Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ταῦτα ὡς ἐθέσπισεν, ἐγὼ μὲν ἐμαυτὸν ἐπὶ πρόσωπον τοῖς βωμοῖς ἐπιβαλὼν ἵλεων εἶναι τὰ πάντα ἱκέτευον, ὁ δὲ πολὺς τῶν περιεστώτων ὅμιλος ἀνευφήμησαν τὸν θεὸν τῆς ἐπ̓ ἐμοὶ παρὰ τὴν πρώτην ἔντευξιν προφητείας, ἐμὲ δὲ ἐμακάριζον καὶ περιεῖπον τὸ ἐντεῦθεν παντοίως, φίλον ἥκειν με τῷ θεῷ μετὰ Λυκοῦργόν τινα Σπαρτιάτην λέγοντες. καὶ ἐνοικεῖν τε βουλόμενον τῷ τεμένει τοῦ νεὼ συνεχώρουν, καὶ σιτηρέσιον ἐκ τοῦ δημοσίου παρέχειν ἐψηφίσαντο, καὶ συνελόντι λέγειν ἀγαθῶν ἀπέλιπεν οὐδέν. ἢ γὰρ πρὸς ἱεροῖς ἦν, ἦν, ἢ πρὸς θυσίαις ἐξηταζόμην, ἃς πολλὰς καὶ παντοίας ἀνὰ πᾶσαν ἡμέραν ξένος τε καὶ ἐγχώριος λεὼς τῷ θεῷ χαριζόμενοι δρῶσιν, ἢ φιλοσοφοῦσι διελεγόμην.

p.67
οὐκ ὀλίγος δὲ ὁ τοιοῦτος βίος συρρεῖ περὶ τὸν νεὼν τοῦ Πυθίου, καὶ μουσεῖόν ἐστιν ἀτεχνῶς ἡ πόλις ὑπὸ μουσηγέτῃ θεῷ φοιβαζομένη.

τὸν μὲν δὴ πρότερον χρόνον ἄλλοτε περὶ ἄλλων ἡμῖν αἱ ζητήσεις ἀνεκινοῦντο, καὶ ὃ μέν τις ὅπως τοὺς ἐγχωρίους οἱ Αἰγύπτιοι σέβομεν θεοὺς ἀνηρώτα, ὃ δέ, δἰ ἣν αἰτίαν ἄλλα παῤ ἄλλοις τῶν ζώων ἐκθειάζεται, καὶ τίς ὁ περὶ ἑκάστου λόγος, ἐπυνθάνετο. ἄλλος πυραμίδων κατασκευήν, ἕτερος συρίγγων πλάνην. καὶ συνελόντι τῶν κατ̓. Αἴγυπτον ἓν οὐδὲν ἀπελίμπανον ἱστοροῦντες: Αἰγύπτιον γὰρ ἄκουσμα καὶ διήγημα πᾶν Ἑλληνικῆς ἀκοῆς ἐπαγωγότατον.

τέλος δέ ποτε καὶ περὶ τοῦ Νείλου, καὶ τίνες μὲν αὐτῷ αἱ πηγαί, τίς δὲ ἡ παρὰ τοὺς ἄλλους ποταμοὺς ἰδιάζουσα φύσις, καὶ ὁπόθεν τὴν θερινὴν ὥραν μόνος τῶν πάντων πλημυρεῖ, πεῦσίν τις ἐμοὶ προσῆγε τῶν ἀστειοτέρων. ἐμοῦ δὲ ἅπερ ἐγίνωσκον εἰπόντος, καὶ ὅσα περὶ τοῦ ποταμοῦ τούτου βίβλοις ἱεραῖς ἀναγεγραμμένα μόνοις τοῖς προφητικοῖς καὶ γινώσκειν καὶ ἀναγινώσκειν ἔξεστι, καὶ διελθόντος ὡς τὰς μὲν ἀρχὰς ἐκ τῶν ἄκρων μὲν τῆς Αἰθιοπίας ἐσχάτων δὲ τῆς Λιβύης λαμβάνει, καθ̓ ὃ μέρος τὸ κλίμα τὸ ἀνατολικὸν ἀπολῆγον ἀρχὴν τῇ μεσημβρίᾳ δίδωσιν, αὔξεται δὲ κατὰ τὴν θερινὴν ὥραν οὐχ ὥς τινες ᾠήθησαν, πρὸς τῶν ἐτησίων ἀντικρὺ πνεόντων ἀνακοπτόμενος, ἀλλ̓ αὐτῶν δὴ τούτων τῶν ἀνέμων κατὰ τροπὴν τὴν θερινὴν ἀπὸ τῶν ἀρκτῴων ἐπὶ τὴν μεσημβρίαν πᾶν νέφος ἐλαυνόντων τε καὶ ὠθούντων, ἕως ἐπὶ τὴν διακεκαυμένην ζώνην συναράξωσι, καθ̓ ἣν τῆς πρόσω φορᾶς ἀνακόπτονται, δἰ ὑπερβολὴν τοῦ περὶ τὰ μέρη πυρώδους πάσης τῆς πρότερον καὶ κατὰ μικρὸν ἀθροισθείσης καὶ παχυνθείσης νοτίδος ἐξατμιζομένης. κἀκ τούτου λάβρων ὑετῶν ῥηγνυμένων ὀργᾷ τε ὁ Νεῖλος

p.68
καὶ ποταμὸς εἶναι οὐκ ἀνέχεται, ἀλλὰ κατεξανίσταται τῆς ὄχθης, καὶ θαλασσώσας τὴν Αἴγυπτον τῇ παρόδῳ γεωργεῖ τὰς ἀρούρας. διὸ πιεῖν τέ ἐστι γλυκύτατος ἅτε ἐξ ὄμβρων οὐρανίων χορηγούμενος, καὶ θιγεῖν προσηνέστατος, οὐκέτι μὲν θερμὸς ὡς ὅθεν ἤρξατο, ἔτι δὲ χλιαρὸς ὡς ἐκεῖθεν ἀρξάμενος. δἰ ἣν αἰτίαν καὶ μόνος ποταμῶν αὔρας οὐκ ἀναδίδωσι, πάντως ἄν, ὡς τὸ εἰκός, ἀναδούς, εἰ, καθώς τινες ἐβουλήθησαν, ὡς πυνθάνομαι, τῶν παῤ Ἕλλησιν εὐδοκίμων, χιόνος τηκομένης τὸ πλήρωμα ἐλάμβανε.

ταῦτά μου καὶ τὰ τοιαῦτα διεξιόντος, ὁ ἱερεὺς τοῦ Πυθίου γνώριμος ἐμοὶ γεγονὼς ἐς τὰ μάλιστα ʽΧαρικλῆς ὄνομα ἦν αὐτᾦ, θαυμασίως, ἔφη, λέγεις, καὶ ταύτῃ τῇ γνώμῃ τίθεμαι καὶ αὐτός, οὕτω καὶ παρὰ τῶν ἐν Καταδούποις ἱερέων τοῦ Νείλου πυθόμενος. κἀγὼ πρὸς αὐτόν, ὦ Χαρίκλεις, ἔφην, ἦλθες γὰρ κἀκεῖσε; ἦλθον, εἶπεν, ὦ σοφὲ Καλάσιρι. τί δέ σε χρέος ἤγαγε; πάλιν ἠρώτων. ὃ δέ, δυσπραξία τῶν κατὰ τὴν οἰκίαν, ἀπεκρίνατο, ἣ δή μοι καὶ εὐπραξίας αἰτία γέγονεν. ἐμοῦ δὲ τὸ παράδοξον θαυμάσαντος, οὐ θαυμάσῃ, ἔφη, τὸ πρᾶγμα, ὡς γέγονεν εἰ πύθοιο. πεύσῃ δὲ ὅταν σοι βουλομένῳ γένηται. οὐκοῦν ὥρα σοι λέγειν, ἦν δ̓ ἐγώ: νῦν γὰρ βούλομαι. μάνθανε, εἶπεν ὁ Χαρικλῆς τοὺς πολλοὺς μεταστησάμενος: καὶ γάρ σε καὶ διά τι χρήσιμον ἐμὸν ἀκροατὴν γενέσθαι τῶν συμβεβηκότων πάλαι ἐβουλόμην.

ἐμοὶ γήμαντι παιδία οὐκ ἐγίνετο. ὀψὲ δέ ποτε καὶ βραδὺ τῆς ἡλικίας, πολλὰ τὸν θεὸν ἱκετεύων θυγατρίου πατὴρ ἀνηγορεύθην, οὐκ ἐπ̓ αἰσίοις ἔσεσθαί μοι ταύτην τοῦ θεοῦ προαγορεύσαντος. ἦλθε καὶ εἰς ὥραν γάμου, καὶ ἐξεδόμην τῶν μνηστευομένων ʽπολλοὶ δὲ ἦσαν̓ τῷ παῤ ἐμοὶ κριθέντι καλλίστῳ. καὶ καθ̓ ἣν

p.69
νύκτα συγκατεκλείσθη τῷ γήμαντι, κατ̓ αὐτὴν ἡ δυστυχὴς ἐτελεύτα, σκηπτοῦ τινὸς ἢ χειροποιήτου πυρὸς τοῖς θαλάμοις ἐμπεσόντος. καὶ τὸν ὑμέναιον ᾀδόμενον ἔτι διεδέχετο θρῆνος, καὶ ἀπὸ τῶν παστάδων ἐπὶ τὸ μνῆμα παρεπέμπετο: καὶ δᾷδες αἱ τὸ γαμήλιον ἐκλάμψασαι φῶς, αὗται καὶ τὴν ἐπικήδειον πυρκαϊὰν ἐξῆπτον. ἐπετραγῴδει τούτῳ τῷ δράματι καὶ ἕτερον πάθος ὁ δαίμων, καὶ τὴν μητέρα μοι τῆς παιδὸς ἀφαιρεῖται τοῖς θρήνοις ἐγκαρτερήσασαν. τὸ δὲ θεήλατον τοῦ κακοῦ μὴ φέρων, ἐμαυτὸν μὲν οὐκ ἐξάγω τοῦ βίου, τοῖς θεολογοῦσιν ὡς ἀθέμιτον τὸ πρᾶγμα πειθόμενος, ὑπεξάγω δὲ τῆς ἐνεγκούσης καὶ τὴν ἐρημίαν τῆς οἰκίας ἀποδιδράσκω: μέγα γάρ τι εἰς λήθην κακῶν ἡ δἰ ὀφθαλμῶν τῆς ψυχῆς ὑπόμνησις ἀμαυρουμένη. καὶ πολλοῖς ἐμπλανηθεὶς τόποις, ἦλθον δὴ καὶ εἰς τὴν σὴν Αἴγυπτον καὶ Καταδούπους αὐτούς, καθ̓ ἱστορίαν τῶν καταρρακτῶν τοῦ Νείλου.

τῆς μὲν οὖν ἐκεῖσε ἀφίξεως ἔχεις τὸν ἀπολογισμόν, ὦ φίλος: ἣν δέ σε βούλομαι παρενθήκην γνῶναι τοῦ διηγήματος, μᾶλλον δέ, ἀληθέστερον εἰπεῖν, αὐτὸ δὴ τὸ κεφάλαιον, ἀλύοντί μοι κατὰ τὴν πόλιν καὶ διατιθεμένῳ τὴν σχολὴν καί τινα τῶν παῤ Ἕλλησι σπανίων ὠνουμένῳ ʽἤδη γάρ μοι τῆς λίαν ἀλγηδόνος τῷ χρόνῳ πεττομένης ἡ πρὸς τὴν ἐνεγκοῦσαν ἐπάνοδος ἐσπουδάζετὀ ἀνήρ τις πρόσεισι, τὰ μὲν ἄλλα σεμνὸς ἰδεῖν καὶ ἀγχίνοιαν ἀπὸ τοῦ βλέμματος ἐμφανίζων, ἄρτι μὲν τὸν ἔφηβον παραλλάξας, τὴν χροιὰν δὲ ἀκριβῶς μέλας. καί με ἠσπάζετο, καί τι βούλεσθαι ἰδίᾳ φράζειν ἔλεγεν, ἑλληνίζων οὐ βεβαίως. ἐμοῦ δὲ ἑτοίμως ὑπακούσαντος, εἴς τινα νεὼν παρακείμενον εἰσαγαγών, φύλλα τινά σε καὶ ῥίζας, ἔφη, τῶν Ἰνδικῶν καὶ Αἰθιοπικῶν καὶ Αἰγυπτίων ὠνούμενον ἑώρακα. εἰ δὴ οὖν ἀκραιφνῆ ταῦτα

p.70
καὶ δόλον παντὸς ἐκτὸς ὠνεῖσθαι βουληθείης, ἕτοιμος παρέχειν. βούλομαι, ἔφην, καὶ δείκνυε. ὃ δέ, ὄψει μέν, εἶπεν, ὅπως δὲ μὴ μικρολόγος ἔσῃ περὶ τὴν ἀγοράν. σαυτὸν παρεγγύα, ἔφην, μὴ βαρύτιμον εἶναι περὶ τὴν διάπρασιν. καὶ ὃς ὑπὸ μάλης τι βαλαντίδιον ἔχων, προκομίσας ἐπεδείκνυ λίθων πολυτίμων ὑπερφυές τι χρῆμα: μαργαρίδες τε γὰρ ἐνῆσαν εἰς καρύου μικροῦ μέγεθος, εἰς κύκλον τε ἀκριβῶς ἀπαρτιζόμεναι καὶ λευκότητι πλεῖστον ἀγλαιζόμεναι, σμάραγδοί τε καὶ ὑάκινθοι, αἳ μὲν οἷα λήιον ἠρινὸν χλοάζουσαι, ἐλαιώδους αὐτάς τινος λειότητος ὑπαυγαζούσης, αἳ δὲ ἀπεμιμοῦντο χροιὰν ἀκτῆς θαλαττίας ὑπ̓ ἀγχιβαθεῖ σκοπέλῳ μικρὸν ὑποφριττούσης καὶ τὸ ὑποκείμενον ἰαζούσης: καὶ ἁπλῶς συμμιγής τις ἦν πάντων καὶ ποικίλη μαρμαρυγή, τὸν ὀφθαλμὸν εὐφραίνουσα. ἅπερ ὡς εἶδον, ἄλλους, ἔφην, ὥρα σοι ξένε τῶνδε ἐπιζητεῖν ὠνητάς, ὡς ἔγωγε καὶ ἡ κατ̓ ἐμὲ περιουσία σχολῇ γοῦν, εἰ καὶ ἑνὸς εἴη τῶν ὁρωμένων ἰσοστάσιος. ἀλλ̓ εἰ καὶ μὴ πρίασθαι δυνατός, εἶπε, δῶρόν γε λαμβάνειν οὐκ ἀδύνατος. ἐγὼ μὲν οὐκ ἀνίκανος, ἔφην, δῶρόν γε λαμβάνειν: σὺ δ̓ οὐκ οἶδ̓ ὅ τι βουλόμενος παίζεις ἡμᾶς. οὐ παίζω, εἶπεν, ἀλλὰ καὶ σφόδρα σπουδάζω, καὶ ἐπόμνυμί γε τὸν ἱδρυμένον ἐνθάδε θεὸν ἅπαντα δώσειν, εἰ πρὸς τούτοις καὶ ἕτερον δῶρον ὑποδέξασθαι βουληθείης, πολὺ τούτων ἐριτιμότερον. ἐγέλων πρὸς ταῦτα. τοῦ δὲ τὴν αἰτίαν πυνθανομένου, ὅτι γελοῖον, ἔφην, εἶ τηλικαῦτα δῶρα καθυπισχνούμενος προσέτι καὶ μισθὸν ἐπαγγέλλῃ πολὺ τῶν δώρων αὐτῶν ὑπερφέροντα. πίστευε, εἶπεν: ἀλλ̓ ἐπόμνυε καὶ αὐτὸς ἦ μὴν ἄριστα χρήσασθαι τῷ δώρῳ, καὶ ὡς ἂν αὐτὸς ὑφηγήσωμαι. ἐθαύμαζον μὲν ἀπορῶν, ἐπώμνυον δὲ τηλικαῦτα ἐλπίζων. ἐπειδὴ δέ μοι ὀμώμοστο ὡς ἐκεῖνος ἐπέσκηπτεν,
p.71
ἄγει με παῤ αὑτόν, καὶ δείκνυσι κόρην, ἀμήχανόν τι καὶ δαιμόνιον κάλλος, ἣν αὐτὸς μὲν ἑπταετῆ γεγονέναι ἔλεγεν, ἐμοὶ δὲ καὶ ὥρᾳ γάμου πλησιάζειν ἐῴκει: οὕτως ἄρα κάλλους ὑπερβολὴ καὶ εἰς μεγέθους ἔμφασιν φέρει προσθήκην. κἀγὼ μὲν ἀχανὴς εἱστήκειν ἀγνοίᾳ τε τῶν γινομένων καὶ ἀκορέστῳ θέᾳ τῶν ὁρωμένων,

ὃ δὲ ἄρχεται λόγων τοιῶνδε.

ταύτην ἣν ὁρᾷς, ξένε, φησίν, ἡ μὲν τεκοῦσα, δἰ αἰτίαν ἣν γνώσῃ μικρὸν ὕστερον, ἐν σπαργάνοις ἐξέθετο, τύχης ἀμφιβολίᾳ τὰ κατ̓ αὐτὴν ἐπιτρέψασα, ἐγὼ δὲ προστυχὼν ἀνειλόμην: οὐδὲ γὰρ ἦν μοι θεμιτὸν ἐν κινδύνῳ ψυχὴν ἅπαξ ἐνανθρωπήσασαν παριδεῖν. ἓν γὰρ καὶ τοῦτο παράγγελμα τῶν γυμνῶν παῤ ἡμῖν σοφῶν, ὧν ἀκουστὴς εἶναι χρόνοις ὀλίγοις πρόσθεν ἠξίωμαι. καὶ ἄλλως καὶ τὸ παιδίον αὐτόθεν μέγα τι καὶ θεῖον τῶν ὀφθαλμῶν ἐξέλαμπεν: οὕτω μοι περισκοποῦντι γοργόν τε καὶ ἐπαγωγὸν ἐνεῖδε. συνεξέκειτο δὲ αὐτῷ καὶ λίθων ὅρμος, ὃν ἀρτίως ἐπεδείκνυον, καὶ ταινία τις ἀπὸ σηρικοῦ νήματος ἐξυφασμένη, γράμμασιν ἐγχωρίοις καὶ διηγήματι τῶν κατὰ τὴν παῖδα κατάστικτος, τῆς μητρός, οἶμαι, σύμβολα ταῦτα καὶ γνωρίσματα τῇ κόρῃ προμηθευσαμένης. ἅπερ ὡς ἀνέγνων, πόθεν τέ ἐστι καὶ τίνος ἔγνων, εἰς ἀγρόν τε κομίζω πόρρω τῆς πόλεως ἀπῳκισμένον, καὶ ποιμέσιν ἐμαυτοῦ τρέφειν παραδούς, μηδενί τε φράζειν ἐπαπειλήσας, τὰ συνεκτεθέντα κατεῖχον, τοῦ μή τινα ἐπιβουλὴν γενέσθαι δἰ αὐτὰ τῇ κόρῃ. τὰ μὲν οὖν πρῶτα οὕτως ἐλάνθανεν: ἐπεὶ δὲ τοῦ χρόνου προϊόντος ἡ τῆς κόρης ἀκμὴ καὶ μείζονος ὥρας ἐφαντάζετο τοῦ εἰωθότος ʽτὸ κάλλος δ̓ οὐδ̓ ἂν ὑπὸ γῆν κρυπτόμενον ἔλαθεν, ἀλλά μοι δοκεῖ κἂν ἐκεῖθεν διεκλάμψαἰ, δείσας μὴ φωτισθείη τὰ κατ̓ αὐτήν, καὶ ἀπόλοιτο μὲν αὐτή, παραπολαύσω δέ

p.72
τινος καὶ αὐτὸς ἀηδοῦς, ἐκπεμφθῆναι πρεσβευτὴς παρὰ τὸν Αἰγύπτου σατράπην ἐπραγματευσάμην. καὶ ἥκω ταύτην συνεπαγόμενος, διαθέσθαι τὰ κατ̓ αὐτὴν ἐνθυμούμενος. καὶ τῷ μὲν ὅσον οὐδέπω περὶ ὧν ἥκω διαλεχθήσομαι ʽχρηματίσαι γὰρ ἡμῖν τήμερον ἐπηγγείλατὀ, σοὶ δὲ καὶ θεοῖς τοῖς οὕτως ἐπιτρέψασιν ἐγχειρίζω τὴν κόρην ἐπὶ συνθήκαις ταῖς ἐνωμότως ἡμῖν γενομέναις, ἦ μὴν ἐλευθέραν ταύτην ἕξειν καὶ ἐλευθέρῳ πρὸς γάμον ἐκδώσειν, ἐπιδώσειν δὲ τὴν ταινίαν ταύτην, ἣν δὴ καὶ αὐτὸς κομίζῃ παῤ ἡμῶν, μᾶλλον δὲ τῆς ἐκθεμένης μητρός. πιστεύω δέ σε πάντα ἐμπεδώσειν τὰ ὡμιλημένα, τοῖς τε ὅρκοις ἀποθαρσῶν, καὶ τὸν σὸν τρόπον ἐκ πολλῶν τῶν ἡμερῶν ὧν ἐνθάδε διάγεις Ἑλληνικὸν ὄντα τῷ ὄντι περιειργασμένος.

ταῦτά σοι νῦν εἶχον λέγειν ἐπιτετμημένως, καλούσης με τῆς κατὰ τὴν πρεσβείαν χρείας. τὰ σαφέστερα δὲ καὶ ἀκριβέστερα τῶν κατὰ τὴν κόρην εἰς αὔριον μυηθήσῃ, περὶ τὸν νεὼν τῆς Ἴσιδος ἐντυχών.

ἐποίουν οὕτως, καὶ παραλαβὼν τὴν κόρην ἦγον ἐπικαλύψας ὡς ἐμαυτόν. κἀκείνην μὲν τὴν ἡμέραν εἶχον ἐν θεραπείᾳ, πολλὰ φιλοφρονούμενος καὶ πολλὴν τοῖς θεοῖς ὁμολογῶν χάριν, αὐτόθεν τε ἐμαυτοῦ θυγατέρα καὶ ἐνόμιζον καὶ ὠνόμαζον: εἰς δὲ τὴν ὑστεραίαν ἅμα ἡμέρᾳ λίαν ἐσπουδασμένως ἐπὶ τὸν νεὼν τῆς Ἴσιδος, οὗπερ συνετέτακτό μοι πρὸς τὸν ξένον, ὥρμησα. καὶ πλεῖστα ἐμπεριπατήσας, ἐπειδήπερ ἐφαίνετο οὐδαμοῦ, παραγενόμενος εἰς τὰ σατραπεῖα, τὸν πρεσβευτὴν τῶν Αἰθιόπων εἴ τις ἑώρα, ἐπυνθανόμην. καί μοί τις ἀπήγγελλεν ὡς ἐξώρμησε, μᾶλλον δὲ ἐξελήλαται, πρὸ ἡλίου δυσμῶν εἰ μὴ τῶν ὅρων ἐκτὸς γένοιτο, θάνατον αὐτῷ τοῦ σατράπου διαπειλήσαντος. ἐμοῦ δὲ ἐρομένου τὴν αἰτίαν, ὅτι, ἔφη ὁ ἀπαγγέλλων, ἐπέταττεν ἀπέχεσθαι

p.73
τῶν σμαραγδείων μετάλλων ὡς Αἰθιοπίᾳ προσηκόντων. ὑπέστρεφον ἀνιαρῶς ἄγαν διατεθείς, καὶ ὥσπερ οἱ βαρεῖάν τινα πληγὴν εἰληφότες, ὅτι δή μοι γνῶναι μὴ ἐξεγένετο τὰ κατὰ τὴν κόρην, τίς ἢ πόθεν ἢ τίνων.

μὴ θαυμάσῃς, εἶπεν ὁ Κνήμων: ἀσχάλλω γὰρ καὶ αὐτὸς οὐκ ἀκούσας. ἀλλ̓ ἴσως ἀκούσομαι. ἀκούσῃ,

ἔφη ὁ Καλάσιρις: νυνὶ δὲ ἅπερ ἑξῆς ἐπέραινεν ὁ Χαρικλῆς, εἰρήσεται. ἐπειδὴ γάρ, φησίν, εἰς τὸ δωμάτιον ἦλθον, ὑπαντᾷ τέ μοι ἡ παῖς, καὶ ἔλεγε μὲν οὐδέν, οὔπω τῆς Ἑλλάδος συνιεῖσα φωνῆς, ἀπὸ δὲ τῆς χειρὸς ἠσπάζετο, καί με πρὸς τὸ φαιδρότερον ὀφθεῖσα μόνον ἀνίησιν. ἐθαύμαζόν τε ὅτι, καθάπερ οἱ ἀγαθοὶ καὶ εὐγενεῖς τῶν σκυλάκων πάντα τινὰ καὶ ἐπ̓ ὀλίγον ὀλίγον ἐγνωσμένον σαίνουσιν, οὕτω κἀκείνη τῆς ἐμῆς περὶ αὐτὴν εὐνοίας ὀξέως ᾔσθετο καὶ ὡς πατέρα περιεῖπεν. ἔγνων οὖν μὴ ἐνδιατρίβειν τοῖς Καταδούποις, μὴ δή τις καὶ δαίμονος βασκανία τῆς δευτέρας με θυγατρὸς στερήσειε, καὶ διὰ τοῦ Νείλου κατάρας ἐπὶ θάλατταν ἐπιτυχών τε νεὼς ἀνηγόμην τὴν ἐπ̓ οἴκου. καὶ ἔστι νῦν ἡ παῖς ἐνταῦθα σὺν ἐμοί, παῖς μὲν οὖσα ἐμὴ καὶ ὄνομα τοὐμὸν ὀνομαζομένη: σαλεύω γὰρ ἐπ̓ αὐτῇ τὸν βίον. καὶ ἔστι τὰ μὲν ἄλλα καὶ εὐχῆς κρείττων: οὕτω τάχιστα μὲν τὴν Ἑλλάδα γλῶτταν εἵλκυσε, τάχιστα δὲ εἰς ἀκμὴν καθάπερ ἔρνος τι τῶν εὐθαλῶν ἀνέδραμεν. ὡραιότητι δὲ σώματος οὕτω δή τοι τὰς πάσας ὑπερβέβληκεν ὥστε πᾶς ὀφθαλμὸς Ἑλληνικός τε καὶ ξένος ἐπ̓ αὐτὴν φέρεται, καὶ ὁπουδὴ φαινομένη ναῶν ἢ δρόμων ἢ ἀγορῶν, καθάπερ ἀρχέτυπον ἄγαλμα πᾶσαν ὄψιν καὶ διάνοιαν ἐφ̓ ἑαυτὴν ἐπιστρέφει. ἀλλ̓ αὕτη τοιαύτη τις οὖσα λυπεῖ με λύπην ἀνίατον. ἀπηγόρευται παῤ αὐτῇ γάμος, καὶ παρθενεύειν τὸν πάντα βίον διατείνεται, καὶ τῇ Ἀρτέμιδι ζάκορον ἑαυτὴν ἐπιδοῦσα θήραις τὰ

p.74
πολλὰ σχολάζει καὶ ἀσκεῖ τοξείαν. ἐμοὶ δέ ἐστιν ὁ βίος ἀφόρητος, ἐλπίσαντι μὲν ἀδελφῆς ἐμαυτοῦ παιδὶ ταύτην ἐκδώσειν, καὶ μάλα γε ἀστείῳ καὶ χαρίεντι λόγον τε καὶ ἦθος νεανίσκῳ, ἀποτυγχάνοντι δὲ διὰ τὴν ταύτης ἀπηνῆ κρίσιν. οὔτε γὰρ θεραπεύων οὔτε ἐπαγγελλόμενος οὔτε λογισμοὺς ἀνακινῶν πεῖσαι δεδύνημαι, ἀλλὰ τὸ χαλεπώτατον, τοῖς ἐμοῖς, τὸ τοῦ λόγου, κατ̓ ἐμοῦ κέχρηται πτεροῖς, καὶ τὴν ἐκ λόγων πολυπειρίαν, ἣν ποικίλην ἐδιδαξάμην πρὸς κατασκευὴν τοῦ τὸν ἄριστον ᾑρῆσθαι βίον, ἐπανατείνεται, ἐκθειάζουσα μὲν παρθενίαν καὶ ἐγγὺς ἀθανάτων ἀποφαίνουσα, ἄχραντον καὶ ἀκήρατον καὶ ἀδιάφθορον ὀνομάζουσα, ἔρωτας δὲ καὶ Ἀφροδίτην καὶ πάντα γαμήλιον θίασον ἀποσκορακίζουσα. πρὸς ταῦτα δή σε βοηθὸν ἐπικαλοῦμαι, καὶ διὰ τοῦτο καιροῦ λαβόμενος καὶ ἀφορμῆς τῆς ἐκ ταὐτομάτου πως ἐνδοθείσης, μακροτέρου πρὸς σὲ τοῦ διηγήματος ἐδεήθην. καὶ δὸς τὴν χάριν, ὦ γαθὲ Καλάσιρι. σοφίαν τινὰ καὶ ἴυγγα κίνησον ἐπ̓ αὐτὴν Αἰγυπτίαν. πεῖσον ἢ λόγοις ἢ ἔργοις γνωρίσαι τὴν ἑαυτῆς φύσιν, καὶ ὅτι γυνὴ γέγονεν εἰδέναι. βουλομένῳ δέ σοι τὸ πρᾶγμα ῥᾴδιον. οὔτε γὰρ ἀπρόσμικτος ἐκείνη πρὸς τοὺς λόγους τῶν ἀνδρῶν, ἀλλὰ τὸ πλεῖστον τούτοις συνόμιλος ἐπαρθενεύθη: καὶ οἴκησιν οἰκεῖ σοι τὴν αὐτὴν ἐνταῦθα, ἐντὸς φημὶ τοῦ περιβόλου καὶ περὶ τὸν νεών. ἱκέτην οὖν γινόμενον μὴ παρίδῃς με, μηδὲ συγχωρήσῃς ἄπαιδα καὶ ἀπαραμύθητον καὶ διαδόχων ἔρημον ἐν γήραι βαρεῖ διάγειν, μὴ πρὸς Ἀπόλλωνος αὐτοῦ καὶ τῶν ἐγχωρίων σοι θεῶν.

ἐδάκρυσα τούτων ἀκούων ὦ Κνήμων, ἐπειδὴ κἀκεῖνος οὐκ ἀδάκρυτον τὴν ἱκεσίαν προσῆγε, καὶ ἐπηγγελλόμην,

εἴ τι δυναίμην, συλλήψεσθαι. καὶ ἔτι περὶ τούτων διασκοπουμένων ἡμῶν, εἰσδραμών τις ἀπήγγειλε

p.75
τὸν ἀρχιθέωρον τῶν Αἰνιάνων ἐπὶ θύραις ὄντα πάλαι διοχλεῖν, καὶ παρακαλεῖν τὸν ἱερέα παρεῖναι καὶ κατάρχειν τῶν ἱερῶν. ἐμοῦ δὲ ἐρομένου τὸν Χαρικλέα, τίνες οἱ Αἰνιᾶνες ἢ τίς ἡ θεωρία καὶ ἣν ἄγουσι θυσίαν, οἱ μὲν Αἰνιᾶνες, ἔφη, Θετταλικῆς ἐστὶ μοίρας τὸ εὐγενέστατον καὶ ἀκριβῶς Ἑλληνικόν, ἀφ̓ Ἕλληνος τοῦ Δευκαλίωνος, τὸ μὲν ἄλλο τῷ Μαλιακῷ κόλπῳ παρατεινόμενον, μητρόπολιν δὲ σεμνυνόμενον Ὑπάταν, ὡς μὲν αὐτοὶ βούλονται, ἀπὸ τοῦ τῶν ἄλλων ὑπατεύειν καὶ ἄρχειν ὠνομασμένην, ὡς δὲ ἑτέροις δοκεῖ, διότι περ ὑπὸ τῇ Οἴτῃ τῷ ὄρει κατῴκισται. ἡ δὲ θυσία καὶ ἡ θεωρία, τετραετηρίδα ταύτην, ὅτε περ καὶ ὁ Πυθίων ἀγών ʽἔστι δὲ νῦν, ὡς οἶσθἀ, πέμπουσιν Αἰνιᾶνες Νεοπτολέμῳ τῷ Ἀχιλλέως: ἐνταῦθα γὰρ ἐδολοφονήθη πρὸς αὐτοῖς τοῖς τοῦ Πυθίου βωμοῖς ὑπ̓ Ὀρέστου τοῦ Ἀγαμέμνονος. ἡ δὲ νῦν θεωρία καὶ πλεονεκτεῖ τὰς ἄλλας: Ἀχιλλείδης γὰρ εἶναι σεμνύνεται ὁ τῆς θεωρίας ἐξάρχων. συνέτυχον γὰρ τῇ προτεραίᾳ τῷ νεανίσκῳ, καί μοι ἀληθῶς ἔδοξε τοῖς Ἀχιλλείδαις ἐμπρέπειν: τοιοῦτός ἐστι τὴν μορφὴν καὶ τοσοῦτος ἰδεῖν τὸ μέγεθος, ὡς βεβαιοῦν τῇ θέᾳ τὸ γένος. ἐμοῦ δὲ θαυμάσαντος, καὶ πῶς Αἰνιάνων γένους τυγχάνων Ἀχιλλείδην ἑαυτὸν ἀναγορεύει φήσαντος ʽἡ γὰρ Ὁμήρου τοῦ Αἰγυπτίου ποίησις τὸν Ἀχιλλέα Φθιώτην ἐνδείκνυταἰ, ὁ μὲν νεανίσκος, ἔφη ὁ Χαρικλῆς, καὶ ὁλοσχερῶς Αἰνιᾶνα εἶναι τὸν ἥρωα διαγωνίζεται, τὴν Θέτιν ἐκ τοῦ Μαλιακοῦ κόλπου γήμασθαι τῷ Πηλεῖ καὶ Φθίαν τὸ περὶ τὸν κόλπον τοῦτον ὀνομάζεσθαι πάλαι διατεινόμενος, τοὺς δὲ ἄλλους δἰ εὐδοξίαν τοῦ ἀνδρὸς ἐφελκομένους ἑαυτοῖς ἐπιψεύδεσθαι. καὶ ἄλλως δὲ ἑαυτὸν ἐγγράφει τοῖς Αἰακίδαις, Μενέσθιον ἑαυτοῦ προπάτορα καταφέρων, τὸν Σπερχειοῦ παῖδα καὶ Πολυδώρας τῆς
p.76
ἐκ Πηλέως, ὃς καὶ Ἀχιλλεῖ συνεστράτευσεν ἐν πρώτοις ἐπὶ Ἴλιον, καὶ τῆς πρώτης τῶν Μυρμιδόνων διὰ τὸ συγγενὲς ἐξῆρχε μοίρας. τῷ δὲ Ἀχιλλεῖ πάντοθεν περιφυόμενος, καὶ πανταχόθεν αὐτὸν τοῖς Αἰνιᾶσιν οἰκειούμενος, τεκμήριον λαμβάνει πρὸς τοῖς ἄλλοις οἷς καταλέγει καὶ τὸν ἐναγισμὸν τὸν Νεοπτολέμῳ πεμπόμενον, οὗ σύμπαντες, ὡς φησίν, Αἰνιᾶσιν ἐξεχώρησαν Θεσσαλοί, τὸ ἐγγυτέροις εἶναι τοῦ γένους προσμαρτυροῦντες. ἐκείνοις μὲν οὖν οὐδεὶς φθόνος, ἔφην, ὦ Χαρίκλεις, ἢ χαρίζεσθαι ταῦτα, ἢ καὶ ἐπαληθεύειν ἑαυτοῖς: τὸν δὲ ἀρχιθέωρον εἰσκαλεῖσθαι πρόσταξον, ὡς ἔγωγε αὐτοῦ μανικῶς ἀνεπτέρωμαι πρὸς τὴν θέαν.

ἐπένευσεν ὁ Χαρικλῆς, καὶ εἰσῆλθεν ὁ νεανίσκος, Ἀχίλλειόν τι τῷ ὄντι πνέων, καὶ πρὸς ἐκεῖνον τὸ βλέμμα καὶ τὸ φρόνημα ἀναφέρων, ὀρθὸς τὸν αὐχένα, καὶ ἀπὸ τοῦ μετώπου τὴν κόμην καὶ πρὸς τὸ ὄρθιον ἀναχαιτίζων. ἡ ῥὶς ἐν ἐπαγγελίᾳ θυμοῦ, καὶ οἱ μυκτῆρες ἐλευθέρως τὸν ἀέρα εἰσπνέοντες. ὀφθαλμὸς οὔπω μὲν χαροπός, χαροπώτερον δὲ μελαινόμενος, σοβαρόν τε ἅμα καὶ οὐκ ἀνέραστον βλέπων, οἷον θαλάσσης ἀπὸ κύματος εἰς γαλήνην ἄρτι λεαινομένης. ἐπεὶ δὲ ἡμᾶς τὰ εἰωθότα ἠσπάσατο καὶ τῶν ἀμοιβαίων ἔτυχεν, ὥραν εἶναι τοῦ τὴν θυσίαν τῷ θεῷ προσάγειν ἔλεγεν, ὡς ἂν καὶ τὸν ἐναγισμὸν τῷ ἥρωι καὶ τὴν ἐπ̓ αὐτῷ πομπὴν κατὰ καιρὸν ἐν δευτέροις ἐπιτελεῖν ἐγγένοιτο. γινέσθω, ἔφη ὁ Χαρικλῆς. καὶ ἀνιστάμενος, ὄψει, ἔφη πρός με, καὶ τὴν Χαρίκλειαν τήμερον, εἰ μὴ πρότερον εἶδες: συμπαρεῖναι γὰρ καὶ τὴν ζάκορον τῆς Ἀρτέμιδος τῇ πομπῇ καὶ τοῖς ἐναγισμοῖς τοῦ Νεοπτολέμου πάτριον. ἐμοὶ δὲ ἡ παῖς, ὦ Κνήμων, ἑώρατο ἤδη πολλάκις, καὶ θυσιῶν συνεφῆπτο, καὶ λόγων ἱερῶν εἴ τι ποτε ἐπύθετο. ἀλλ̓ ἅμως ἐσιώπων, τὸ μέλλον ἀπεκδεχόμενος.

p.77
καὶ ἅμα τὴν ὁρμὴν ὡς ἐπὶ τὸν νεὼν ἐποιούμεθα: πάκτα γὰρ ἤδη παρεσκεύαστο τὰ πρὸς τὴν θυσίαν τοῖς Θετταλοῖς. ἐπεὶ δὲ ἡμεῖς τε πρὸς τοῖς βωμοῖς ἐγενόμεθα καὶ ὁ νεανίας ἤδη τῶν ἱερῶν κατῆρχε, προκατευξαμένου τοῦ ἱερέως, ἐκ τῶν ἀδύτων ἀναφθέγγεται ἡ Πυθία τοιάδε.

τὴν χάριν ἐν πρώτοις, αὐτὰρ κλέος ὕστατ̓ ἔχουσαν, φράζεσθ̓ ὦ Δελφοί, τόν τε θεᾶς γενέτην, οἳ νηὸν προλιπόντες ἐμὸν καὶ κῦμα τεμόντες ἵξοντ̓ ἠελ̔??ʼου πρὸς χθόνα κυανέην, τῇ περ ἀριστοβίων μέγ̓ ἀέθλιον ἐξάψονται, λευκὸν ἐπὶ κροτάφων στέμμα μελαινομένων.

ταῦτα μὲν ὡς ἀνεῖπεν ὁ θεός, ἀμηχανία πλείστη τοὺς περιεστῶτας εἰσεδύετο, τὸν χρησμὸν ὅ τι βούλοιτο φράζειν ἀποροῦντας. ἄλλος γὰρ πρὸς ἄλλο τι τὸ λόγιον ἔσπα: καὶ ὡς ἕκαστος εἶχε βουλήσεως, οὕτω καὶ ὑπελάμβανεν. οὔπω δὲ οὐδεὶς τῶν ἀληθῶν ἐφήπτετο. χρησμοὶ γὰρ καὶ ὄνειροι τὰ πολλὰ τοῖς τέλεσι κρίνονται. καὶ ἄλλως οἱ Δελφοὶ πρὸς τὴν πομπὴν ἐπτοήμενοι μεγαλοπρεπῶς ηὐτρεπισμένην ἠπείγοντο, τὰ χρησθέντα πρὸς τὸ ἀκριβὲς ἀνιχνεύειν ἀμελήσαντες. ἐπεὶ δὲ ἡ πομπὴ καὶ ὁ σύμπας ἐναγισμὸς ἐτελέσθη—.

καὶ μὴν οὐκ ἐτελέσθη, πάτερ, ὑπολαβὼν ὁ Κνήμων. ἐμὲ γοῦν οὔπω θεατὴν ὁ σὸς ἐπέστησε λόγος, ἀλλ̓ εἰς πᾶσαν ὑπερβολὴν ἡττημένον τῆς ἀκροάσεως καὶ αὐτοπτῆσαι σπεύδοντα τὴν πανήγυριν ὥσπερ κατόπιν ἑορτῆς ἥκοντα, τὸ τοῦ λόγου, παρατρέχεις, ὁμοῦ τε ἀνοίξας καὶ κλείσας τὸ θέατρον. ἐγὼ μέν, ὦ Κνήμων, ἔφη ὁ Καλάσιρις, ἥκιστά σε τοῖς ἔξωθεν καὶ τοιούτοις βούλομαι διοχλεῖν, ἐπὶ τὰ καιριώτερά σε τῆς ἀφηγήσεως καὶ ὧν ἐπεζήτεις ἐξ ἀρχῆς συνελαύνων. ἐπεὶ δὲ ἐκ παρόδου θεωρὸς γενέσθαι βεβούλησαι, σὺ μὲν Ἀττικὸς

p.78
ὢν κἀκ τούτων οὐ λέληθας, ἐγὼ δέ σοι τὴν πομπήν, ὀνομαστὴν ἐν ὀλίγαις γενομένην αὐτῆς τε ἕνεκεν καὶ τῶν ἐξ αὐτῆς ἀποβάντων, ἐπιτεμὼν διαθήσομαι.

ἡγεῖτο μὲν ἑκατόμβη τῶν τελουμένων, ἀνδρῶν ἀγροικοτέρων βίον τε καὶ στολὴν ἐφελκομένων. τὸ μὲν ζῶσμα ἑκάστῳ χιτῶνα λευκὸν εἰς ἀγκύλην ἀνέστελλε, χεὶρ δὲ ἡ δεξιὰ σὺν ὤμῳ καὶ μαζῷ παραγυμνουμένη πέλεκυν δίστομον ἐπεκράδαινεν. οἱ βόες μέλανες πάντες, τὸν αὐχένα σφριγῶντες καὶ πρὸς κύρτωμα μέτριον ἐγείροντες, τὸ κέρας ἀπέριττον καὶ ἀδιάστροφον ὀξύνοντες, ὃ μὲν ἐπίχρυσον ὃ δὲ ἀνθεινοῖς στεφάνοις διάπλοκον, σιμοὶ τὴν κνήμην, καὶ βαθεῖαν τὴν φάρυγγα τοῖς γόνασιν ἐπαιωροῦντες. ὁ δὲ ἀριθμὸς ἀκριβῶς ἑκατόμβη, καὶ εἰς ἀλήθειαν τὸ ὄνομα πληροῦντες. ἐπηκολούθει τούτοις ἄλλων ἱερείων διάφορον πλῆθος, ἑκάστου ζώου γένος ἰδίᾳ καὶ εἰς κόσμον ἀγόμενον, αὐλοῦ καὶ σύριγγος τελεστικόν τι μέλος καὶ καταγγελτικὸν τῆς θυσίας ὑπηχούντων.

ταύτας τὰς ἀγέλας καὶ τοὺς ἄνδρας τοὺς βοηλάτας κόραι Θετταλικαὶ διεδέχοντο καλλίζωνοί τινες καὶ βαθύζωνοι καὶ τὴν κόμην ἄνετοι. διῄρηντο δὲ εἰς δύο χορούς: καὶ αἳ μὲν ἔφερον καλαθίσκους, ὁ πρῶτος χορός, ἀνθέων τε καὶ ὡραίων πλήρεις, αἳ δὲ κανᾶ πεμμάτων τε καὶ θυμιαμάτων κανηφοροῦσαι τὸν τόπον εὐωδίᾳ κατέπνεον. ἠσχόλουν δὲ οὐδὲν εἰς ταῦτα τὰς χεῖρας, ἀλλ̓ ὑπὲρ τῆς κεφαλῆς ἀχθοφοροῦσαι πρὸς χορὸν στιχήρη καὶ ἐγκάρσιον ἀλλήλων εἴχοντο, ὡς ἂν βαδίζειν τε ἅμα καὶ χορεύειν αὐταῖς ἐγγίνοιτο. τοῦ δὲ μέλους αὐταῖς τὸ ἐνδόσιμον ὁ ἕτερος χορὸς ὑπεσήμαινεν: οὗτος γὰρ τὸν ὅλον ἐπετέτραπτο μελῳδεῖν ὕμνον. ὁ δὲ ὕμνος ἦν, ἡ Θέτις ἐπῃνεῖτο καὶ ὁ Πηλεύς, κἀπὶ τούτοις

p.79
ὁ ἐκείνων παῖς, καὶ ὁ τούτου πάλιν. μετὰ τούτους, ὦ Κνήμων, —

τί Κνήμων; ἔφη ὁ Κνήμων. πάλιν γάρ με τῶν ἡδίστων ἀποστερεῖς, ὦ πάτερ, αὐτόν μοι τὸν ὕμνον οὐ διερχόμενος, ὥσπερ θεατήν με μόνον τῶν κατὰ τὴν πομπήν, ἀλλ̓ οὐχὶ καὶ ἀκροατὴν καθίσας.

ἀκούοις ἄν, ἔφη ὁ Καλάσιρις, ἐπειδήπερ οὕτω σοι φίλον: εἶχε γὰρ ὧδέ πως ἡ ᾠδή.

τἀν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν, Νηρέος ἀθανάταν εἰναλίοιο κόραν, τὰν Διὸς ἐννεσίῃ Πήλεϊ γημαμέναν, τὰν ἁλὸς ἀγλαΐαν, ἁμετέραν Παφίην: ἣ τὸν δουριμανῆ τόνδ̓ Ἄρεα πτολέμων, Ἑλλάδος ἀστεροπάν, ἐξέτεκεν λαγόνων, δῖον Ἀχιλλῆα, τοῦ κλέος οὐράνιον, τῷ ὑπὸ Πύρρα τέκεν παῖδα Νεοπτόλεμον, περσέπολιν Τρώων, ῥυσίπολιν Δαναῶν. ἱλήκοις ἥρως ἄμμι Νεοπτόλεμε ὄλβιε, Πυθιάδι νῦν χθονὶ κευθόμενε, δέχνυσο δ̓ εὐμενέων τάνδε θυηπολίην, πᾶν δ̓ ἀπέρυκε δέος ἁμετέρας πόλιος. τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν.

ὁ μὲν οὖν ὕμνος ὦ Κνήμων τῇδέ πῃ συνέκειτο, καθ̓ ὅσον ἔχω διαμνημονεύειν: τοσοῦτον δέ τι ἐμμελείας περιῆν τοῖς χοροῖς, καὶ οὕτω συμβαίνων ὁ κρότος τοῦ βήματος πρὸς τὸ μέλος ἐρρυθμίζετο, ὡς τὸν ὀφθαλμὸν τῶν ὁρωμένων ὑπερφρονεῖν ὑπὸ τῆς ἀκοῆς ἀναπείθεσθαι, καὶ συμπαρέπεσθαι μεταβαινούσαις ἀεὶ ταῖς παρθένοις τοὺς παρόντας ὥσπερ ὑπὸ τῆς κατὰ τὴν ᾠδὴν ἠχοῦς ἐφελκομένους, ἕως κατόπιν ἐφήβων ἱππικὸν καὶ ὁ τούτων ἵππαρχος ἐκλάμψας ἀκοῆς κρείττονα πάσης τὴν τῶν καλῶν θέαν ἀπέδειξεν. ὁ μὲν οὖν ἀριθμὸς τοὺς ἐφήβους εἰς πεντήκοντα συνέταττεν, ἐμέριζε δὲ πέντε καὶ εἴκοσιν ἑκατέρωθεν, μεσεύοντα τὸν ἀρχιθέωρον

p.80
δορυφοροῦντας. κρηπὶς μὲν αὐτοῖς ἱμάντι φοινικῷ διάπλοκος ὑπὲρ ἀστράγαλον ἐσφίγγετο, χλαμὺς δὲ λευκὴ περόνῃ χρυσῇ πρὸς τοῖς στέρνοις ἐσφήκωτο, τὴν εἰς ἄκρον πέζαν κυανῇ τῇ βαφῇ κεκυκλωμένη. ἡ δὲ ἵππος Θετταλικὴ μὲν πᾶσα, καὶ τῶν ἐκεῖθεν πεδίων τὸ ἐλεύθερον βλέπουσα ʽτὸν γὰρ χαλινὸν ὅσα μὲν δεσπότην ἠρνεῖτο, διαπτύουσα καὶ θαμὰ προσαφρίζουσα, ὡς δὲ τὸν νοῦν ὑφηγούμενον τοῦ ἀναβάτου φέρειν ἠνείχετὀ, φαλάροις δὲ καὶ προμετωπιδίοις ἀργυροῖς καὶ ἐπιχρύσοις ἐξησκημένη, καθάπερ ἀγώνισμα τῶν ἐφήβων τοῦτο πεποιημένων. ἀλλὰ τούτους ὦ Κνήμων τοιούτους ὄντας οὕτως ὑπερεῖδε καὶ παρέδραμεν ἡ τῶν παρόντων ὄψις, καὶ πρὸς τὸν ἵππαρχον ʽἦν δὲ τὸ μέλημα τὸ ἐμὸν Θεαγένησ̓ ἅπας ἐπέστρεψεν, ὥστε ἔδοξας ἂν ὑπ̓ ἀστραπῆς τὸ φαινόμενον πρότερον ἅπαν ἠμαυρῶσθαι: τοσοῦτον ἡμᾶς ὀφθεὶς κατέλαμψεν, ἱππεὺς μὲν καὶ αὐτὸς καὶ ὁπλίτης τυγχάνων, καὶ δόρυ μελίαν χαλκόστομον ἐπισείων, τὸ δὲ κράνος οὐχ ὑπελθὼν ἀλλ̓ ἀπὸ γυμνῆς τῆς κεφαλῆς πομπεύων, φοινικοβαφῆ χλαμύδα καθειμένος, ἧς τὰ μὲν ἄλλα χρυσὸς ἐποίκιλλε, τοὺς Λαπίθας ἐπὶ τοὺς Κενταύρους ὁπλίζων, ἡ περόνη δὲ Ἀθηνᾶν ἠλεκτρίνην ἔστεφε, τὴν Γοργοῦς κεφαλὴν εἰς θώρακα προασπίζουσαν. προσέβαλλε δέ τι χάριτος τοῖς γινομένοις καὶ ἀνέμου λιγεῖα ῥιπή: μείλιχον γὰρ ἐπέπνει, τὴν μὲν κόμην ἠρέμα κατὰ τοῦ αὐχένος διαξαίνουσα καὶ τοῦ μετώπου τοὺς βοστρύχους παραστέλλουσα, τῆς δὲ χλαμύδος τὰς ἄκρας τοῖς νώτοις τοῦ ἵππου καὶ μηροῖς ἐπιβάλλουσα. εἶπες ἂν καὶ τὸν ἵππον αὐτὸν συνιέναι τῆς ὡραιότητος τοῦ δεσπότου, καὶ ὡς καλὸν κάλλιστον φέρειν τὸν ἡνίοχον αἰσθάνεσθαι: οὕτω τὸν αὐχένα κυμαίνων, καὶ εἰς ὀρθὸν οὖς τὴν κεφαλὴν ἐγείρων, καὶ σοβαρὰν τὴν ὀφρὺν κατὰ τῶν ὀφθαλμῶν
p.81
ἐπιδινεύων, ἔφερέ τε καὶ ἐφέρετο γαυρούμενος, εὐήνιά τε προποδίζων, καὶ ἐφ̓ ἑκάτερον ὦμον ἑαυτὸν ἐν μέρει ταλαντεύων, ἄκραν τε τὴν ὁπλὴν τῇ γῇ λεπτὸν ἐπικροτῶν, εἰς γαληνὸν κίνημα τὸ βῆμα κατερρύθμιζεν. ἐξέπληττε μὲν δὴ καὶ πάντας τὰ ὁρώμενα, καὶ τὴν νικητήριον ἀνδρείας τε καὶ κάλλους ψῆφον τῷ νεανίᾳ πάντες ἀπένεμον: ἤδη δὲ ὅσαι δημώδεις γυναῖκες καὶ τὸ τῆς ψυχῆς πάθος ἐγκρατείᾳ κρύπτειν ἀδύνατοι, μήλοις τε καὶ ἄνθεσιν ἔβαλλον, εὐμένειαν ἀπ̓ αὐτοῦ τινά, ὡς ἐδόκουν, ἐφελκόμεναι. κρίσις γαρ αὕτη μία παρὰ πᾶσιν ἐκρατύνετο, μὴ ἂν φανῆναί τι κατ̓ ἀνθρώπους ὃ τὸ Θεαγένους ὑπερβάλλοιτο κάλλος.