Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ποῦ δ̓ ἂν εἴη τὰ νῦν, ἠρώτα ὁ Κνήμων, ὡς τοὔνομα τοῦ Ναυσικλέους ἐπέγνω. ἐπ̓ ἄγραν, ἔφη, πεπόρευται. τοῦ δὲ ὁποίαν πάλιν ἐρομένου, θηρίων, ἔφη, τῶν χαλεπωτάτων, οἳ καλοῦνται μὲν ἄνθρωποι καὶ βουκόλοι, λῃσταὶ δέ εἰσι τὸν βίον καὶ δυσάλωτοι παντάπασιν, ὅσα φωλεοῖς καὶ σήραγξι τῷ ἕλει χρώμενοι. ἐγκαλεῖ δὲ αὐτοῖς τίνα αἰτίαν; Ἀττικῆς, ἔφη, ἐρωμένης ἁρπαγήν, ἣν Θίσβην ἐκεῖνος ὠνόμαζε. φεῦ, εἶπεν ὁ Κνήμων, καὶ ἀθρόον ἐσιώπησεν ὥσπερ ἑαυτοῦ λαβόμενος. τοῦ δὲ πρεσβύτου τί πέπονθας ἐρομένου, πρὸς ἄλλα ὁ Κνήμων ἀπάγων, θαυμάζω, ἔφη, πῶς ἢ τίνι χειρὶ πεποιθὼς ἐνεθυμήθη τὴν ἔφοδον. καὶ ὅς, βασιλεῖ, ἔφη, ξένε, τῷ μεγάλῳ σατραπεύει τὴν Αἴγυπτον Ὀροονδάτης, οὗ κατὰ πρόσταγμα φρούραρχος Μιτράνης τήνδε κεκλήρωται τὴν κώμην. τοῦτον δὴ ὁ Ναυσικλῆς ἐπὶ χρήμασι μεγάλοις ἄγει σὺν ἵππῳ καὶ ἀσπίδι πολλῇ. χαλεπαίνει δὲ τὴν ἀφαίρεσιν τῆς Ἀττικῆς κόρης οὐχ ὡς ἐρωμένης μόνον καὶ μουσουργίαν ἀρίστης, ἀλλ̓ ὅτι αὐτὴν καὶ βασιλεῖ τῷ Αἰθιόπων ἀπάξειν ἔμελλεν, ὡς αὐτὸς ἔφασκε, γαμετῇ τῇ ἐκείνου συμπαίστριαν καὶ συνόμιλον τὰ Ἑλλήνων ἐσομένην. ὡς

p.63
οὖν μεγάλων καὶ πολλῶν τῶν ἐπ̓ αὐτῇ προσδοκωμένων χρημάτων ἐστερημένος, πᾶσαν ἐγείρει καὶ κινεῖ μηχανήν. ἐπέρρωσά τε καὶ αὐτὸς πρὸς τὴν πρᾶξιν, εἴ πῃ ἄρα καὶ τοὺς παῖδάς μοι περισώσειεν ἐνθυμούμενος. ὑπολαβὼν οὖν ὁ Κνήμων, ἅλις, ἔφη, βουκόλων καὶ σατραπῶν καὶ βασιλέων αὐτῶν: ἔλαθες γάρ με μικροῦ καὶ εἰς πέρας τῷ λόγῳ διαβιβάζων, ἐπεισόδιον δὴ τοῦτο, οὐδέν φασι πρὸς τὸν Διόνυσον, ἐπεισκυκλήσας: ὥστ̓ ἐπάναγε τὸν λόγον πρὸς τὴν ὑπόσχεσιν. εὕρηκα γάρ σε κατὰ τὸν Πρωτέα τὸν Φάριον, οὐ κατ̓ αὐτὸν τρεπόμενον εἰς ψευδομένην καὶ ῥέουσαν ὄψιν, ἀλλά με παραφέρειν πειρώμενον. μανθάνοις ἄν, ἔφη ὁ πρεσβύτης. διηγήσομαι δέ σοι τὰ ἐμαυτοῦ πρότερον ἐπιτεμών, οὐ σοφιστεύων, ὡς αὐτὸς οἴει, τὴν ἀφήγησιν, ἀλλ̓ εὔτακτόν σοι καὶ προσεχῆ τῶν ἑξῆς παρασκευάζων τὴν ἀκρόασιν.

ἐμοὶ πόλις Μέμφις, πατὴρ δὲ...καὶ ὄνομα Καλάσιρις, βίος δὲ νῦν νῦν μὲν ἀλήτης, πρότερον δὲ οὐ πάλαι προφήτης. ἐγένετό μοι καὶ γυνὴ νόμῳ τῆς πόλεως, καὶ ἀπεγένετο θεσμῷ τῆς φύσεως. ταύτης εἰς. τὴν ἑτέραν λῆξιν ἀναλυθείσης χρόνον μέν τινα διῆγον ἀπαθὴς κακῶν, ἐπὶ παισὶ δύο τοῖς ἐξ αὐτῆς ἁβρυνόμενος: οὐ πολλοῖς δὲ ὕστερον ἔτεσιν οὐρανίων φωστήρων εἱμαρμένη περίοδος τρέπει τὰ καθ̓ ἡμᾶς, καὶ ὄμμα Κρόνιον εἰς τὸν οἶκον ἐνέσκηψε, τὴν ἐπὶ τὸ χεῖρον ἐπάγον μεταβολήν, ἣν ἐμοὶ σοφία μὲν προέφηνε, διαδρᾶναι δὲ οὐκ ἔδωκε. τοὺς γὰρ μοιρῶν ἀτρέπτους ὅρους προϊδεῖν μὲν δυνατόν, ἐκφεύγειν δὲ οὐκ ἐφικτόν. κέρδος δὲ ὡς ἐν τοῖς τοιούτοις ἡ πρόγνωσις, ἀμβλύνουσα τοῦ δεινοῦ τὸ φλεγμαῖνον. συμφορᾶς γὰρ ὦ παῖ τὸ μὲν ἀπροσδόκητον ἀφόρητον, τὸ δὲ προεγνωσμένον οἰστότερον:

p.64
τὸ μὲν γὰρ ἡ διάνοια φόβῳ προληφθεῖσα κατέπτηξε, τὸ δὲ ἡ συνήθεια τῷ λογισμῷ διῄτησε.

γίνεται δὲ περὶ ἐμὲ τοιόνδε. γύναιον Θρᾳκικὸν τὴν ὥραν ἀκμαῖον καὶ τὸ κάλλος δεύτερον̔??ʼμετὰ Χαρίκλειαν ἔχουσα, ὄνομα Ῥοδῶπις, οὐκ οἶδ̓ ὁπόθεν ἢ ὅπως κακῇ μοίρᾳ τῶν ἐγνωκότων ὁρμηθέν, ἐπεπόλαζε τὴν Αἴγυπτον, καὶ ἤδη καὶ εἰς τὴν Μέμφιν ἐκώμαζε, πολλῇ μὲν θεραπείᾳ πολλῷ δὲ πλούτῳ δορυφορουμένη, πᾶσι δ̓ ἀφροδισίοις θηράτροις ἐξησκημένη. οὐ γὰρ ἦν ἐντυχόντα μὴ ἡλωκέναι: οὕτως ἄφυκτόν τινα καὶ ἀπρόσμαχον ἑταιρίας σαγήνην ἐκ τῶν ὀφθαλμῶν ἐπεσύρετο. ἐφοίτα δὴ θαμὰ καὶ εἰς τὸν νεὼν τῆς Ἴσιδος, ἧς προεφήτευον, καὶ τὴν θεὸν συνεχῶς ἐθεράπευε θυσίαις τε καὶ ἀναθήμασι πολυταλάντοις. αἰσχύνομαι λέγειν, ἀλλ̓ εἰρήσεται: γίνεται δὴ κἀμοῦ κρείττων ὀφθεῖσα πολλάκις. ἐνίκα τὴν διὰ βίου μοι μελετηθεῖσαν ἐγκράτειαν, ἐπὶ πολύ τε τοῖς σώματος ὀφθαλμοῖς τοὺς τῆς ψυχῆς ἀντιστήσας, ἀπῆλθον τὸ τελευταῖον ἡττηθεὶς καὶ πάθος ἐρωτικὸν ἐπιφορτισάμενος. ἀρχὴν δὴ τῶν ἐσομένων καὶ προαγορευθέντων μοι πρὸς τοῦ θείου δυσχερῶν τὴν γυναῖκα φωράσας, καὶ συνεὶς ὡς τῶν πεπρωμένων ἐστὶν ὑπόκρισις καὶ ὡς ὁ τότε εἰληχὼς δαίμων οἱονεὶ προσωπεῖον αὐτὴν ὑπῆλθε, τὴν μὲν ἐκ παίδων μοι σύντροφον ἱερωσύνην ἔγνων μὴ καταισχῦναι, καὶ ἀντέσχον μηδὲ ἱερὰ καὶ τεμένη θεῶν βεβηλῶσαι: τῶν δὲ ἡμαρτημένων οὐκ ἔργῳ ʽμὴ γένοιτὀ ἀλλ̓ ἐφέσει μόνῃ τὴν ἁρμόζουσαν ἐπιβαλὼν ζημίαν, δικαστὴν ἐμαυτῷ τὸν λογισμὸν ἀναδείξας, φυγῇ κολάζω τὴν ἐπιθυμίαν, καὶ τῆς ἐνεγκούσης ὁ βαρυδαίμων ἐξῄειν, ὁμοῦ μὲν εἴκων ταῖς μοιρῶν ἀνάγκαις καὶ πράττειν ὅ τι καὶ βούλοιντο τὰ καθ̓ ἡμᾶς ἐπιτρέπων, ὁμοῦ δὲ τὴν ἀποτρόπαιον Ῥοδῶπιν ἀποφεύγων: ἐδεδίειν γάρ, ὦ ξένε, μὴ

p.65
τοῦ τότε ἐπικρατοῦντος ἀστέρος ἐπιβρίσαντος καὶ πρὸς τὸ αἰσχρότερον τῶν ἔργων ἐκνικηθείην. ὃ δέ με πρὸ πάντων καὶ ἐπὶ πᾶσιν ἐξήλαυνεν, οἱ παῖδες ἦσαν, οὓς ἡ ἄρρητός μοι πολλάκις ἐκ θεῶν σοφία ξιφήρεις ἀλλήλοις συμπεσεῖσθαι προηγόρευε. περιγράφων οὖν τῶν ὀφθαλμῶν τὴν οὕτως ἀπηνῆ θέαν, ἣν ἐκτραπήσεσθαι καὶ τὸν ἥλιον εἰκάζω νέφος τῆς ἀκτῖνος προκαλυψάμενον, καὶ πατρῴαις ὄψεσι τὸν παίδων φόνον ἀθέατον χαριζόμενος, ἐξῴκιζον ἐμαυτὸν γῆς τε καὶ οἰκίας πατρῴας, τὴν μὲν ὁρμὴν οὐδενὶ φράσας, πρόφασιν δέ, ὡς εἰς Θήβας τὰς μεγάλας ἀνακομίζομαι, ποιησάμενος, ὡς ἂν θάτερον τῶν παίδων τὸν πρεσβύτερον θεασαίμην, ἐκεῖ παρὰ τῷ μητροπάτορι τότε διάγοντα. Θύαμις ἦν ὄνομα αὐτῷ, ὦ ξένε.

συνεστάλη πάλιν ὁ Κνήμων ὥσπερ τῷ ὀνόματι τοῦ Θυάμιδος βληθεὶς τὴν ἀκοήν. καὶ ὃ μὲν ἐκαρτέρησε σιωπῆσαι τῶν ἑξῆς ἕνεκεν, ὃ δὲ ἐπέραινε τὸν λόγον ὧδε.

παραλείπω τὴν ἐν μέσῳ πλάνην, ὦ νεανία: συντελεῖ γὰρ οὐδὲν εἰς τὴν παρὰ σοῦ ζήτησιν:

πυνθανόμενος δὲ εἶναί τινα Δελφοὺς Ἑλληνίδα πόλιν, ἱερὰν μὲν Ἀπόλλωνος, θεῶν δὲ τῶν ἄλλων τέμενος, ἀνδρῶν δὲ σοφῶν ἐργαστήριον, θορύβου δὲ δημώδους ἐκτὸς ἀνῳκισμένην, ἔστελλον εἰς ταύτην ἐμαυτόν, ἁρμόδιον τῷ προφητικῷ καταγώγιον τὴν ἱεροῖς καὶ τελεταῖς ἀνακειμένην ὁριζόμενος, διά τε τοῦ Κρισσαίου κόλπου τῇ Κίρρᾳ προσορμισθεὶς ἐκ νεὼς ἐπὶ τὴν πόλιν ἀνέθεον. ἐπεὶ δὲ ἐπέστην, ὀμφή με ὡς ἀληθῶς θεία προσέβαλεν αὐτόθεν, καὶ τά τε ἄλλα ἡ πόλις διαίτημα κρειττόνων ἔδοξε, καὶ οὐχ ἥκιστα τῇ φύσει τῆς περιοχῆς: οἷον γὰρ φρούριον ἀτεχνῶς καὶ αὐτοσχέδιος ἀκρόπολις ὁ Παρνασσὸς ἀπαιωρεῖται, πρὸ ποδῶν λαγόσι τὴν πόλιν ἐγκολπισάμενος.

p.66

ἄριστα, ἔφη, λέγεις, ὁ Κνήμων, καὶ ὡς ἄν τις ἐπιπνοίας ὡς ἀληθῶς Πυθικῆς ἐπῃσθημένος. τῇδε γάρ πῃ καὶ ὁ πατήρ μοι θέσεως ἔχειν τοὺς Δελφοὺς ἔφραζεν, ὅτε αὐτὸν ἱερομνήμονα ἡ πόλις Ἀθηναίων ἔστειλεν. Ἀθηναῖος ἄρα ἦσθα ὦ παῖ; ναὶ ἔφη. ὄνομα δὲ τίς; Κνήμων, ἀπεκρίνατο. τύχῃ τίνι κεχρημένος; εἰσαῦθις, ἔφη, ἀκούσῃ: νῦν δὲ ἔχου τῶν ἑξῆς.

ἕξομαι, ἔφη, καὶ ἐπανῄειν πρὸς τὴν πόλιν. ἐπαινέσας οὖν τῶν τε δρόμων καὶ ἀγορῶν καὶ κρηνῶν τὸ ἄστυ, καὶ Κασταλίαν αὐτήν, ἣν δὴ καὶ περιρραντήριον ἐποιησάμην, ἐπὶ τὸν νεὼν ἔσπευδον: καὶ γάρ με καὶ θροῦς τῶν πολλῶν ἀνεπτέρωσεν, ὥραν εἶναι κινεῖσθαι τὴν θεοπρόπον λέγοντες. ἐπεὶ δὲ εἰσελθὼν προσεκύνουν καί τι καὶ κατ̓ ἐμαυτὸν ηὐχόμην, ἀνεφθέγξατο ἡ Πυθία τοιάδε.

ἴχνος ἀειράμενος ἀπ̓ ἐυστάχυος παρὰ Νείλου, φεύγεις μοιράων νήματ̓ ἐρισθενέων. τέτλαθι: σοὶ γὰρ ἐγὼ κυαναύλακος Αἰγύπτοιο αἶψα πέδον δώσω. νῦν δ̓ ἐμὸς ἔσσο φίλος.

ταῦτα ὡς ἐθέσπισεν, ἐγὼ μὲν ἐμαυτὸν ἐπὶ πρόσωπον τοῖς βωμοῖς ἐπιβαλὼν ἵλεων εἶναι τὰ πάντα ἱκέτευον, ὁ δὲ πολὺς τῶν περιεστώτων ὅμιλος ἀνευφήμησαν τὸν θεὸν τῆς ἐπ̓ ἐμοὶ παρὰ τὴν πρώτην ἔντευξιν προφητείας, ἐμὲ δὲ ἐμακάριζον καὶ περιεῖπον τὸ ἐντεῦθεν παντοίως, φίλον ἥκειν με τῷ θεῷ μετὰ Λυκοῦργόν τινα Σπαρτιάτην λέγοντες. καὶ ἐνοικεῖν τε βουλόμενον τῷ τεμένει τοῦ νεὼ συνεχώρουν, καὶ σιτηρέσιον ἐκ τοῦ δημοσίου παρέχειν ἐψηφίσαντο, καὶ συνελόντι λέγειν ἀγαθῶν ἀπέλιπεν οὐδέν. ἢ γὰρ πρὸς ἱεροῖς ἦν, ἦν, ἢ πρὸς θυσίαις ἐξηταζόμην, ἃς πολλὰς καὶ παντοίας ἀνὰ πᾶσαν ἡμέραν ξένος τε καὶ ἐγχώριος λεὼς τῷ θεῷ χαριζόμενοι δρῶσιν, ἢ φιλοσοφοῦσι διελεγόμην.

p.67
οὐκ ὀλίγος δὲ ὁ τοιοῦτος βίος συρρεῖ περὶ τὸν νεὼν τοῦ Πυθίου, καὶ μουσεῖόν ἐστιν ἀτεχνῶς ἡ πόλις ὑπὸ μουσηγέτῃ θεῷ φοιβαζομένη.

τὸν μὲν δὴ πρότερον χρόνον ἄλλοτε περὶ ἄλλων ἡμῖν αἱ ζητήσεις ἀνεκινοῦντο, καὶ ὃ μέν τις ὅπως τοὺς ἐγχωρίους οἱ Αἰγύπτιοι σέβομεν θεοὺς ἀνηρώτα, ὃ δέ, δἰ ἣν αἰτίαν ἄλλα παῤ ἄλλοις τῶν ζώων ἐκθειάζεται, καὶ τίς ὁ περὶ ἑκάστου λόγος, ἐπυνθάνετο. ἄλλος πυραμίδων κατασκευήν, ἕτερος συρίγγων πλάνην. καὶ συνελόντι τῶν κατ̓. Αἴγυπτον ἓν οὐδὲν ἀπελίμπανον ἱστοροῦντες: Αἰγύπτιον γὰρ ἄκουσμα καὶ διήγημα πᾶν Ἑλληνικῆς ἀκοῆς ἐπαγωγότατον.

τέλος δέ ποτε καὶ περὶ τοῦ Νείλου, καὶ τίνες μὲν αὐτῷ αἱ πηγαί, τίς δὲ ἡ παρὰ τοὺς ἄλλους ποταμοὺς ἰδιάζουσα φύσις, καὶ ὁπόθεν τὴν θερινὴν ὥραν μόνος τῶν πάντων πλημυρεῖ, πεῦσίν τις ἐμοὶ προσῆγε τῶν ἀστειοτέρων. ἐμοῦ δὲ ἅπερ ἐγίνωσκον εἰπόντος, καὶ ὅσα περὶ τοῦ ποταμοῦ τούτου βίβλοις ἱεραῖς ἀναγεγραμμένα μόνοις τοῖς προφητικοῖς καὶ γινώσκειν καὶ ἀναγινώσκειν ἔξεστι, καὶ διελθόντος ὡς τὰς μὲν ἀρχὰς ἐκ τῶν ἄκρων μὲν τῆς Αἰθιοπίας ἐσχάτων δὲ τῆς Λιβύης λαμβάνει, καθ̓ ὃ μέρος τὸ κλίμα τὸ ἀνατολικὸν ἀπολῆγον ἀρχὴν τῇ μεσημβρίᾳ δίδωσιν, αὔξεται δὲ κατὰ τὴν θερινὴν ὥραν οὐχ ὥς τινες ᾠήθησαν, πρὸς τῶν ἐτησίων ἀντικρὺ πνεόντων ἀνακοπτόμενος, ἀλλ̓ αὐτῶν δὴ τούτων τῶν ἀνέμων κατὰ τροπὴν τὴν θερινὴν ἀπὸ τῶν ἀρκτῴων ἐπὶ τὴν μεσημβρίαν πᾶν νέφος ἐλαυνόντων τε καὶ ὠθούντων, ἕως ἐπὶ τὴν διακεκαυμένην ζώνην συναράξωσι, καθ̓ ἣν τῆς πρόσω φορᾶς ἀνακόπτονται, δἰ ὑπερβολὴν τοῦ περὶ τὰ μέρη πυρώδους πάσης τῆς πρότερον καὶ κατὰ μικρὸν ἀθροισθείσης καὶ παχυνθείσης νοτίδος ἐξατμιζομένης. κἀκ τούτου λάβρων ὑετῶν ῥηγνυμένων ὀργᾷ τε ὁ Νεῖλος

p.68
καὶ ποταμὸς εἶναι οὐκ ἀνέχεται, ἀλλὰ κατεξανίσταται τῆς ὄχθης, καὶ θαλασσώσας τὴν Αἴγυπτον τῇ παρόδῳ γεωργεῖ τὰς ἀρούρας. διὸ πιεῖν τέ ἐστι γλυκύτατος ἅτε ἐξ ὄμβρων οὐρανίων χορηγούμενος, καὶ θιγεῖν προσηνέστατος, οὐκέτι μὲν θερμὸς ὡς ὅθεν ἤρξατο, ἔτι δὲ χλιαρὸς ὡς ἐκεῖθεν ἀρξάμενος. δἰ ἣν αἰτίαν καὶ μόνος ποταμῶν αὔρας οὐκ ἀναδίδωσι, πάντως ἄν, ὡς τὸ εἰκός, ἀναδούς, εἰ, καθώς τινες ἐβουλήθησαν, ὡς πυνθάνομαι, τῶν παῤ Ἕλλησιν εὐδοκίμων, χιόνος τηκομένης τὸ πλήρωμα ἐλάμβανε.

ταῦτά μου καὶ τὰ τοιαῦτα διεξιόντος, ὁ ἱερεὺς τοῦ Πυθίου γνώριμος ἐμοὶ γεγονὼς ἐς τὰ μάλιστα ʽΧαρικλῆς ὄνομα ἦν αὐτᾦ, θαυμασίως, ἔφη, λέγεις, καὶ ταύτῃ τῇ γνώμῃ τίθεμαι καὶ αὐτός, οὕτω καὶ παρὰ τῶν ἐν Καταδούποις ἱερέων τοῦ Νείλου πυθόμενος. κἀγὼ πρὸς αὐτόν, ὦ Χαρίκλεις, ἔφην, ἦλθες γὰρ κἀκεῖσε; ἦλθον, εἶπεν, ὦ σοφὲ Καλάσιρι. τί δέ σε χρέος ἤγαγε; πάλιν ἠρώτων. ὃ δέ, δυσπραξία τῶν κατὰ τὴν οἰκίαν, ἀπεκρίνατο, ἣ δή μοι καὶ εὐπραξίας αἰτία γέγονεν. ἐμοῦ δὲ τὸ παράδοξον θαυμάσαντος, οὐ θαυμάσῃ, ἔφη, τὸ πρᾶγμα, ὡς γέγονεν εἰ πύθοιο. πεύσῃ δὲ ὅταν σοι βουλομένῳ γένηται. οὐκοῦν ὥρα σοι λέγειν, ἦν δ̓ ἐγώ: νῦν γὰρ βούλομαι. μάνθανε, εἶπεν ὁ Χαρικλῆς τοὺς πολλοὺς μεταστησάμενος: καὶ γάρ σε καὶ διά τι χρήσιμον ἐμὸν ἀκροατὴν γενέσθαι τῶν συμβεβηκότων πάλαι ἐβουλόμην.

ἐμοὶ γήμαντι παιδία οὐκ ἐγίνετο. ὀψὲ δέ ποτε καὶ βραδὺ τῆς ἡλικίας, πολλὰ τὸν θεὸν ἱκετεύων θυγατρίου πατὴρ ἀνηγορεύθην, οὐκ ἐπ̓ αἰσίοις ἔσεσθαί μοι ταύτην τοῦ θεοῦ προαγορεύσαντος. ἦλθε καὶ εἰς ὥραν γάμου, καὶ ἐξεδόμην τῶν μνηστευομένων ʽπολλοὶ δὲ ἦσαν̓ τῷ παῤ ἐμοὶ κριθέντι καλλίστῳ. καὶ καθ̓ ἣν

p.69
νύκτα συγκατεκλείσθη τῷ γήμαντι, κατ̓ αὐτὴν ἡ δυστυχὴς ἐτελεύτα, σκηπτοῦ τινὸς ἢ χειροποιήτου πυρὸς τοῖς θαλάμοις ἐμπεσόντος. καὶ τὸν ὑμέναιον ᾀδόμενον ἔτι διεδέχετο θρῆνος, καὶ ἀπὸ τῶν παστάδων ἐπὶ τὸ μνῆμα παρεπέμπετο: καὶ δᾷδες αἱ τὸ γαμήλιον ἐκλάμψασαι φῶς, αὗται καὶ τὴν ἐπικήδειον πυρκαϊὰν ἐξῆπτον. ἐπετραγῴδει τούτῳ τῷ δράματι καὶ ἕτερον πάθος ὁ δαίμων, καὶ τὴν μητέρα μοι τῆς παιδὸς ἀφαιρεῖται τοῖς θρήνοις ἐγκαρτερήσασαν. τὸ δὲ θεήλατον τοῦ κακοῦ μὴ φέρων, ἐμαυτὸν μὲν οὐκ ἐξάγω τοῦ βίου, τοῖς θεολογοῦσιν ὡς ἀθέμιτον τὸ πρᾶγμα πειθόμενος, ὑπεξάγω δὲ τῆς ἐνεγκούσης καὶ τὴν ἐρημίαν τῆς οἰκίας ἀποδιδράσκω: μέγα γάρ τι εἰς λήθην κακῶν ἡ δἰ ὀφθαλμῶν τῆς ψυχῆς ὑπόμνησις ἀμαυρουμένη. καὶ πολλοῖς ἐμπλανηθεὶς τόποις, ἦλθον δὴ καὶ εἰς τὴν σὴν Αἴγυπτον καὶ Καταδούπους αὐτούς, καθ̓ ἱστορίαν τῶν καταρρακτῶν τοῦ Νείλου.

τῆς μὲν οὖν ἐκεῖσε ἀφίξεως ἔχεις τὸν ἀπολογισμόν, ὦ φίλος: ἣν δέ σε βούλομαι παρενθήκην γνῶναι τοῦ διηγήματος, μᾶλλον δέ, ἀληθέστερον εἰπεῖν, αὐτὸ δὴ τὸ κεφάλαιον, ἀλύοντί μοι κατὰ τὴν πόλιν καὶ διατιθεμένῳ τὴν σχολὴν καί τινα τῶν παῤ Ἕλλησι σπανίων ὠνουμένῳ ʽἤδη γάρ μοι τῆς λίαν ἀλγηδόνος τῷ χρόνῳ πεττομένης ἡ πρὸς τὴν ἐνεγκοῦσαν ἐπάνοδος ἐσπουδάζετὀ ἀνήρ τις πρόσεισι, τὰ μὲν ἄλλα σεμνὸς ἰδεῖν καὶ ἀγχίνοιαν ἀπὸ τοῦ βλέμματος ἐμφανίζων, ἄρτι μὲν τὸν ἔφηβον παραλλάξας, τὴν χροιὰν δὲ ἀκριβῶς μέλας. καί με ἠσπάζετο, καί τι βούλεσθαι ἰδίᾳ φράζειν ἔλεγεν, ἑλληνίζων οὐ βεβαίως. ἐμοῦ δὲ ἑτοίμως ὑπακούσαντος, εἴς τινα νεὼν παρακείμενον εἰσαγαγών, φύλλα τινά σε καὶ ῥίζας, ἔφη, τῶν Ἰνδικῶν καὶ Αἰθιοπικῶν καὶ Αἰγυπτίων ὠνούμενον ἑώρακα. εἰ δὴ οὖν ἀκραιφνῆ ταῦτα

p.70
καὶ δόλον παντὸς ἐκτὸς ὠνεῖσθαι βουληθείης, ἕτοιμος παρέχειν. βούλομαι, ἔφην, καὶ δείκνυε. ὃ δέ, ὄψει μέν, εἶπεν, ὅπως δὲ μὴ μικρολόγος ἔσῃ περὶ τὴν ἀγοράν. σαυτὸν παρεγγύα, ἔφην, μὴ βαρύτιμον εἶναι περὶ τὴν διάπρασιν. καὶ ὃς ὑπὸ μάλης τι βαλαντίδιον ἔχων, προκομίσας ἐπεδείκνυ λίθων πολυτίμων ὑπερφυές τι χρῆμα: μαργαρίδες τε γὰρ ἐνῆσαν εἰς καρύου μικροῦ μέγεθος, εἰς κύκλον τε ἀκριβῶς ἀπαρτιζόμεναι καὶ λευκότητι πλεῖστον ἀγλαιζόμεναι, σμάραγδοί τε καὶ ὑάκινθοι, αἳ μὲν οἷα λήιον ἠρινὸν χλοάζουσαι, ἐλαιώδους αὐτάς τινος λειότητος ὑπαυγαζούσης, αἳ δὲ ἀπεμιμοῦντο χροιὰν ἀκτῆς θαλαττίας ὑπ̓ ἀγχιβαθεῖ σκοπέλῳ μικρὸν ὑποφριττούσης καὶ τὸ ὑποκείμενον ἰαζούσης: καὶ ἁπλῶς συμμιγής τις ἦν πάντων καὶ ποικίλη μαρμαρυγή, τὸν ὀφθαλμὸν εὐφραίνουσα. ἅπερ ὡς εἶδον, ἄλλους, ἔφην, ὥρα σοι ξένε τῶνδε ἐπιζητεῖν ὠνητάς, ὡς ἔγωγε καὶ ἡ κατ̓ ἐμὲ περιουσία σχολῇ γοῦν, εἰ καὶ ἑνὸς εἴη τῶν ὁρωμένων ἰσοστάσιος. ἀλλ̓ εἰ καὶ μὴ πρίασθαι δυνατός, εἶπε, δῶρόν γε λαμβάνειν οὐκ ἀδύνατος. ἐγὼ μὲν οὐκ ἀνίκανος, ἔφην, δῶρόν γε λαμβάνειν: σὺ δ̓ οὐκ οἶδ̓ ὅ τι βουλόμενος παίζεις ἡμᾶς. οὐ παίζω, εἶπεν, ἀλλὰ καὶ σφόδρα σπουδάζω, καὶ ἐπόμνυμί γε τὸν ἱδρυμένον ἐνθάδε θεὸν ἅπαντα δώσειν, εἰ πρὸς τούτοις καὶ ἕτερον δῶρον ὑποδέξασθαι βουληθείης, πολὺ τούτων ἐριτιμότερον. ἐγέλων πρὸς ταῦτα. τοῦ δὲ τὴν αἰτίαν πυνθανομένου, ὅτι γελοῖον, ἔφην, εἶ τηλικαῦτα δῶρα καθυπισχνούμενος προσέτι καὶ μισθὸν ἐπαγγέλλῃ πολὺ τῶν δώρων αὐτῶν ὑπερφέροντα. πίστευε, εἶπεν: ἀλλ̓ ἐπόμνυε καὶ αὐτὸς ἦ μὴν ἄριστα χρήσασθαι τῷ δώρῳ, καὶ ὡς ἂν αὐτὸς ὑφηγήσωμαι. ἐθαύμαζον μὲν ἀπορῶν, ἐπώμνυον δὲ τηλικαῦτα ἐλπίζων. ἐπειδὴ δέ μοι ὀμώμοστο ὡς ἐκεῖνος ἐπέσκηπτεν,
p.71
ἄγει με παῤ αὑτόν, καὶ δείκνυσι κόρην, ἀμήχανόν τι καὶ δαιμόνιον κάλλος, ἣν αὐτὸς μὲν ἑπταετῆ γεγονέναι ἔλεγεν, ἐμοὶ δὲ καὶ ὥρᾳ γάμου πλησιάζειν ἐῴκει: οὕτως ἄρα κάλλους ὑπερβολὴ καὶ εἰς μεγέθους ἔμφασιν φέρει προσθήκην. κἀγὼ μὲν ἀχανὴς εἱστήκειν ἀγνοίᾳ τε τῶν γινομένων καὶ ἀκορέστῳ θέᾳ τῶν ὁρωμένων,