Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

Ἡμέρας ἄρτι διαγελώσης καὶ ἡλίου τὰς ἀκρωρείας καταυγάζοντος ἄνδρες ἐν ὅπλοις λῃστρικοῖς ὄρους ὑπερκύψαντες, ὃ δὴ κατ̓ ἐκβολὰς τοῦ Νείλου καὶ στόμα τὸ καλούμενον Ἡρακλεωτικὸν, ὑπερτείνει, μικρὸν ἐπιστάντες τὴν ὑποκειμένην θάλατταν ὀφθαλμοῖς ἐπήρχοντο, καὶ τῷ πελάγει τὰς ὄψεις τὸ πρῶτον ἐπαφέντες, ὡς οὐδὲν ἄγρας λῃστρικῆς ἐπηγγέλλετο μὴ πλεόμενον, ἐπὶ τὸν πλησίον αἰγιαλὸν τῇ θέᾳ κατήγοντο. καὶ ἦν τὰ ἐν αὐτῷ τοιάδε. ὁλκὰς ἀπὸ πρυμνησίων ὥρμει, τῶν, μὲν ἐμπλεόντων χηρεύουσα φόρτου δὲ πλήθουσα. καὶ τοῦτο παρῆν συμβάλλειν καὶ τοῖς πόρρωθεν: τὸ γὰρ ἄχθος ἄχρι καὶ ἐπὶ τρίτον ζωστῆρα τῆς νεὼς τὸ ὕδωρ ἀνέθλιβεν. ὁ δὲ αἰγιαλός, μεστὰ πάντα σωμάτων νεοσφαγῶν, τῶν μὲν ἄρδην ἀπολωλότων τῶν δὲ ἡμιθνήτων καὶ μέρεσι τῶν σωμάτων ἔτι σπαιρόντων, ἄρτι πεπαῦσθαι τὸν πόλεμον κατηγορούντων. ἦν δὲ οὐ πολέμου καθαροῦ τὰ φαινόμενα σύμβολα, ἀλλ̓ ἀναμέμικτο καὶ εὐωχίας οὐκ εὐτυχοῦς ἀλλ̓ εἰς τοῦτο ληξάσης ἐλεεινὰ λείψανα, τράπεζαι τῶν ἐδεσμάτων ἔτι πλήθουσαι, καὶ ἄλλαι πρὸς τῇ γῇ τῶν κειμένων ἐν χερσίν, ἀνθ̓ ὅπλων ἐνίοις παρὰ τὴν μάχην γεγενημέναι: ὁ γὰρ πόλεμος ἐσχεδίαστο. ἕτεραι δὲ ἄλλους ἔκρυπτον, ὡς ᾤοντο, ὑπελθόντας. κρατῆρες ἀνατετραμμένοι, καὶ χειρῶν ἔνιοι τῶν ἐσχηκότων ἀπορρέοντες, τῶν μὲν πινόντων τῶν δὲ ἀντὶ λίθων κεχρημένων: τὸ γὰρ αἰφνίδιον τοῦ κακοῦ τὰς χρείας ἐκαινοτόμει καὶ βέλεσι κεχρῆσθαι τοῖς ἐκπώμασιν ἐδίδασκεν. ἔκειντο δὲ ὃ μὲν πελέκει τετρωμένος,

p.4
ὃ δὲ κάχληκι βεβλημένος αὐτόθεν ἀπὸ τῆς ῥαχίας πεπορισμένῳ, ἕτερος ξύλῳ κατεαγώς, ὃ δὲ δαλῷ κατάφλεκτος, καὶ ἄλλος ἄλλως, οἱ δὲ πλεῖστοι βελῶν ἔργον καὶ τοξείας γεγενημένοι. καὶ μυρίον εἶδος ὁ δαίμων ἐπὶ μικροῦ τοῦ χωρίου διεσκεύασεν, οἶνον αἵματι μιάνας καὶ συμποσίοις πόλεμον ἐπιστήσας, φόνους καὶ πότους, σπονδὰς καὶ σφαγὰς ἐπισυνάψας, καὶ τοιοῦτον θέατρον λῃσταῖς Αἰγυπτίοις ἐπιδείξας. οἳ γὰρ δὴ κατὰ τὸ ὄρος θεωροὺς ἑαυτοὺς τῶνδε καθίσαντες οὐδὲ συνιέναι τὴν σκηνὴν ἐδύναντο, τοὺς μὲν ἑαλωκότας ἔχοντες, οὐδαμοῦ δὲ τοὺς κεκρατηκότας ὁρῶντες, καὶ τὴν μὲν νίκην λαμπρὰν τὰ λάφυρα δὲ ἀσκύλευτα, καὶ τὴν ναῦν μόνην, ἀνδρῶν μὲν ἔρημον, τἆλλα δὲ ἄσυλον ὥσπερ ὑπὸ πολλῶν φρουρουμένην καὶ ὥσπερ ἐν εἰρήνῃ σαλεύουσαν. ἀλλὰ καίπερ τὸ γεγονὸς ὅ τι ποτέ ἐστιν ἀποροῦντες, εἰς τὸ κέρδος ἔβλεπον καὶ τὴν λείαν. ἑαυτοὺς οὖν νικητὰς ἀποδείξαντες ὥρμησαν.

ἤδη δὲ αὐτοῖς κεκινηκόσιν ἄπωθεν μικρὸν τῆς νεὼς καὶ τῶν κειμένων θέαμα προσπίπτει τῶν προτέρων ἀπορώτερον. κόρη καθῆστο ἐπὶ πέτρας, ἀμήχανόν τι κάλλος, καὶ θεὸς εἶναι ἀναπείθουσα, τοῖς μὲν παροῦσι περιαλγοῦσα, φρονήματος δὲ εὐγενοῦς ἔτι πνέουσα. δάφνῃ τὴν κεφαλὴν ἔστεπτο, καὶ φαρέτραν τῶν ὤμων ἐξῆπτο, καὶ τῷ λαιῷ βραχίονι τὸ τόξον ὑπεστήρικτο: ἡ λοιπὴ δὲ χεὶρ ἀφροντίστως ἀπῃωρεῖτο. μηρῷ δὲ τῷ δεξιῷ τὸν ἀγκῶνα θατέρας χειρὸς ἐφεδράζουσα, καὶ τοῖς δακτύλοις τὴν παρειὰν ἐπιτρέψασα, κάτω νεύουσα καί τινα προκείμενον ἔφηβον περισκοποῦσα τὴν κεφαλὴν ἀνεῖχεν. ὃ δὲ τραύμασι μὲν κατῄκιστο, καὶ μικρὸν ἀναφέρειν ὥσπερ ἐκ βαθέος ὕπνου τοῦ παῤ ὀλίγον θανάτου κατεφαίνετο, ἤνθει δὲ καὶ ἐν τούτοις ἀνδρείῳ τῷ κάλλει, καὶ ἡ παρειὰ καταρρέοντι τῷ αἵματι φοινιττομένη

p.5
λευκότητι πλέον ἀντέλαμπεν. ὀφθαλμοὺς δὲ ἐκείνου οἱ μὲν πόνοι κατέσπων, ἡ δὲ ὄψις τῆς κόρης ἐφ̓ ἑαυτὴν ἀνεῖλκε, καὶ τοῦτο ὁρᾶν αὐτοὺς ἠνάγκαζεν, ὅτι ἐκείνην ἑώρων. ὡς δὲ πνεῦμα συλλεξάμενος καὶ βύθιόν τι ἀσθμήνας λεπτὸν ὑπεφθέγξατο, καὶ ὦ γλυκεῖα ἔφη, σώζῃ μοι ὡς ἀληθῶς, ἢ γέγονας καὶ αὐτὴ τοῦ πολέμου πάρεργον, οὐκ ἀνέχῃ δὲ ὅμως οὐδὲ μετὰ θάνατον ἀποστατεῖν ἡμῶν, ἀλλὰ φάσμα τὸ σὸν καὶ ψυχὴ τὰς ἐμὰς περιέπει τύχας; ἐν σοί, ἔφη, τὰ ἐμά, ἡ κόρη, σώζεσθαί τε καὶ μή. τοῦτο γοῦν, ὁρᾷς; δείξασα ἐπὶ τῶν γονάτων ξίφος, εἰς δεῦρο ἤργησεν ὑπὸ τῆς σῆς ἀναπνοῆς ἐπεχόμενον. καὶ ἅμα λέγουσα ἣ μὲν τῆς πέτρας ἀνέθορεν, οἳ δὲ ἐπὶ τοῦ ὄρους ὑπὸ θαύματος ἅμα καὶ ἐκπλήξεως, ὥσπερ ὑπὸ πρηστῆρος τῆς ὄψεως βληθέντες, ἄλλος ἄλλον ὑπεδύετο θάμνον: μεῖζον γάρ τι καὶ θειότερον αὐτοῖς ὀρθωθεῖσα ἔδοξε, τῶν μὲν βελῶν τῇ ἀθρόᾳ κινήσει κλαγξάντων, χρυσοϋφοῦς δὲ τῆς ἐσθῆτος πρὸς τὸν ἥλιον ἀνταυγαζούσης, καὶ τῆς κόμης ὑπὸ τῷ στεφάνῳ βακχεῖον σοβουμένης καὶ τοῖς νώτοις πλεῖστον ὅσον ἐπιτρεχούσης. τοὺς μὲν ταῦτα ἐξεδειμάτου, καὶ πλέον τῶν ὁρωμένων ἡ τῶν γενομένων ἄγνοια. οἳ μὲν γὰρ θεόν τινα ἔλεγον, καὶ θεὸν Ἄρτεμιν ἢ τὴν ἐγχώριον Ἶσιν, οἳ δὲ ἱέρειαν ὑπό του θεῶν ἐκμεμηνυῖαν καὶ τὸν ὁρώμενον πολὺν φόνον ἐργασαμένην. καὶ οἳ μὲν ταῦτα ἐγίνωσκον, τὰ ὄντα δὲ οὔπω ἐγίνωσκον: ἣ δὲ ἀθρόον κατενεχθεῖσα ἐπὶ τὸν νεανίαν, καὶ πανταχόθεν αὐτῷ περιχυθεῖσα, ἐδάκρυεν ἐφίλει κατέματτεν ἀνῴμωζεν, ἠπίστει κατέχουσα. ταῦτα ὁρῶντες οἱ Αἰγύπτιοι πρὸς ἑτέρας ἐννοίας τὴν γνώμην μετέβαλον, καὶ ποῦ ταῦτα ἄν εἴη θεοῦ τὰ ἔργα; λέγοντες, ποῦ δ̓ ἂν νεκρὸν σῶμα φιλοίη δαίμων οὕτω περιπαθῶς; τολμᾶν ἑαυτοῖς παρεκελεύοντο, καὶ πορευθέντες ἐγγύθεν λαμβάνειν τὴν
p.6
τῶν ἀληθῶν γνῶσιν. ἀναλαβόντες οὖν ἑαυτοὺς καταθέουσι καὶ τὴν κόρην ἔτι πρὸς τοῖς τραύμασιν οὖσαν τοῦ νεανίου καταλαμβάνουσι. καὶ ἐπιστάντες ὄπισθεν εἶχον ἑαυτούς, οὔτε τι λέγειν οὔτε τι πράττειν ἀποθαρροῦντες. κτύπου δὲ περιηχήσαντος, καὶ τῆς ἐξ αὐτῶν σκιᾶς τοῖς ὀφθαλμοῖς παρεμπεσούσης, ἀνένευσεν ἡ κόρη, καὶ ἰδοῦσα αὖθις ἐπένευσε, πρὸς μὲν τὸ ἄηθες τῆς χροιᾶς καὶ τὸ λῃστρικὸν τῆς ὄψεως ἐν ὅπλοις δεικνυμένης οὐδὲ κατὰ μικρὸν ἐκπλαγεῖσα, πρὸς δὲ τὴν θεραπείαν τοῦ κειμένου πᾶσαν ἑαυτὴν τρέψασα. οὕτως ἄρα πόθος ἀκριβὴς καὶ ἔρως ἀκραιφνὴς τῶν μὲν ἔξωθεν προσπιπτόντων ἀλγεινῶν τε καὶ ἡδέων πάντων ὑπερφρονεῖ, πρὸς ἓν δὲ τὸ φιλούμενον καὶ ὁρᾶν καὶ συννεύειν τὸ φρόνημα καταναγκάζει.

ὡς δὲ παραμείψαντες οἱ λῃσταὶ κατὰ πρόσωπον ἔστησαν καί τι καὶ μέλλειν ἐπιχειρεῖν ἐῴκεσαν, αὖθις ἡ παῖς ἀνένευσε, καὶ μέλανας ἰδοῦσα τὴν χροιὰν καὶ τὴν ὄψιν αὐχμηρούς, εἰ μὲν εἴδωλα τῶν κειμένων ἐστέ, φησίν, οὐκ ἐν δίκῃ παρενοχλεῖτε ἡμῖν: οἱ μὲν γὰρ πλεῖστοι χερσὶ ταῖς ἀλλήλων ἀνῄρησθε, ὅσοι δὲ πρὸς ἡμῶν, ἀμύνης νόμῳ καὶ ἐκδικίας τῆς εἰς σωφροσύνην ὕβρεως πεπόνθατε. εἰ δέ τινες τῶν ζώντων ἐστέ, λῃστρικὸς μὲν ὑμῖν, ὡς ἔοικεν, ὁ βίος, εἰς καιρὸν δὲ ἥκετε. λύσατε τῶν περιεστηκότων ἀλγεινῶν, φόνῳ τῷ καθ̓ ἡμῶν δρᾶμα τὸ περὶ ἡμᾶς καταστρέψαντες. ἣ μὲν ταῦτα ἐπετραγῴδει, οἳ δὲ οὐδὲν συνιέναι τῶν λεγομένων ἔχοντες τοὺς μὲν αὐτοῦ καταλείπουσιν, ἰσχυρὰν αὐτοῖς φυλακὴν τὴν ἀσθένειαν αὐτῶν ἐπιστήσαντες, ἐπὶ δὲ τὴν ναῦν ὁρμήσαντες τὸν φόρτον ἐξήντλουν, τῶν μὲν ἄλλων ὑπερορῶντες ʽπολλὰ δὲ ἦν καὶ ποικίλἀ, χρυσοῦ δὲ καὶ ἀργύρου καὶ λίθων πολυτίμων καὶ σηρικῆς ἐσθῆτος, ὅση δύναμις ἑκάστοις, ἐκφοροῦντες. ἐπεὶ δὲ ἅλις ἔχειν

p.7
ἐδόκει, καὶ τοσαῦτα ἦν ὡς καὶ λῃστρικὴν κορέσαι πλεονεξίαν, τὴν λείαν ἐπὶ τὸν αἰγιαλὸν καταθέντες εἰς φορτία καὶ μοίρας κατενέμοντο, οὐ πρὸς τὴν ἑκάστου τῶν ληφθέντων ἀξίαν ἀλλὰ πρὸς τὸ ἴσον βάρος τὴν νέμησιν ποιούμενοι. τὰ δὲ περὶ τὴν κόρην καὶ τὸν νεανίαν τὰ δὲ περὶ τὴν κόρην καὶ τὸν νεανίαν ἐν δευτέροις πράξειν ἔμελλον.

κἀν τούτῳ πλῆθος ἕτερον ἐφίσταται λῃστρικόν, ἱππέων δύω τοῦ τάγματος ἡγουμένων. ὅπερ ὡς εἶδον οἱ πρότεροι, οὔτε χεῖρας ἀνταράμενοι οὔτε τι τῶν σύλων ἀπενεγκάμενοι, τοῦ μὴ ἐπιδιωχθῆναι ἕνεκεν, ὡς δρόμου εἶχον ἔφευγον, αὐτοὶ μὲν εἰς δέκα τὸν ἀριθμὸν ὄντες, τρὶς δὲ τοσούτους τοὺς ἐπελθόντας θεασάμενοι. καὶ οἱ μὲν ἀμφὶ τὴν κόρην δεύτερον ἤδη ἡλίσκοντο, οὐδέπω ληφθέντες: οἱ δὲ λῃσταί, πρὸς τὴν διαρπαγὴν καὶ ταῦτα σπεύδοντες, ὑπὸ τῆς τῶν ὁρωμένων ἀγνοίας ἅμα καὶ ἐκπλήξεως τέως ἀνεστέλλοντο. τοὺς μὲν γὰρ πολλοὺς φόνους ὑπὸ τῶν προτέρων γεγενῆσθαι λῃστῶν εἴκαζον, τὴν κόρην δὲ ὁρῶντες ἐν ξένῃ καὶ περιβλέπτῳ τῇ στολῇ, καὶ τῶν μὲν προσπιπτόντων φοβερῶν ὡς ἂν μηδὲ γινομένων ὑπερορῶσαν, ὅλην δὲ τοῦ νεανίου πρὸς τοῖς τραύμασιν οὖσαν καὶ ὡς ἴδιον τὸ ἐκείνου πάθος ἀλγοῦσαν, τὴν μὲν τοῦ κάλλους καὶ τοῦ φρονήματος ἐθαύμαζον, τὸν δὲ καὶ τραυματίαν ἐξεπλήττοντο: τοιοῦτος τὴν μορφὴν καὶ τοσοῦτος τὸ μέγεθος ἔκειτο, κατὰ μικρὸν ἤδη πως ἀνειληφὼς ἑαυτὸν καὶ πρὸς τὸ σύνηθες βλέμμα ἀποκαθιστάμενος.

ὄψε δὴ οὖν ποτὲ πλησιάσας ὁ λῄσταρχος ἐπιβάλλει τε τῇ κόρῃ τὴν χεῖρα, καὶ ἀνίστασθαί τε καὶ ἕπεσθαι ἐκέλευεν. ἣ δὲ τῶν μὲν λεγομένων οὐδὲν συνιεῖσα, τὸ δὲ προσταττόμενον συμβάλλουσα, συνεφείλκετο τὸν νεανίσκον οὐδὲ αὐτὸν μεθιέντα, καὶ τὸ ξίφος ἐπιφέρουσα τοῖς στέρνοις ἑαυτὴν ἀποσφάξειν ἠπείλει, εἰ μὴ

p.8
ἀμφοτέρους ἄγοιεν. συνεὶς οὖν ὁ λῄσταρχος τὸ μέν τι τοῖς λεγομένοις, πλέον δέ τοῖς νεύμασι, καὶ ἅμα συνεργὸν ἕξειν εἰς τὰ μέγιστα τὸν νεανίαν, εἰ περισωθείη, προσδοκήσας, καταβιβάσας τόν τε ὑπασπιστὴν καὶ ἑαυτὸν τῶν ἵππων ἀνατίθεται τοὺς αἰχμαλώτους, τοὺς μὲν ἄλλους τὰ λάφυρα συσκευασαμένους ἕπεσθαι προστάξας, αὐτὸς δὲ ἐκ ποδὸς παραθέων καὶ προσανέχων, εἴ ποί τις αὐτῶν περιτρέποιτο. καὶ ἦν δόξης οὐκ ἐκτὸς τὸ γινόμενον: δουλεύειν ὁ ἄρχων ἐφαίνετο, καὶ ὑπηρετεῖσθαι ὁ κρατῶν τοῖς ἑαλωκόσιν ᾑρεῖτο, οὕτως εὐγενείας ἔμφασις καὶ κάλλους ὄψις καὶ λῃστρικὸν ἦθος οἶδεν ὑποτάττειν, καὶ κρατεῖν καὶ τῶν αὐχμηροτέρων δύναται.

παραμείψαντες οὖν ὅσον δύο στάδια τὸν αἰγιαλόν, ἐκτραπέντες εὐθὺ τοῦ ὄρους πρὸς τὰ ὄρθια ἐχώρουν, τὴν θάλατταν ἐν δεξιᾷ ποιησάμενοι, καὶ ὑπερβάντες χαλεπῶς τὰς ἀκρωρείας ἐπί τινα λίμνην κατὰ θατέραν τοῦ ὄρους πλευρὰν ὑποτείνουσαν ἠπείγοντο. ἦν δὲ τοιάδε τις. Βουκόλια μὲν σύμπας κέκληται πρὸς Αἰγυπτίων ὁ τόπος, ἔστι δὲ κοιλὰς τῆς αὐτόθι γῆς, τοῦ Νείλου ὑπερεκχύσεις τινὰς ὑποδεχομένη καὶ λίμνη γινομένη, τὸ μὲν κατὰ μέσου βάθος ἄπειρος, ἐπὶ δὲ τὰς ἄκρας εἰς ἕλος ἀποτελευτῶσα: ὃ γὰρ ταῖς θαλάτταις αἰγιαλοί, τοῦτο ταῖς λίμναις τὰ ἕλη γίνεται. ἐν δὴ τούτοις ὅσον Αἰγυπτίων λῃστρικὸν πολιτεύεται. ὃ μὲν ἐπὶ γῆς ὀλίγης, εἴ πῄ τις ὑπερέχει τοῦ ὕδατος, καλύβην πηξάμενος, ὃ δὲ ἐπὶ σκάφους βιοτεύει, πορθμεῖον τὸ αὐτὸ καὶ οἰκητήριον ἔχων. ἐπ̓ αὐτοῦ μὲν αὐτοῖς αἱ γυναῖκες ἐριθεύουσιν, ἐπ̓ αὐτοῦ δὲ ἀποτίκτουσιν. ἐπὰν δὲ γένοιτο παιδίον, τὰ μὲν πρῶτα τῷ μητρῴῳ γάλακτι, τὰ δὲ ἀπὸ τούτου τοῖς ἀπὸ τῆς λίμνης ἰχθύσι πρὸς ἥλιον ὀπτωμένοις ἐκτρέφει. ἕρπειν δὲ ὀρεγόμενον εἰ αἴσθοιτο,

p.9
ἱμάντα τῶν σφυρῶν ἐξάψας, ὅσον ἐπ̓ ἄκρου τοῦ σκάφους ἢ τῆς καλιᾶς προβαίνειν ἐπέτρεψε, καινόν τινα χειραγωγὸν αὐτῷ τὸν δεσμὸν τοῦ ποδὸς ἐπιστήσας.

καί πού τις βουκόλος ἀνὴρ ἐτέχθη τε ἐν τῇ λίμνῃ καὶ τροφὸν ἔσχε ταύτην, καὶ πατρίδα τὴν λίμνην ἐνόμισεν. ἱκανὴ δὲ φρούριον ἰσχυρὸν εἶναι λῃσταῖς. διὸ καὶ συρρεῖ ἐπ̓ αὐτὴν ὁ τοιοῦτος βίος, τῷ μὲν ὕδατι πάντες ὅσα τείχει χρώμενοι, τὸν δὲ πολὺν κατὰ τὸ ἕλος κάλαμον ἀντὶ χαρακώματος προβεβλημένοι: σκολιὰς γάρ τινας ἀτραποὺς τεμόμενοι καὶ πολλοῖς ἑλιγμοῖς πεπλανημένας, καὶ σφίσι μὲν διὰ τὴν γνῶσιν ῥᾴστους τοῖς δ̓ ἄλλοις ἀπόρους τοὺς διέκπλους κατασκευάσαντες, μέγιστον ὀχύρωμα πρὸς τὸ μὴ ἄν τι παθεῖν ἐξ ἐπιδρομῆς ἐμηχανήσαντο.

καὶ τὰ μὲν κατὰ τὴν λίμνην καὶ τοὺς ἐνοικοῦντας αὐτῇ βουκόλους ὧδέ πως ἔχει: ἤδη δὲ ἡλίου πρὸς δυσμὰς ἰόντος ἀφικνοῦνται ἐπ̓ αὐτὴν οἱ ἀμφὶ τὸν λῄσταρχον. καὶ οἳ μὲν τῶν τε ἵππων ἀπεβίβαζον τοὺς νέους, καὶ τὴν λείαν ἐνετίθεντο τοῖς σκάφεσιν: ὁ δὲ πολὺς τῶν κατὰ χώραν μεινάντων λῃστῶν ὅμιλος, ἄλλος ἄλλοθεν τοῦ ἕλους ἐκδὺς ἀνεφαίνετο, καὶ συνέθεον καὶ τὸν λῄσταρχον οἱονεὶ βασιλέα τινὰ ἑαυτῶν προσαπαντῶντες ὑπεδέχοντο. τῶν δὲ λαφύρων τὸ πλῆθος ὁρῶντες, καὶ τὸ κάλλος τῆς κόρης θεσπέσιόν τι χρῆμα περισκοποῦντες, ἱερά τινα ἢ ναοὺς πολυχρύσους ἀποσεσυλῆσθαι παρὰ τῶν ὁμοτέχνων ὑπελάμβανον, προσαφῃρῆσθαι δὲ καὶ τὴν ἱέρειαν αὐτήν, ἢ καὶ αὐτὸ ἔμπνουν μετῆχθαι τὸ ἄγαλμα διὰ τῆς κόρης ὑπ̓ ἀγροικίας εἴκαζον: καὶ πολλὰ τὸν λῄσταρχον τῆς ἀνδραγαθίας εὐφημοῦντες, ἐπὶ τὴν οἴκησιν αὐτοῦ παρέπεμπον. ἣ δὲ νησίδιον ἦν ἄπωθεν τῶν ἄλλων, εἰς καταγώγιον μόνῳ σὺν ὀλίγοις τοῖς περὶ αὐτὸν ἀποτετμημένον. ἐνταῦθα ὡς κατήχθη, τοὺς

p.10
μὲν πολλοὺς οἴκαδε ἀπιέναι προσέταττεν, εἰς τὴν ὑστεραίαν ἅπαντας ἥκειν ὡς αὑτὸν ἐπιστείλας: αὐτὸς δὲ σὺν ὀλίγοις τοῖς εἰωθόσιν ὑπολειφθείς, καὶ δείπνου πρὸς βραχὺ τοῖς τ̓ ἄλλοις μεταδοὺς καὶ αὐτὸς μεταλαβών, τοὺς μὲν νέους Ἕλληνί τινι παραδίδωσι νεανίσκῳ, οὐ πρὸ πολλοῦ παῤ αὐτοῖς αἰχμαλώτῳ γεγονότι, τοῦ διαλέγεσθαι ἕνεκεν, καλύβην τῆς ἑαυτοῦ πλησίον ἀποκληρώσας, τά τε ἄλλα ἐπιμεληθῆναι τοῦ νέου προστάξας καὶ τὴν κόρην ἀνύβριστον ἀπὸ πάντων διαφυλάττειν, αὐτὸς δὲ καμάτῳ τε τῆς ὁδοιπορίας βαρούμενος καὶ φροντίδι τῶν παρόντων συνεχόμενος πρὸς ὕπνον ἐτέτραπτο.