Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ἐπεὶ δὲ οὐκ ἀνίεσαν ἀλλὰ παντοίως λέγειν ἱκέτευον, μεγίστην ἡγούμενοι παραψυχὴν τὴν τῶν ὁμοίων ἀκοήν, ἄρχεται ὁ Κνήμων ἐντεῦθεν.

p.12

ἦν μοι πατὴρ Ἀρίστιππος, το μὲν γένος Ἀθηναῖος, βουλῆς δὲ τῆς ἄνω, τὴν περιουσίαν τῶν μέσων. οὗτος, ἐπειδή μοι τὴν μητέρα τελευτῆσαι συνέβη, πρὸς δευτέρους ἀπεκλίνετο γάμους, ἐπὶ μόνῳ μοι παιδὶ σαλεύειν ἐπιμεμφόμενος, καὶ τοῖς οἴκοις ἐπεισάγει γύναιον ἀστεῖον μὲν ἀλλ̓ ἀρχέκακον, ὄνομα Δημαινέτην. ὡς γὰρ τάχιστα εἰσῆλθεν, ὅλον ὑπεποιεῖτο καὶ πράττειν ὅτι βούλοιτο ἔπειθε, τῇ τε ὥρᾳ τὸν πρεσβύτην ἐπαγομένη καὶ τἆλλα ὑπερθεραπεύουσα, δεινὴ δέ; εἴπερ τις γυναικῶν, ἐφ̓ ἑαυτὴν ἐκμῆναι, καὶ τέχνην τὴν ἐπαγωγὸν ἐκτόπως ἠκριβωμένη, προόδοις τε τοὐμοῦ πατρὸς ἐπιστένουσα καὶ εἰσόδοις προστρέχουσα, καὶ βραδύνοντι μεμφομένη, καὶ ὡς ἀπώλετ̓ ἂν εἰ ὀλίγον ἐμέλλησε, καὶ περιβάλλουσα ἐφ̓ ἑκάστῳ ῥήματι, καὶ ἐπιδακρύουσα τοῖς φιλήμασιν. οἷς ἅπασιν ὁ πατήρ μου σαγηνευθεὶς ὅλην ἐκείνην καὶ ἔπνει καὶ ἔβλεπεν. ἣ δὲ κἀμὲ τὰ πρῶτα ἴσα καὶ παῖδα ὁρᾶν ἐπλάττετο, κἀν τούτῳ τὸν Ἀρίστιππον ὑποποιουμένη, καί ποτε καὶ ἐφίλησεν ἂν προσελθοῦσα, καὶ ὄνασθαί μου συνεχῶς ηὔξατο. κἀγὼ προσιέμην, τῶν μὲν ὄντων οὐδὲν ὑποπτεύων, ὅτι δὲ μητρῴαν ἐπιδείκνυται περὶ ἐμὲ θαυμάζων διάθεσιν. ἐπεὶ δὲ ἰταμώτερον προσῄει, καὶ θερμότερα ἦν τὰ φιλήματα τοῦ πρέποντος, καὶ τὸ βλέμμα τοῦ σώφρονος ἐξιστάμενον πρὸς ὑπόνοιαν ἦγεν ἤδη, τὰ πολλὰ καὶ ὑπέφευγον καὶ πλησιάζουσαν ἀπωθούμην. καὶ τὰ μὲν ἄλλα τί δεῖ μηκύνοντα ἐνοχλεῖν; τὰς πείρας ἃς καθῆκε, τὰς ὑποσχέσεις ἃς ἐπηγγείλατο, νῦν μὲν παιδίον νῦν δὲ γλυκύτατον ὀνομάζουσα, καὶ αὖθις κληρονόμον καὶ μετ̓ ὀλίγον ψυχὴν ἑαυτῆς ἀποκαλοῦσα, καὶ ἁπλῶς τὰ καλὰ τῶν ὀνομάτων τοῖς ἐπαγωγοῖς παραμιγνῦσα, καὶ οἷς τισὶ μᾶλλον προστρέχω περισκοποῦσα, ὡς ἐν μὲν τοῖς σεμνοτέροις μητέρα ἑαυτὴν ἀναπλάττουσα, ἐν δὲ

p.13
τοῖς ἀτοπωτέροις τοῦτο ἐκεῖνο λαμπρῶς ἐρωμένην ἀποφαίνουσα.

τέλος δὲ γίνεταί τι τοιοῦτον. Παναθηναίων τῶν μεγάλων ἀγομένων, ὅτε τὴν ναῦν Ἀθηναῖοι ἐπὶ γῆς τῇ Ἀθηνᾷ πέμπουσιν, ἐτύγχανον μὲν ἐφηβεύων, ᾅσας δὲ τὸν εἰωθότα παιᾶνα τῇ θεῷ καὶ τὰ νενομισμένα προπομπεύσας, ὡς εἶχον στολῆς, αὐτῇ χλαμύδι καὶ αὐτοῖς στεφάνοις ἔρχομαι οἴκαδε ὡς ἐμαυτόν. ἣ δὲ ἐπειδὴ τὸ πρῶτον εἶδεν, ἐκτὸς ἑαυτῆς γίνεται, καὶ οὐδὲ ἐσοφίστευεν ἔτι τὸν ἔρωτα, ἀλλ̓ ἀπὸ γυμνῆς τῆς ἐπιθυμίας προσέτρεχε, καὶ περιβαλοῦσα ὁ νέος Ἱππόλυτος, ὁ Θησεὺς ὁ ἐμὸς ἔλεγε. τίνα με οἴεσθε γεγενῆσθαι, ὃς καὶ νῦν ἐρυθριῶ διηγούμενος; ἀλλ̓ ἑσπέρας γενομένης ὁ μὲν πατὴρ εἰς τὸ πρυτανεῖον ἐσιτεῖτο, καὶ ὡς ἂν ἐν τοιαύτῃ πανηγύρει καὶ πότῳ πανδήμῳ καὶ διανυκτερεύειν ἔμελλεν: ἣ δὲ ἐπιγίνεταί μοι νυκτός, καὶ ἐπειρᾶτό τινος τῶν ἀθεμίτων τυγχάνειν. ὡς δὲ παντοίως ἀντεῖχον καὶ πρὸς πᾶσαν θεραπείαν καὶ ὑπόσχεσιν καὶ ἀπειλὴν ἀπεμαχόμην, βαρύ τι καὶ βύθιον στενάξασα ἀπιοῦσα ᾤχετο. καὶ μόνην ἡ παλαμναία τὴν νύκτα ὑπερθεμένη τῶν ἐπιβουλῶν τῶν εἰς ἐμὲ κατήρχετο. καὶ πρῶτον μὲν οὐδὲ διανέστη τότε τῆς εὐνῆς, ἀλλ̓ ἥκοντι τῷ πατρί, καὶ τί τοῦτο πυνθανομένῳ, μαλακῶς τε ἔχειν ἐσκήπτετο καὶ οὐδὲ ἀπεκρίνατο τὴν πρώτην. ὡς δὲ ἐνέκειτο, καὶ τί πεπόνθοι πολλάκις ἀνηρώτα, ὁ θαυμαστός, φησί, καὶ εἰς ἐμὲ νεανίας, ὁ κοινὸς ἡμῶν παῖς, ὃν ἐγὼ πλέον καὶ σοῦ πολλάκις ἠγάπησα ʽκαὶ μάρτυρες οἱ θεοἴ, κύειν με πρὸς τινῶν αἰσθόμενος, ὃ δή σε τέως ἔκρυπτον ἕως ἂν τὸ ἀσφαλὲς γνοίην, τὴν σὴν ἀπουσίαν ἐπιτηρήσας, ταῦτα δὴ τὰ εἰωθότα παραινοῦσαν καὶ σωφρονεῖν παρακελευομένην, μηδὲ πρὸς ἑταίραις ἔχειν τὸν νοῦν καὶ μέθαις ʽοὐ γάρ με ἐλάνθανεν οὕτως ἔχων,

p.14
σοὶ δὲ οὐκ ἔφραζον, μή τινα λάβοιμι μητρυιᾶς ὑπόνοιαν̓, ταῦτα λέγουσαν μόνην πρὸς μόνον τοῦ μὴ ἐρυθριᾶν αὐτὸν ἕνεκεν, τὰ μὲν ἄλλα ὅσα σέ τε κἀμὲ περιύβρισεν αἰσχύνομαι λέγειν, λὰξ δὲ κατὰ τῆς γαστρὸς ἐναλόμενος οὕτως ἔχειν ὡς ὁρᾷς διέθηκεν.

ταῦτα ὡς ἤκουσεν, οὐκ εἶπεν, οὐκ ἠρώτησεν, οὐκ ἀπολογίαν προύθηκεν, ἀλλὰ πιστεύων μηδὲν ἂν ψεύσασθαι κατ̓ ἐμοῦ τὴν οὕτω περὶ ἐμὲ διακειμένην, εὐθὺς ὡς εἶχε, κατά τι μέρος τῆς οἰκίας περιτυχών, οὐδὲν εἰδότα πύξ τε ἔπαιε, καὶ παῖδας προσκαλεσάμενος μάστιξιν ᾐκίζετο, μηδὲ τὸ κοινὸν δὴ τοῦτο διότι ξαινοίμην γινώσκοντα, ὡς δὲ ἐνεπέπληστο τῆς ὀργῆς, ἀλλὰ νῦν γε ἔφην, ὦ πάτερ, εἰ καὶ μὴ πρότερον, δίκαιος ἂν εἴην τὴν αἰτίαν τῶν πληγῶν μανθάνειν. ὃ δὲ μᾶλλον παροξυνθεὶς ὢ τῆς εἰρωνείας φησί: τὰς πράξεις αὑτοῦ τὰς ἀνοσίας παῤ ἐμοῦ βούλεται μανθάνειν. καὶ ἀποστραφεὶς ἐπὶ τὴν Δημαινέτην ἔσπευδεν.

ἣ δέ ʽοὔπω γὰρ κεκόρεστὀ δευτέρας ἐπιβουλῆς κατ̓ ἐμοῦ τοιᾶσδε ἥπτετο. Θίσβη παιδισκάριον ἦν αὐτῇ, ψάλλειν τε πρὸς κιθάραν ἐπιστάμενον καὶ τὴν ὄψιν οὐκ ἄωρον. τοῦτο ἐπ̓ ἐμὲ καθίησιν, ἐρᾶν μου δῆθεν προστάξασα. καὶ ἤρα παραχρῆμα ἡ Θίσβη, καὶ ἡ πολλάκις πειρῶντά με ἀπωσαμένη τότε παντοίως ἐφείλκετο βλέμμασι νεύμασι συνθήμασιν. ἐγὼ δὲ ὁ μάταιος ἄθροον καλὸς γεγενῆσθαι ἐπεπείσμην, καὶ τέλος ἐπὶ τὸν θάλαμον ἐλθοῦσαν νυκτὸς ὑπεδεχόμην. ἣ δὲ καὶ αὖθις ἐπανῆκε καὶ πάλιν, καὶ τοῦ λοιποῦ συνεχῶς ἐφοίτα. ἐπεὶ δέ ποτε φυλάττεσθαι αὐτῇ τὰ πολλὰ παρῄνουν, μὴ γνωσθείη παρὰ τῆς δεσποίνης, ὦ Κνήμων ἔφη, ὡς λίαν ἁπλοϊκός τις εἶναί μοι δοκεῖς: εἰ γὰρ ἐμὲ θεράπαιναν οὖσαν καὶ ἀργυρώνητον ἡγῇ χαλεπὸν εἶναι σοὶ προσομιλοῦσαν ἁλῶναι, τίνος ἂν ἐκείνην ἀξίαν εἴποις τιμωρίας,

p.15
ἣ καὶ εὐγενὴς εἶναι φάσκουσα καὶ νόμῳ τὸν συνοικοῦντα ἔχουσα, καὶ θάνατον τὸ τέλος τοῦ παρανομήματος γινώσκουσα, μοιχᾶται; παῦε, ἔφην: οὐ γὰρ ἔχω σοι πιστεύειν. καὶ μήν, εἴ σοι δόξειεν, ἐπ̓ αὐτοφώρῳ παραδώσω τὸν μοιχόν. εἰ γὰρ οὕτω βουληθείης, ἔφην. καὶ μὴν βουλήσομαί γε, ἀπεκρίνατο, δοῦ τε ἕνεκεν οὕτω πρὸς αὐτῆς περιυβρισμένου, καὶ ἐμαυτῆς δὲ οὐκ ἔλαττον, ἣ πάσχω τὰ ἔσχατα, ἐφ̓ ἑκάστης ζηλοτυπίαν ματαίαν ἐκείνης ἐπ̓ ἐμὲ γυμναζούσης. ἀλλ̓ ὅπως ἀνὴρ ἔσῃ καταλαβών.

ἐπεὶ δὲ οὕτως ἕξειν ὑπεσχόμην, τότε μὲν ἀπιοῦσα ᾤχετο, τρίτῃ δὲ ὕστερον νυκτὶ καθεύδοντά με ἐξανίστησι, καὶ τὸν μοιχὸν ἔνδον εἶναι κατεμήνυε, τὸν πατέρα μὲν εἰς ἀγρὸν αἰφνιδίου τινὸς χρείας καλούσης πεπορεῦσθαι λέγουσα, τὸν δέ, οὕτω συγκείμενον αὐτῷ πρὸς τὴν Δημαινέτην, ἄρτι παρεισδεδυκέναι. προσήκειν δὲ καὶ πρὸς ἄμυναν εὐτρεπίζεσθαι καὶ ξιφήρη ποιεῖσθαι τὴν ἔφοδον τοῦ μὴ διαδρᾶναι τὸν ὑβριστήν. ἐποίουν οὕτως, καὶ λαβὼν ἐγχειρίδιον, τῆς Θίσβης ἡγουμένης καὶ δᾷδας προαπτούσης, ἐπὶ τὸν θάλαμον ᾔειν. ἐπεὶ δὲ ἐπέστην, λύχνου τέ τινος ἔνδοθεν αὐγὴ διεξέπιπτε, καὶ τὰς θύρας ἐπικειμένας, ὡς ὀργῆς εἶχον, ἐρραγεὶς ἀνοίγω. καὶ εἰσδραμών, ποῦ ποτὲ ὁ ἀλιτήριος, ἐβόων, ὁ λαμπρὸς τῆς πάντα σωφρονούσης ἐρώμενος; καὶ ἅμα λέγων ἐπῄειν ὡς ἄμφω διαχειρισόμενος. ἐκ δὲ τῆς εὐνῆς ὁ πατήρ, ὦ θεοί, περιτραπεὶς προσπίπτει μου τοῖς γόνασι, καὶ ὦ τέκνον, ἐπίσχες μικρόν, ἔλεγεν: οἴκτειρον τὸν γεννήσαντα φεῖσαι πολιῶν αἵ σε ἀνέθρεψαν. ὑβρίσαμέν σε, ἀλλ̓ οὐ μέχρι θανάτου τιμωρητέοι. μὴ γίνου τῆς ὀργῆς ὅλος, μηδὲ φόνῳ πατρῴῳ χεῖρας μιάνης τὰς σάς. ὃ μὲν ταῦτα καὶ ἕτερα πρὸς τούτοις ἐλεεινῶς ἱκέτευεν, ἐγὼ δὲ ὥσπερ

p.16
τυφῶνι βληθείς, αὖος ἀπόπληκτος εἱστήκειν. τὴν Θίσβην περιέβλεπον, οὐκ οἶδ̓ ὅπως ἑαυτὴν ὑποστείλασαν: τὴν κλίνην καὶ τὸν θάλαμον ἐν κύκλῳ περιεσκόπουν, εἰπεῖν τι διαπορῶν, πρᾶξαι ἀμηχανῶν. ἐκπίπτει μου καὶ τὸ ξίφος τῶν χειρῶν. καὶ τὸ μὲν ἡ Δημαινέτη προσδραμοῦσα σπουδαίως ἀνήρπασεν: ὁ δὲ πατὴρ ἐν τῷ ἀκινδύνῳ γεγονὼς ἐπιβάλλει τέ μοι τὰς χεῖρας καὶ δεσμεῖν ἐκέλευε, πολλὰ τῆς Δημαινέτης παροξυνούσης, καὶ οὐ ταῦτα ἦν ἃ προηγόρευον; βοώσης, ὡς φυλάττεσθαι προσήκει τὸ μειράκιον, ὡς ἐπιβουλεύσει καιροῦ λαβόμενον; ἑώρων τὸ βλέμμα, συνίην τῆς διανοίας. ὃ δὲ προηγόρευες εἰπών, ἀλλ̓ ἠπίστουν, τότε μὲν ἐν δεσμοῖς εἶχε, λέγειν τι βουλομένῳ τῶν ὄντων καὶ φράζειν οὐκ ἐπιτρέψας.

ἅμα δὲ τῇ ἕω λαβὼν οὕτως ὡς εἶχον δεσμῶν, ἐπὶ τὸν δῆμον ἦγε, καὶ τῆς κεφαλῆς κόνιν καταχεάμενος, οὐκ ἐπὶ τοιαύταις μὲν ἐλπίσιν, ὦ Ἀθηναῖοι, τόνδε ἀνέτρεφον, ἔλεγεν, ἀλλὰ τοῦ γήρως τοὐμοῦ βακτηρίαν ἔσεσθαι προσδοκῶν, ἐπειδὴ τάχιστά μοι ἐγένετο, ἐλευθερίου τε τροφῆς μεταδοὺς καὶ τὰ πρῶτα τῶν γραμμάτων διδαξάμενος, εἰς τοὺς φράτορας καὶ γεννήτας εἰσαγαγών, εἰς ἐφήβους ἐγγράψας, πολίτην ὑμέτερον κατὰ τοὺς νόμους ἀποφήνας, πάντα τὸν βίον ἐπὶ τούτῳ τὸν ἐμὸν ἐσάλευον. ἐπεὶ δὲ τούτων ἁπάντων λήθην λαβὼν ἐμὲ μὲν ὕβρισε τὰ πρῶτα, καὶ πληγαῖς ταυτηνὶ τὴν κατὰ νόμους συνοικοῦσάν μοι ᾐκίσατο, τέλος δὲ καὶ ξιφήρης νύκτωρ ἐπῆλθε, καὶ παρὰ τοσοῦτον γέγονε πατραλοίας παῤ ὅσον ἀντέσχεν ἡ τύχη ἀπροσδοκήτῳ φόβῳ τὸ ξίφος τῶν τούτου χειρῶν ἐκπεσεῖν παρασκευάσασα, καταπέφευγά τε πρὸς ὑμᾶς καὶ προσαγγέλλω τοῦτον, αὐτόχειρ μὲν αὐτοῦ γενέσθαι κατὰ τοὺς νόμους ἐξὸν οὐ ʽ??ʼληθείς, ὑμῖν δὲ τὸ πᾶν καταλιπών, νόμῳ βέλτιον

p.17
ἡγούμενος ἢ φόνῳ παιδὸς τὴν δίκην λαμβάνειν. καὶ ἅμα ἐπεδάκρυεν. ἐπεκώκυε δὲ καὶ ἡ Δημαινέτη, καὶ περιαλγεῖν ἐπ̓ ἐμοὶ δῆθεν ἐπεδείκνυτο, τὸν ἄθλιον ἀποκαλοῦσα, τὸν ἐν δίκῃ μὲν ἀλλὰ πρὸ ὥρας τεθνηξόμενον, τὸν ὑπὸ δαιμόνων ἀλαστόρων ἐπὶ τοὺς γεννήσαντας ἐλαθέντα, οὐ θρηνοῦσα μᾶλλον ἢ καταμαρτυροῦσα τοῖς θρήνοις, καὶ ὡς ἀληθῆ τὴν κατηγορίαν βεβαιοῦσα τοῖς γόοις. ἐπεὶ δὲ μεταδοῦναι κἀμοὶ λόγων ἠξίουν, ὁ γραμματεὺς προσελθὼν ἠρώτα στενὸν ἐρώτημα, εἰ τῷ πατρὶ ξιφήρης ἐπῆλθον. ἐμοῦ δέ ἐπῆλθον μέν εἰπόντος, ἀλλ̓ ὅπως, ἀκούσατε, ἀνεβόησαν ἅπαντες, καὶ οὐδὲ ἀπολογίας μοι μετεῖναι κρίναντες οἳ μὲν λίθοις βαλεῖν, οἳ δὲ τῷ δημίῳ παραδιδόναι καὶ ὠθεῖσθαι εἰς τὸ βάραθρον ἐδοκίμαζον. ἐμοῦ δὲ παρὰ πάντα τὸν θόρυβον καὶ τὸν χρόνον ὃν περὶ τῆς τιμωρίας διεχειροτόνουν, ὦ μητρυιά βοῶντος, διὰ μητρυιὰν ἀναιροῦμαι, μητρυιά με ἄκριτον ἀπόλλυσι, προσέστη τοῖς πολλοῖς τὸ λεγόμενον καὶ εἰσῄει τῶν ὄντων ὑποψία. καὶ ἠκούσθην μὲν οὐδὲ τότε: προκατείληπτο γὰρ ὁ δῆμος ἀκαταπαύστῳ θορύβῳ:

τῶν δὲ ψήφων διακρινομένων οἱ μὲν τὸν θάνατον καταχειροτονήσαντες ἦσαν εἰς ἑπτακοσίους καὶ χιλίους, οἳ μὲν καταλεῦσαι οἳ δὲ εἰς τὸ βάραθρον πέμψαι κρίναντες, οἱ λοιποὶ δὲ εἰς χιλίους, ὅσοι τι καὶ τῇ ὑπονοίᾳ τῇ κατὰ τῆς μητρυιᾶς δόντες φυγῇ με ἐς τὸ διηνεκὲς ἐζημίωσαν. ἀλλ̓ ὅμως ἡ τούτων ἐκράτει ψῆφος: τῶν μὲν γὰρ ἄλλων ὁμοῦ πάντων ἦσαν ἐλάττους, ἐκείνων δὲ διάφορα ψηφισαμένων εἰς τὸ μέρος οἱ χίλιοι πλείους ἐγίνοντο. κἀγὼ μὲν οὕτως ἐξηλαυνόμην ἑστίας τε πατρῴας καὶ τῆς ἐνεγκούσης, οὐ μὴν ἀτιμώρητός γε ἡ θεοῖς ἐχθρὰ Δημαινέτη περιελείφθη. τὸν δὲ τρόπον εἰσαῦθις ἀκούσεσθε. τὸ δὲ νῦν καὶ ὕπνου μεταληπτέον:

p.18
τό τε γὰρ πολὺ προέβη τῆς νυκτός, καὶ ὑμῖν πολλῆς δεῖ τῆς ἀναπαύσεως.

καὶ μὴν προσεπιτρίψεις γε ἡμᾶς, ἔφη ὁ Θεαγένης, εἰ τὴν κακίστην ἀτιμώρητον ἐάσεις ἐν τῷ λόγῳ Δημαινέτην. οὐκοῦν ἀκούοιτ̓ ἄν, ἔφη ὁ Κνήμων, ἐπειδήπερ ὑμῖν οὕτω φίλον.

ἐγὼ μὲν ὡς εἶχον μετὰ τὴν κρίσιν εἰς τὸν Πειραιᾶ κατέβην, καὶ νεὼς ἀναγομένης ἐπιτυχὼν τὸν πλοῦν εἰς Αἴγιναν ἐποιούμην, ἀνεψιοὺς εἶναί μοι τῆς μητρὸς ἐνταῦθα πυνθανόμενος. κατάρας δὲ καὶ τοὺς ἐπιζητουμένους ἀνευρὼν οὐκ ἀηδῶς τὰ πρῶτα διῆγον. εἰκοστῇ δὲ ὕστερον ἡμέρᾳ συνήθως ἀλύων ἐπὶ λιμένα κατῆλθον, καὶ λέμβος ἄρτι κατεφέρετο. μικρὸν οὖν ἐπιστάς, ὁπόθεν τε ἑ??ʼη καὶ τίνας ἄγοι περιεσκόπουν. οὔπω δὲ τῆς ἀποβάθρας ἀκριβῶς κειμένης ἐξήλατό τις καί με προσδραμὼν περιέβαλεν. ἦν δ̓ ἄρα Χαρίας τῶν ἐμῶν συνεφήβων. καὶ ὦ Κνήμων, εὐαγγέλιά σοι κομίζω, φησίν: ἔχεις παρὰ τῆς πολεμίας τὴν δίκην: Δημαινέτη τέθνηκεν. ἀλλὰ σώζοιο μέν, ἔφην, ὦ Χαρία: τί δὲ παρατρέχεις τὸ εὐαγγέλιον ὥσπερ τι τῶν ἀτόπων ἀπαγγέλλων; εἰπὲ δὲ καὶ τὸν τρόπον, ὡς σφόδρα δέδοικα μὴ τῷ κοινῷ κέχρηται θανάτῳ καὶ διέδρα τὸν πρὸς ἀξίαν. οὐ παντάπασιν, ἔφη ὁ Χαρίας, ἐκλέλοιπεν ἡμᾶς ἡ δίκη καθ̓ Ἡσίοδον, ἀλλὰ μικρὸν μὲν ἄν τι καὶ παρίδοι ποτέ, τῷ χρόνῳ τὴν ἄμυναν παρέλκουσα, τοῖς δὲ οὕτως ἀθέσμοις ὀξὺν ἐπιβάλλει τὸν ὀφθαλμόν, ὡς δὴ καὶ τὴν ἀλιτήριον μετῆλθε Δημαινέτην. ἔλαθε δέ με τῶν γεγονότων ἢ λεχθέντων οὐδέν, τῆς Θίσβης, ὡς οἶσθα, κατὰ τὴν πρός με συνήθειαν πάντα διηγουμένης. τῆς γὰρ ἀδίκου σοι φυγῆς ἐπιβληθείσης, ὁ μὲν ἄθλιός σοι πατὴρ ἐπὶ τοῖς πραχθεῖσι μεταμελόμενος εἰς ἀγρόν τινα καὶ ἐσχατιὰν ἑαυτὸν ἀπῴκισε, κἀκεῖ διῆγεν ὃν θυμὸν κατέδων,

p.19
τοῦτο δὴ τὸ τοῦ ἔπους: τὴν δὲ εὐθὺς ἐρινύες ἤλαυνον, καὶ μανικώτερον ἤρα σου μὴ παρόντος, καὶ θρήνων οὐκ ἐπαύετο, δῆθεν μὲν τῶν ἐπὶ σοί, τὸ δ̓ ἀληθὲς τῶν ἐφ̓ ἑαυτῇ, καὶ Κνήμων ἐβόα νύκτα τε καὶ μεθ̓ ἡμέραν, παιδίον γλυκύτατον, ψυχὴν ἑαυτῆς ὀνομάζουσα, ὥστε καὶ αἱ γνώριμοι τῶν γυναικῶν φοιτῶσαι παῤ αὐτὴν σφόδρα μὲν ἐθαύμαζον καὶ ἐπῄνουν, εἰ μητρὸς ἡ μητρυιὰ πάθος ἐπιδείκνυται, παραμυθεῖσθαί τε καὶ ἐπιρρωννύναι ἐπειρῶντο. ἣ δὲ ἀπαραμύθητον εἶναι τὸ κακόν, καὶ οἷον ἐγκεῖσθαι τῇ καρδίᾳ κέντρον ἀγνοεῖν τὰς ἄλλας ἔλεγεν.

εἰ δέ ποτε γένοιτο καθ̓ ἑαυτήν, πολλὰ τὴν Θίσβην ἐμέμφετο ὡς οὐ προσηκόντως ὑπηρετησαμένην, ἡ σπουδαία περὶ τὰ δεινά λέγουσα, ἡ πρὸς μὲν τὸν ἔρωτα μὴ συμπράξασα, ἐπὶ δὲ τῷ στερηθῆναί με τοῦ φιλτάτου καὶ λόγου ταχίων ἀποδειχθεῖσα, μηδὲ μεταβουλεύσασθαί μοι συγχωρήσασα. καὶ δήλη παντοίως ἐγένετο κακόν τι διαθήσουσα τὴν Θίσβην. ἣ δὲ βαρυμηνιῶσαν ὁρῶσα, καὶ πάντῃ λυπηθεῖσαν ἐπιβουλεῦσαι πρόχειρον, καὶ οὐχ ἥκιστα τῷ τε θυμῷ καὶ ἔρωτι περιμανῆ τυγχάνουσαν, ἔγνω προλαβεῖν καὶ φθῆναι, τῇ κατ̓ ἐκείνης ἐπιβουλῇ σωτηρίαν ἑαυτῇ περιποιοῦσα. καὶ προσελθοῦσα, τί ταῦτα ὦ δέσποινα; ἔλεγε: τί μάτην ἔχεις ἐν αἰτίᾳ θεραπαινίδα τὴν σήν; ἐγὼ μέν σοι πρὸς τὸ βούλημα τὸ σὸν ἀεί τε καὶ νῦν ὑπηρετησάμην: εἰ δέ τι τῶν μὴ κατὰ γνώμην ἐκβέβηκεν, ἐκεῖνα μὲν τῇ τύχῃ λογιστέον, ἕτοιμος δέ, εἰ κελεύεις, ἐπινοεῖν τινὰ τῶν παρόντων λύσιν. ἣ δέ, καὶ τίς ἂν εὑρεθείη, φιλτάτη, ἔφη, τοῦ δυναμένου λῦσαι τὰ νῦν ἐκποδὼν γεγονότος, κἀμὲ τῆς παῤ ἐλπίδα τῶν δικαζόντων φιλανθρωπίας ἀνελούσης. εἰ γὰρ ἐβέβλητο τοῖς λίθοις, εἰ γὰρ ἀνῄρητο, πάντως ἄν κἀμοὶ συνετεθνήκει τὰ τοῦ πάθους: τὸ γὰρ ἀπελπισθὲν ἅπαξ ἐξῄρηται τῆς ψυχῆς,

p.20
καὶ τὸ μηδαμόθεν ἔτι προσδοκώμενον ἀπαλγεῖν παρασκευάζει τοὺς κάμνοντας. νῦν δὲ ὁρᾶν φαντάζομαι, παρόντος ἀκούειν ἀπατῶμαι, ὀνειδίζοντα τὴν ἄδικον ἐπιβουλὴν αἰσχύνομαι, συντεύξεσθαί ποτε ἐπελθόντι καὶ ἀπολαύσειν, ἢ καὶ αὐτὴ παῤ ἐκεῖνον φοιτήσειν ὅπου ποτ̓ ἂν ᾖ γῆς, ὑποτίθεμαι. ταῦτα ὑπεκκαίει, ταῦτα ἐκμαίνει. δίκαια μέν, ὦ θεοί, πάσχω. τί γὰρ οὐ περιεῖπον ἀλλ̓ ἐπεβούλευον; τί δὲ οὐχ ἱκέτευον ἀλλ̓ ἐδίωκον; ἠρνήσατο τὴν πρώτην; ἀλλὰ προσηκόντως. ἀλλοτρίαν μέν, ἀλλ̓ οὖν γε πατρῴαν εὐνὴν ᾐσχύνετο. τυχὸν ἂν μετεπείσθη χρόνῳ πρὸς τὸ ἡμερώτερον καὶ πειθοϊ μεταπλαττόμενος. ἀλλ̓ ἡ θηριώδης ἐγὼ καὶ ἀνήμερος, ὥσπερ οὐκ ἐρῶσά τινος ἀλλ̓ ἄρχουσα, δεινὸν ὅτι μὴ ἐξ ἐπιτάγματος ὑπήκουσεν ἐποιησάμην, καὶ εἰ τῆς Δημαινέτης ὑπερεῖδε πολὺ τὴν ὥραν αὐτῆς ὑπερβάλλων. ἀλλ̓ ὦ γλυκεῖα Θίσβη, τίνα λύσιν ὠνόμαζες ῥᾳδίαν; ὦ δέσποινα, ἔφη, τοῖς πολλοῖς μὲν ὁ Κνήμων ὑπεξῆλθε τοῦ ἄστεος καὶ τῆς Ἀττικῆς ἐξώρμησε τῇ κρίσει πειθόμενος, ἐμὲ δὲ ἅπαντα διὰ σὲ πραγματευομένην οὐκ ἔλαθεν αὐτοῦ που πρὸ τοῦ ἄστεος κρυπτόμενος. Ἀρσινόην ἀκούεις που πάντως τὴν αὐλητρίδα: ταύτῃ ἐκέχρητο. μετὰ δὲ τὴν δυστυχίαν ὑποδέχεται αὐτὸν ἡ μεῖραξ, καὶ συναπαίρειν ἐπαγγελλομένη παῤ ἑαυτῇ κατέχει, κρυπτόμενον τέως ἕως ἂν συσκευάσηται. καὶ ἡ Δημαινέτη, μακαρία μὲν Ἀρσινόη, φησί, τῆς τε πρότερον πρὸς Κνήμωνα συνηθείας καὶ τῆς σὺν αὐτῷ νυνὶ προσδοκωμένης ἐκδημίας: ἀλλὰ τί ταῦτα ἂν εἴη πρὸς ἡμᾶς; μεγάλα, ἔφη, ὦ δέσποινα. ἐρᾶν μὲν ἐγὼ προσποιήσομαι τοῦ Κνήμωνος, παρακαλέσω δὲ τὴν Ἀρσινόην, οὖσάν μοι πάλαι γνώριμον ἀπὸ τῆς τέχνης, εἰσαγαγεῖν με ὡς αὐτὸν νύκτωρ ἀνθ̓ ἑαυτῆς. ἅπερ εἰ γένοιτο, σὸν ἂν εἴη τὸ ἐντεῦθεν Ἀρσινόην εἶναι δοκεῖν,
p.21
καὶ φοιτᾶν παῤ αὐτὸν ὡς ἐκείνην. μελήσει δέ μοι καὶ ὑποβεβρεγμένον αὐτὸν κατακλῖναι παρασκευάσαι. εἰ δὲ τύχοις ὧν βούλει, μάλιστα μὲν εἰκὸς σχολάσαι τὸν ἔρωτα. πολλαῖς κατὰ τὴν πρώτην πεῖραν ἐναπεσβέσθη τὰ τῆς ἐπιθυμίας: κόρος γὰρ ἔρωτος τῶν ἔργων τὸ τέλος. εἰ δὲ ἐναπομείνειεν, ὃ μὴ γένοιτο, δεύτερος ἔσται, φασί, πλοῦς καὶ ἑτέρα βουλή. τὸ παρὸν τέως θεραπεύωμεν.

ἐπῄνει ταῦτα ἡ Δημαινέτη, καὶ προστιθέναι τάχος τοῖς δεδογμένοις ἱκέτευεν. ἣ δὲ μίαν ἡμέραν ἐνδοθῆναι αὐτῇ πρὸς τὸ διανύσαι ταῦτα παρὰ τῆς δεσποίνης αἰτήσασα, παρὰ μὲν τὴν Ἀρσινόην ἐλθοῦσα, Τελέδημον οἶσθα; ἔλεγε. τῆς δὲ ὁμολογούσης, ὑπόδεξαι ἡμᾶς, ἔφη, τὸ τήμερον: ὑπεσχόμην γὰρ αὐτῷ συγκαθευδήσειν. ἥξει δὲ πρότερος, ἐγὼ δὲ ὅταν κατακλίνω τὴν δέσποιναν. πρὸς δὲ τὸν Ἀρίστιππον εἰς ἀγρὸν διαδραμοῦσα, ὦ δέσποτα, ἔλεγεν, ἥκω σοι κατήγορος ἐμαυτῆς, καὶ κέχρησο ὅ τι βούλει. τὸν παῖδα δἰ ἐμὲ ἀπολώλεκας, οὐχ ἑκοῦσαν μέν, ἀλλ̓ ὅμως συναιτίαν γενομένην. αἰσθομένη γὰρ τὴν δέσποιναν οὐκ ὀρθῶς βιοῦσαν ἀλλ̓ εὐνὴν τὴν σὴν ἐνυβρίζουσαν, αὐτή τε περὶ ἐμαυτῆς δείσασα, μή ποτε κακὸν λάβοιμι, τὸ πρᾶγμα εἰ δἰ ἄλλου φωραθείη, καὶ ἐπὶ σοὶ περιαλγήσασα, εἰ οὕτω περιέπων τὴν συνοικοῦσαν τοιαῦτα ἀντιπάσχοις, αὐτὴ μέν σοι προσαγγεῖλαι κατώκνησα, φράζω δὲ τῷ νέῳ δεσπότῃ, νύκτωρ παῤ αὐτὸν ἐλθοῦσα ὡς ἄν γνοίη μηδείς, καὶ ἔλεγον ὡς μοιχὸς ἅμα τῇ δεσποίνῃ συγκαθεύδοι. ὃ δέ ʽπρουλελύπητο γάρ, ὡς οἶσθα, πρὸς αὐτῆσ̓ ἔνδον εἶναι τότε με λέγειν τὸν μοιχὸν νομίσας, ὀργῆς ἀκατασχέτου πληρωθείς, ἀνελόμενος τὸ ἐγχειρίδιον, ἐμοῦ πολλὰ κατέχειν πειρωμένης καὶ ὡς οὐδὲν εἴη τοιοῦτον ἐπὶ τοῦ παρόντος λεγούσης

p.22
μικρὰ φροντίσας, ἢ καὶ μεταβαλέσθαι προσδοκήσας, ἐπὶ τὸν θάλαμον ἐμμανὴς ἵεται. καὶ τὰ λοιπὰ γινώσκεις. τὸ δὲ παρὸν ἔνεστί σοι βουλομένῳ πρὸς τὸν παῖδα, καὶ εἰ φεύγει τὰ νῦν, ἀπολογήσασθαι, καὶ παρὰ τῆς ἀμφοτέρους ὑμᾶς ἀδικούσης τιμωρίαν λαβεῖν: ἐπιδείξω γάρ σοι τήμερον ἅμα τῷ μοιχῷ τὴν Δημαινέτην, ἐν οἰκίᾳ καὶ ταῦτα ἀλλοτρίᾳ, ἐκτὸς τοῦ ἄστεος, κατακεκλιμένην. εἰ γὰρ ταῦτα οὕτως ἐπιδείξειας, φησὶν ὁ Ἀρίστιππος, σοὶ μὲν ἐλευθερία μισθὸς ἀποκείσεται, ἐγὼ δὲ τάχ̓ ἄν ἐπιβιῴην τὴν πολεμίαν ἀμυνάμενος, ὡς πάλαι γε σμύχομαι ἐν ἐμαυτῷ, καὶ τὸ πρᾶγμα δἰ ὑποψίας ἔχων ἀπορίᾳ τῶν ἐλέγχων ἡσύχαζον. ἀλλα, τί δεῖ ποιεῖν; ἣ δέ, τὸν κῆπον οἶσθα, ἔλεγεν, ἔνθα τὸ μνῆμα τῶν Ἐπικουρείων; ἐνταῦθα εἰς ἑσπέραν ἐλθὼν περίμενε.