ φλεγμαῖνον. συμφορᾶς γὰρ ὦ παῖ τὸ μὲν ἀπροσδόκητον ἀφόρητον, τὸ δὲ προεγνωσμένον οἰστότερον:

p.64
τὸ μὲν γὰρ ἡ διάνοια φόβῳ προληφθεῖσα κατέπτηξε, τὸ δὲ ἡ συνήθεια τῷ λογισμῷ διῄτησε.

γίνεται δὲ περὶ ἐμὲ τοιόνδε. γύναιον Θρᾳκικὸν τὴν ὥραν ἀκμαῖον καὶ τὸ κάλλος δεύτερον̔??ʼμετὰ Χαρίκλειαν ἔχουσα, ὄνομα Ῥοδῶπις, οὐκ οἶδ̓ ὁπόθεν ἢ ὅπως κακῇ μοίρᾳ τῶν ἐγνωκότων ὁρμηθέν, ἐπεπόλαζε τὴν Αἴγυπτον, καὶ ἤδη καὶ εἰς τὴν Μέμφιν ἐκώμαζε, πολλῇ μὲν θεραπείᾳ πολλῷ δὲ πλούτῳ δορυφορουμένη, πᾶσι δ̓ ἀφροδισίοις θηράτροις ἐξησκημένη. οὐ γὰρ ἦν ἐντυχόντα μὴ ἡλωκέναι: οὕτως ἄφυκτόν τινα καὶ ἀπρόσμαχον ἑταιρίας σαγήνην ἐκ τῶν ὀφθαλμῶν ἐπεσύρετο. ἐφοίτα δὴ θαμὰ καὶ εἰς τὸν νεὼν τῆς Ἴσιδος, ἧς προεφήτευον, καὶ τὴν θεὸν συνεχῶς ἐθεράπευε θυσίαις τε καὶ ἀναθήμασι πολυταλάντοις. αἰσχύνομαι λέγειν, ἀλλ̓ εἰρήσεται: γίνεται δὴ κἀμοῦ κρείττων ὀφθεῖσα πολλάκις. ἐνίκα τὴν διὰ βίου μοι μελετηθεῖσαν ἐγκράτειαν, ἐπὶ πολύ τε τοῖς σώματος ὀφθαλμοῖς τοὺς τῆς ψυχῆς ἀντιστήσας, ἀπῆλθον τὸ τελευταῖον ἡττηθεὶς καὶ πάθος ἐρωτικὸν ἐπιφορτισάμενος. ἀρχὴν δὴ τῶν ἐσομένων καὶ προαγορευθέντων μοι πρὸς τοῦ θείου δυσχερῶν τὴν γυναῖκα φωράσας, καὶ συνεὶς ὡς τῶν πεπρωμένων ἐστὶν ὑπόκρισις καὶ ὡς ὁ τότε εἰληχὼς δαίμων οἱονεὶ προσωπεῖον αὐτὴν ὑπῆλθε, τὴν μὲν ἐκ παίδων μοι σύντροφον ἱερωσύνην ἔγνων μὴ καταισχῦναι, καὶ ἀντέσχον μηδὲ ἱερὰ καὶ τεμένη θεῶν βεβηλῶσαι: τῶν δὲ ἡμαρτημένων οὐκ ἔργῳ ʽμὴ γένοιτὀ ἀλλ̓ ἐφέσει μόνῃ τὴν ἁρμόζουσαν ἐπιβαλὼν ζημίαν, δικαστὴν ἐμαυτῷ τὸν λογισμὸν ἀναδείξας, φυγῇ κολάζω τὴν ἐπιθυμίαν, καὶ τῆς ἐνεγκούσης ὁ βαρυδαίμων ἐξῄειν, ὁμοῦ μὲν εἴκων ταῖς μοιρῶν ἀνάγκαις καὶ πράττειν ὅ τι καὶ βούλοιντο τὰ καθ̓ ἡμᾶς ἐπιτρέπων, ὁμοῦ δὲ τὴν ἀποτρόπαιον Ῥοδῶπιν ἀποφεύγων: ἐδεδίειν γάρ, ὦ ξένε, μὴ

p.65
τοῦ τότε ἐπικρατοῦντος ἀστέρος ἐπιβρίσαντος καὶ πρὸς τὸ αἰσχρότερον τῶν ἔργων ἐκνικηθείην. ὃ δέ με πρὸ πάντων καὶ ἐπὶ πᾶσιν ἐξήλαυνεν, οἱ παῖδες ἦσαν, οὓς ἡ ἄρρητός μοι πολλάκις ἐκ θεῶν σοφία ξιφήρεις ἀλλήλοις συμπεσεῖσθαι προηγόρευε. περιγράφων οὖν τῶν ὀφθαλμῶν τὴν οὕτως ἀπηνῆ θέαν, ἣν ἐκτραπήσεσθαι καὶ τὸν ἥλιον εἰκάζω νέφος τῆς ἀκτῖνος προκαλυψάμενον, καὶ πατρῴαις ὄψεσι τὸν παίδων φόνον ἀθέατον χαριζόμενος, ἐξῴκιζον ἐμαυτὸν γῆς τε καὶ οἰκίας πατρῴας, τὴν μὲν ὁρμὴν οὐδενὶ φράσας, πρόφασιν δέ, ὡς εἰς Θήβας τὰς μεγάλας ἀνακομίζομαι, ποιησάμενος, ὡς ἂν θάτερον τῶν παίδων τὸν πρεσβύτερον θεασαίμην, ἐκεῖ παρὰ τῷ μητροπάτορι τότε διάγοντα. Θύαμις ἦν ὄνομα αὐτῷ, ὦ ξένε.

συνεστάλη πάλιν ὁ Κνήμων ὥσπερ τῷ ὀνόματι τοῦ Θυάμιδος βληθεὶς τὴν ἀκοήν. καὶ ὃ μὲν ἐκαρτέρησε σιωπῆσαι τῶν ἑξῆς ἕνεκεν, ὃ δὲ ἐπέραινε τὸν λόγον ὧδε.

παραλείπω τὴν ἐν μέσῳ πλάνην, ὦ νεανία: συντελεῖ γὰρ οὐδὲν εἰς τὴν παρὰ σοῦ ζήτησιν:

πυνθανόμενος δὲ εἶναί τινα Δελφοὺς Ἑλληνίδα πόλιν, ἱερὰν μὲν Ἀπόλλωνος, θεῶν δὲ τῶν ἄλλων τέμενος, ἀνδρῶν δὲ σοφῶν ἐργαστήριον, θορύβου δὲ δημώδους ἐκτὸς ἀνῳκισμένην, ἔστελλον εἰς ταύτην ἐμαυτόν, ἁρμόδιον τῷ προφητικῷ καταγώγιον τὴν ἱεροῖς καὶ τελεταῖς ἀνακειμένην ὁριζόμενος, διά τε τοῦ Κρισσαίου κόλπου τῇ Κίρρᾳ προσορμισθεὶς ἐκ νεὼς ἐπὶ τὴν πόλιν ἀνέθεον. ἐπεὶ δὲ ἐπέστην, ὀμφή με ὡς ἀληθῶς θεία προσέβαλεν αὐτόθεν, καὶ τά τε ἄλλα ἡ πόλις διαίτημα κρειττόνων ἔδοξε, καὶ οὐχ ἥκιστα τῇ φύσει τῆς περιοχῆς: οἷον γὰρ φρούριον ἀτεχνῶς καὶ αὐτοσχέδιος ἀκρόπολις ὁ Παρνασσὸς ἀπαιωρεῖται, πρὸ ποδῶν λαγόσι τὴν πόλιν ἐγκολπισάμενος.

p.66

ἄριστα, ἔφη, λέγεις, ὁ Κνήμων, καὶ ὡς ἄν τις ἐπιπνοίας ὡς ἀληθῶς Πυθικῆς ἐπῃσθημένος. τῇδε γάρ πῃ καὶ ὁ πατήρ μοι θέσεως ἔχειν τοὺς Δελφοὺς ἔφραζεν, ὅτε αὐτὸν ἱερομνήμονα ἡ πόλις Ἀθηναίων ἔστειλεν. Ἀθηναῖος ἄρα ἦσθα ὦ παῖ; ναὶ ἔφη. ὄνομα δὲ τίς; Κνήμων, ἀπεκρίνατο. τύχῃ τίνι κεχρημένος; εἰσαῦθις, ἔφη, ἀκούσῃ: νῦν δὲ ἔχου τῶν ἑξῆς.

ἕξομαι, ἔφη, καὶ ἐπανῄειν πρὸς τὴν πόλιν. ἐπαινέσας οὖν τῶν τε δρόμων καὶ ἀγορῶν καὶ κρηνῶν τὸ ἄστυ, καὶ Κασταλίαν αὐτήν, ἣν δὴ καὶ περιρραντήριον ἐποιησάμην, ἐπὶ τὸν νεὼν ἔσπευδον: καὶ γάρ με καὶ θροῦς τῶν πολλῶν ἀνεπτέρωσεν, ὥραν εἶναι κινεῖσθαι τὴν θεοπρόπον λέγοντες. ἐπεὶ δὲ εἰσελθὼν προσεκύνουν καί τι καὶ κατ̓ ἐμαυτὸν ηὐχόμην, ἀνεφθέγξατο ἡ Πυθία τοιάδε.

ἴχνος ἀειράμενος ἀπ̓ ἐυστάχυος παρὰ Νείλου, φεύγεις μοιράων νήματ̓ ἐρισθενέων. τέτλαθι: σοὶ γὰρ ἐγὼ κυαναύλακος Αἰγύπτοιο αἶψα πέδον δώσω. νῦν δ̓ ἐμὸς ἔσσο φίλος.

ταῦτα ὡς ἐθέσπισεν, ἐγὼ μὲν ἐμαυτὸν ἐπὶ πρόσωπον τοῖς βωμοῖς ἐπιβαλὼν ἵλεων εἶναι τὰ πάντα ἱκέτευον, ὁ δὲ πολὺς τῶν περιεστώτων ὅμιλος ἀνευφήμησαν τὸν θεὸν τῆς ἐπ̓ ἐμοὶ παρὰ τὴν πρώτην ἔντευξιν προφητείας, ἐμὲ δὲ ἐμακάριζον καὶ περιεῖπον τὸ ἐντεῦθεν παντοίως, φίλον ἥκειν με τῷ θεῷ μετὰ Λυκοῦργόν τινα Σπαρτιάτην λέγοντες. καὶ ἐνοικεῖν τε βουλόμενον τῷ τεμένει τοῦ νεὼ συνεχώρουν, καὶ σιτηρέσιον ἐκ τοῦ δημοσίου παρέχειν ἐψηφίσαντο, καὶ συνελόντι λέγειν ἀγαθῶν ἀπέλιπεν οὐδέν. ἢ γὰρ πρὸς ἱεροῖς ἦν, ἦν, ἢ πρὸς θυσίαις ἐξηταζόμην, ἃς πολλὰς καὶ παντοίας ἀνὰ πᾶσαν ἡμέραν ξένος τε καὶ ἐγχώριος λεὼς τῷ θεῷ χαριζόμενοι δρῶσιν, ἢ φιλοσοφοῦσι διελεγόμην.

p.67
οὐκ ὀλίγος δὲ ὁ τοιοῦτος βίος συρρεῖ περὶ τὸν νεὼν τοῦ Πυθίου, καὶ μουσεῖόν ἐστιν ἀτεχνῶς ἡ πόλις ὑπὸ μουσηγέτῃ θεῷ φοιβαζομένη.

τὸν μὲν δὴ πρότερον χρόνον ἄλλοτε περὶ ἄλλων ἡμῖν αἱ ζητήσεις ἀνεκινοῦντο, καὶ ὃ μέν τις ὅπως τοὺς ἐγχωρίους οἱ Αἰγύπτιοι σέβομεν θεοὺς ἀνηρώτα, ὃ δέ, δἰ ἣν αἰτίαν ἄλλα παῤ ἄλλοις τῶν ζώων ἐκθειάζεται, καὶ τίς ὁ περὶ ἑκάστου λόγος, ἐπυνθάνετο. ἄλλος πυραμίδων κατασκευήν, ἕτερος συρίγγων πλάνην. καὶ συνελόντι τῶν κατ̓. Αἴγυπτον ἓν οὐδὲν ἀπελίμπανον ἱστοροῦντες: Αἰγύπτιον γὰρ ἄκουσμα καὶ διήγημα πᾶν Ἑλληνικῆς ἀκοῆς ἐπαγωγότατον.