Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

Ἡμέρας ἄρτι διαγελώσης καὶ ἡλίου τὰς ἀκρωρείας καταυγάζοντος ἄνδρες ἐν ὅπλοις λῃστρικοῖς ὄρους ὑπερκύψαντες, ὃ δὴ κατ̓ ἐκβολὰς τοῦ Νείλου καὶ στόμα τὸ καλούμενον Ἡρακλεωτικὸν, ὑπερτείνει, μικρὸν ἐπιστάντες τὴν ὑποκειμένην θάλατταν ὀφθαλμοῖς ἐπήρχοντο, καὶ τῷ πελάγει τὰς ὄψεις τὸ πρῶτον ἐπαφέντες, ὡς οὐδὲν ἄγρας λῃστρικῆς ἐπηγγέλλετο μὴ πλεόμενον, ἐπὶ τὸν πλησίον αἰγιαλὸν τῇ θέᾳ κατήγοντο. καὶ ἦν τὰ ἐν αὐτῷ τοιάδε. ὁλκὰς ἀπὸ πρυμνησίων ὥρμει, τῶν, μὲν ἐμπλεόντων χηρεύουσα φόρτου δὲ πλήθουσα. καὶ τοῦτο παρῆν συμβάλλειν καὶ τοῖς πόρρωθεν: τὸ γὰρ ἄχθος ἄχρι καὶ ἐπὶ τρίτον ζωστῆρα τῆς νεὼς τὸ ὕδωρ ἀνέθλιβεν. ὁ δὲ αἰγιαλός, μεστὰ πάντα σωμάτων νεοσφαγῶν, τῶν μὲν ἄρδην ἀπολωλότων τῶν δὲ ἡμιθνήτων καὶ μέρεσι τῶν σωμάτων ἔτι σπαιρόντων, ἄρτι πεπαῦσθαι τὸν πόλεμον κατηγορούντων. ἦν δὲ οὐ πολέμου καθαροῦ τὰ φαινόμενα σύμβολα, ἀλλ̓ ἀναμέμικτο καὶ εὐωχίας οὐκ εὐτυχοῦς ἀλλ̓ εἰς τοῦτο ληξάσης ἐλεεινὰ λείψανα, τράπεζαι τῶν ἐδεσμάτων ἔτι πλήθουσαι, καὶ ἄλλαι πρὸς τῇ γῇ τῶν κειμένων ἐν χερσίν, ἀνθ̓ ὅπλων ἐνίοις παρὰ τὴν μάχην γεγενημέναι: ὁ γὰρ πόλεμος ἐσχεδίαστο. ἕτεραι δὲ ἄλλους ἔκρυπτον, ὡς ᾤοντο, ὑπελθόντας. κρατῆρες ἀνατετραμμένοι, καὶ χειρῶν ἔνιοι τῶν ἐσχηκότων ἀπορρέοντες, τῶν μὲν πινόντων τῶν δὲ ἀντὶ λίθων κεχρημένων: τὸ γὰρ αἰφνίδιον τοῦ κακοῦ τὰς χρείας ἐκαινοτόμει καὶ βέλεσι κεχρῆσθαι τοῖς ἐκπώμασιν ἐδίδασκεν. ἔκειντο δὲ ὃ μὲν πελέκει τετρωμένος,

p.4
ὃ δὲ κάχληκι βεβλημένος αὐτόθεν ἀπὸ τῆς ῥαχίας πεπορισμένῳ, ἕτερος ξύλῳ κατεαγώς, ὃ δὲ δαλῷ κατάφλεκτος, καὶ ἄλλος ἄλλως, οἱ δὲ πλεῖστοι βελῶν ἔργον καὶ τοξείας γεγενημένοι. καὶ μυρίον εἶδος ὁ δαίμων ἐπὶ μικροῦ τοῦ χωρίου διεσκεύασεν, οἶνον αἵματι μιάνας καὶ συμποσίοις πόλεμον ἐπιστήσας, φόνους καὶ πότους, σπονδὰς καὶ σφαγὰς ἐπισυνάψας, καὶ τοιοῦτον θέατρον λῃσταῖς Αἰγυπτίοις ἐπιδείξας. οἳ γὰρ δὴ κατὰ τὸ ὄρος θεωροὺς ἑαυτοὺς τῶνδε καθίσαντες οὐδὲ συνιέναι τὴν σκηνὴν ἐδύναντο, τοὺς μὲν ἑαλωκότας ἔχοντες, οὐδαμοῦ δὲ τοὺς κεκρατηκότας ὁρῶντες, καὶ τὴν μὲν νίκην λαμπρὰν τὰ λάφυρα δὲ ἀσκύλευτα, καὶ τὴν ναῦν μόνην, ἀνδρῶν μὲν ἔρημον, τἆλλα δὲ ἄσυλον ὥσπερ ὑπὸ πολλῶν φρουρουμένην καὶ ὥσπερ ἐν εἰρήνῃ σαλεύουσαν. ἀλλὰ καίπερ τὸ γεγονὸς ὅ τι ποτέ ἐστιν ἀποροῦντες, εἰς τὸ κέρδος ἔβλεπον καὶ τὴν λείαν. ἑαυτοὺς οὖν νικητὰς ἀποδείξαντες ὥρμησαν.

ἤδη δὲ αὐτοῖς κεκινηκόσιν ἄπωθεν μικρὸν τῆς νεὼς καὶ τῶν κειμένων θέαμα προσπίπτει τῶν προτέρων ἀπορώτερον. κόρη καθῆστο ἐπὶ πέτρας, ἀμήχανόν τι κάλλος, καὶ θεὸς εἶναι ἀναπείθουσα, τοῖς μὲν παροῦσι περιαλγοῦσα, φρονήματος δὲ εὐγενοῦς ἔτι πνέουσα. δάφνῃ τὴν κεφαλὴν ἔστεπτο, καὶ φαρέτραν τῶν ὤμων ἐξῆπτο, καὶ τῷ λαιῷ βραχίονι τὸ τόξον ὑπεστήρικτο: ἡ λοιπὴ δὲ χεὶρ ἀφροντίστως ἀπῃωρεῖτο. μηρῷ δὲ τῷ δεξιῷ τὸν ἀγκῶνα θατέρας χειρὸς ἐφεδράζουσα, καὶ τοῖς δακτύλοις τὴν παρειὰν ἐπιτρέψασα, κάτω νεύουσα καί τινα προκείμενον ἔφηβον περισκοποῦσα τὴν κεφαλὴν ἀνεῖχεν. ὃ δὲ τραύμασι μὲν κατῄκιστο, καὶ μικρὸν ἀναφέρειν ὥσπερ ἐκ βαθέος ὕπνου τοῦ παῤ ὀλίγον θανάτου κατεφαίνετο, ἤνθει δὲ καὶ ἐν τούτοις ἀνδρείῳ τῷ κάλλει, καὶ ἡ παρειὰ καταρρέοντι τῷ αἵματι φοινιττομένη

p.5
λευκότητι πλέον ἀντέλαμπεν. ὀφθαλμοὺς δὲ ἐκείνου οἱ μὲν πόνοι κατέσπων, ἡ δὲ ὄψις τῆς κόρης ἐφ̓ ἑαυτὴν ἀνεῖλκε, καὶ τοῦτο ὁρᾶν αὐτοὺς ἠνάγκαζεν, ὅτι ἐκείνην ἑώρων. ὡς δὲ πνεῦμα συλλεξάμενος καὶ βύθιόν τι ἀσθμήνας λεπτὸν ὑπεφθέγξατο, καὶ ὦ γλυκεῖα ἔφη, σώζῃ μοι ὡς ἀληθῶς, ἢ γέγονας καὶ αὐτὴ τοῦ πολέμου πάρεργον, οὐκ ἀνέχῃ δὲ ὅμως οὐδὲ μετὰ θάνατον ἀποστατεῖν ἡμῶν, ἀλλὰ φάσμα τὸ σὸν καὶ ψυχὴ τὰς ἐμὰς περιέπει τύχας; ἐν σοί, ἔφη, τὰ ἐμά, ἡ κόρη, σώζεσθαί τε καὶ μή. τοῦτο γοῦν, ὁρᾷς; δείξασα ἐπὶ τῶν γονάτων ξίφος, εἰς δεῦρο ἤργησεν ὑπὸ τῆς σῆς ἀναπνοῆς ἐπεχόμενον. καὶ ἅμα λέγουσα ἣ μὲν τῆς πέτρας ἀνέθορεν, οἳ δὲ ἐπὶ τοῦ ὄρους ὑπὸ θαύματος ἅμα καὶ ἐκπλήξεως, ὥσπερ ὑπὸ πρηστῆρος τῆς ὄψεως βληθέντες, ἄλλος ἄλλον ὑπεδύετο θάμνον: μεῖζον γάρ τι καὶ θειότερον αὐτοῖς ὀρθωθεῖσα ἔδοξε, τῶν μὲν βελῶν τῇ ἀθρόᾳ κινήσει κλαγξάντων, χρυσοϋφοῦς δὲ τῆς ἐσθῆτος πρὸς τὸν ἥλιον ἀνταυγαζούσης, καὶ τῆς κόμης ὑπὸ τῷ στεφάνῳ βακχεῖον σοβουμένης καὶ τοῖς νώτοις πλεῖστον ὅσον ἐπιτρεχούσης. τοὺς μὲν ταῦτα ἐξεδειμάτου, καὶ πλέον τῶν ὁρωμένων ἡ τῶν γενομένων ἄγνοια. οἳ μὲν γὰρ θεόν τινα ἔλεγον, καὶ θεὸν Ἄρτεμιν ἢ τὴν ἐγχώριον Ἶσιν, οἳ δὲ ἱέρειαν ὑπό του θεῶν ἐκμεμηνυῖαν καὶ τὸν ὁρώμενον πολὺν φόνον ἐργασαμένην. καὶ οἳ μὲν ταῦτα ἐγίνωσκον, τὰ ὄντα δὲ οὔπω ἐγίνωσκον: ἣ δὲ ἀθρόον κατενεχθεῖσα ἐπὶ τὸν νεανίαν, καὶ πανταχόθεν αὐτῷ περιχυθεῖσα, ἐδάκρυεν ἐφίλει κατέματτεν ἀνῴμωζεν, ἠπίστει κατέχουσα. ταῦτα ὁρῶντες οἱ Αἰγύπτιοι πρὸς ἑτέρας ἐννοίας τὴν γνώμην μετέβαλον, καὶ ποῦ ταῦτα ἄν εἴη θεοῦ τὰ ἔργα; λέγοντες, ποῦ δ̓ ἂν νεκρὸν σῶμα φιλοίη δαίμων οὕτω περιπαθῶς; τολμᾶν ἑαυτοῖς παρεκελεύοντο, καὶ πορευθέντες ἐγγύθεν λαμβάνειν τὴν
p.6
τῶν ἀληθῶν γνῶσιν. ἀναλαβόντες οὖν ἑαυτοὺς καταθέουσι καὶ τὴν κόρην ἔτι πρὸς τοῖς τραύμασιν οὖσαν τοῦ νεανίου καταλαμβάνουσι. καὶ ἐπιστάντες ὄπισθεν εἶχον ἑαυτούς, οὔτε τι λέγειν οὔτε τι πράττειν ἀποθαρροῦντες. κτύπου δὲ περιηχήσαντος, καὶ τῆς ἐξ αὐτῶν σκιᾶς τοῖς ὀφθαλμοῖς παρεμπεσούσης, ἀνένευσεν ἡ κόρη, καὶ ἰδοῦσα αὖθις ἐπένευσε, πρὸς μὲν τὸ ἄηθες τῆς χροιᾶς καὶ τὸ λῃστρικὸν τῆς ὄψεως ἐν ὅπλοις δεικνυμένης οὐδὲ κατὰ μικρὸν ἐκπλαγεῖσα, πρὸς δὲ τὴν θεραπείαν τοῦ κειμένου πᾶσαν ἑαυτὴν τρέψασα. οὕτως ἄρα πόθος ἀκριβὴς καὶ ἔρως ἀκραιφνὴς τῶν μὲν ἔξωθεν προσπιπτόντων ἀλγεινῶν τε καὶ ἡδέων πάντων ὑπερφρονεῖ, πρὸς ἓν δὲ τὸ φιλούμενον καὶ ὁρᾶν καὶ συννεύειν τὸ φρόνημα καταναγκάζει.

ὡς δὲ παραμείψαντες οἱ λῃσταὶ κατὰ πρόσωπον ἔστησαν καί τι καὶ μέλλειν ἐπιχειρεῖν ἐῴκεσαν, αὖθις ἡ παῖς ἀνένευσε, καὶ μέλανας ἰδοῦσα τὴν χροιὰν καὶ τὴν ὄψιν αὐχμηρούς, εἰ μὲν εἴδωλα τῶν κειμένων ἐστέ, φησίν, οὐκ ἐν δίκῃ παρενοχλεῖτε ἡμῖν: οἱ μὲν γὰρ πλεῖστοι χερσὶ ταῖς ἀλλήλων ἀνῄρησθε, ὅσοι δὲ πρὸς ἡμῶν, ἀμύνης νόμῳ καὶ ἐκδικίας τῆς εἰς σωφροσύνην ὕβρεως πεπόνθατε. εἰ δέ τινες τῶν ζώντων ἐστέ, λῃστρικὸς μὲν ὑμῖν, ὡς ἔοικεν, ὁ βίος, εἰς καιρὸν δὲ ἥκετε. λύσατε τῶν περιεστηκότων ἀλγεινῶν, φόνῳ τῷ καθ̓ ἡμῶν δρᾶμα τὸ περὶ ἡμᾶς καταστρέψαντες. ἣ μὲν ταῦτα ἐπετραγῴδει, οἳ δὲ οὐδὲν συνιέναι τῶν λεγομένων ἔχοντες τοὺς μὲν αὐτοῦ καταλείπουσιν, ἰσχυρὰν αὐτοῖς φυλακὴν τὴν ἀσθένειαν αὐτῶν ἐπιστήσαντες, ἐπὶ δὲ τὴν ναῦν ὁρμήσαντες τὸν φόρτον ἐξήντλουν, τῶν μὲν ἄλλων ὑπερορῶντες ʽπολλὰ δὲ ἦν καὶ ποικίλἀ, χρυσοῦ δὲ καὶ ἀργύρου καὶ λίθων πολυτίμων καὶ σηρικῆς ἐσθῆτος, ὅση δύναμις ἑκάστοις, ἐκφοροῦντες. ἐπεὶ δὲ ἅλις ἔχειν

p.7
ἐδόκει, καὶ τοσαῦτα ἦν ὡς καὶ λῃστρικὴν κορέσαι πλεονεξίαν, τὴν λείαν ἐπὶ τὸν αἰγιαλὸν καταθέντες εἰς φορτία καὶ μοίρας κατενέμοντο, οὐ πρὸς τὴν ἑκάστου τῶν ληφθέντων ἀξίαν ἀλλὰ πρὸς τὸ ἴσον βάρος τὴν νέμησιν ποιούμενοι. τὰ δὲ περὶ τὴν κόρην καὶ τὸν νεανίαν τὰ δὲ περὶ τὴν κόρην καὶ τὸν νεανίαν ἐν δευτέροις πράξειν ἔμελλον.

κἀν τούτῳ πλῆθος ἕτερον ἐφίσταται λῃστρικόν, ἱππέων δύω τοῦ τάγματος ἡγουμένων. ὅπερ ὡς εἶδον οἱ πρότεροι, οὔτε χεῖρας ἀνταράμενοι οὔτε τι τῶν σύλων ἀπενεγκάμενοι, τοῦ μὴ ἐπιδιωχθῆναι ἕνεκεν, ὡς δρόμου εἶχον ἔφευγον, αὐτοὶ μὲν εἰς δέκα τὸν ἀριθμὸν ὄντες, τρὶς δὲ τοσούτους τοὺς ἐπελθόντας θεασάμενοι. καὶ οἱ μὲν ἀμφὶ τὴν κόρην δεύτερον ἤδη ἡλίσκοντο, οὐδέπω ληφθέντες: οἱ δὲ λῃσταί, πρὸς τὴν διαρπαγὴν καὶ ταῦτα σπεύδοντες, ὑπὸ τῆς τῶν ὁρωμένων ἀγνοίας ἅμα καὶ ἐκπλήξεως τέως ἀνεστέλλοντο. τοὺς μὲν γὰρ πολλοὺς φόνους ὑπὸ τῶν προτέρων γεγενῆσθαι λῃστῶν εἴκαζον, τὴν κόρην δὲ ὁρῶντες ἐν ξένῃ καὶ περιβλέπτῳ τῇ στολῇ, καὶ τῶν μὲν προσπιπτόντων φοβερῶν ὡς ἂν μηδὲ γινομένων ὑπερορῶσαν, ὅλην δὲ τοῦ νεανίου πρὸς τοῖς τραύμασιν οὖσαν καὶ ὡς ἴδιον τὸ ἐκείνου πάθος ἀλγοῦσαν, τὴν μὲν τοῦ κάλλους καὶ τοῦ φρονήματος ἐθαύμαζον, τὸν δὲ καὶ τραυματίαν ἐξεπλήττοντο: τοιοῦτος τὴν μορφὴν καὶ τοσοῦτος τὸ μέγεθος ἔκειτο, κατὰ μικρὸν ἤδη πως ἀνειληφὼς ἑαυτὸν καὶ πρὸς τὸ σύνηθες βλέμμα ἀποκαθιστάμενος.

ὄψε δὴ οὖν ποτὲ πλησιάσας ὁ λῄσταρχος ἐπιβάλλει τε τῇ κόρῃ τὴν χεῖρα, καὶ ἀνίστασθαί τε καὶ ἕπεσθαι ἐκέλευεν. ἣ δὲ τῶν μὲν λεγομένων οὐδὲν συνιεῖσα, τὸ δὲ προσταττόμενον συμβάλλουσα, συνεφείλκετο τὸν νεανίσκον οὐδὲ αὐτὸν μεθιέντα, καὶ τὸ ξίφος ἐπιφέρουσα τοῖς στέρνοις ἑαυτὴν ἀποσφάξειν ἠπείλει, εἰ μὴ

p.8
ἀμφοτέρους ἄγοιεν. συνεὶς οὖν ὁ λῄσταρχος τὸ μέν τι τοῖς λεγομένοις, πλέον δέ τοῖς νεύμασι, καὶ ἅμα συνεργὸν ἕξειν εἰς τὰ μέγιστα τὸν νεανίαν, εἰ περισωθείη, προσδοκήσας, καταβιβάσας τόν τε ὑπασπιστὴν καὶ ἑαυτὸν τῶν ἵππων ἀνατίθεται τοὺς αἰχμαλώτους, τοὺς μὲν ἄλλους τὰ λάφυρα συσκευασαμένους ἕπεσθαι προστάξας, αὐτὸς δὲ ἐκ ποδὸς παραθέων καὶ προσανέχων, εἴ ποί τις αὐτῶν περιτρέποιτο. καὶ ἦν δόξης οὐκ ἐκτὸς τὸ γινόμενον: δουλεύειν ὁ ἄρχων ἐφαίνετο, καὶ ὑπηρετεῖσθαι ὁ κρατῶν τοῖς ἑαλωκόσιν ᾑρεῖτο, οὕτως εὐγενείας ἔμφασις καὶ κάλλους ὄψις καὶ λῃστρικὸν ἦθος οἶδεν ὑποτάττειν, καὶ κρατεῖν καὶ τῶν αὐχμηροτέρων δύναται.

παραμείψαντες οὖν ὅσον δύο στάδια τὸν αἰγιαλόν, ἐκτραπέντες εὐθὺ τοῦ ὄρους πρὸς τὰ ὄρθια ἐχώρουν, τὴν θάλατταν ἐν δεξιᾷ ποιησάμενοι, καὶ ὑπερβάντες χαλεπῶς τὰς ἀκρωρείας ἐπί τινα λίμνην κατὰ θατέραν τοῦ ὄρους πλευρὰν ὑποτείνουσαν ἠπείγοντο. ἦν δὲ τοιάδε τις. Βουκόλια μὲν σύμπας κέκληται πρὸς Αἰγυπτίων ὁ τόπος, ἔστι δὲ κοιλὰς τῆς αὐτόθι γῆς, τοῦ Νείλου ὑπερεκχύσεις τινὰς ὑποδεχομένη καὶ λίμνη γινομένη, τὸ μὲν κατὰ μέσου βάθος ἄπειρος, ἐπὶ δὲ τὰς ἄκρας εἰς ἕλος ἀποτελευτῶσα: ὃ γὰρ ταῖς θαλάτταις αἰγιαλοί, τοῦτο ταῖς λίμναις τὰ ἕλη γίνεται. ἐν δὴ τούτοις ὅσον Αἰγυπτίων λῃστρικὸν πολιτεύεται. ὃ μὲν ἐπὶ γῆς ὀλίγης, εἴ πῄ τις ὑπερέχει τοῦ ὕδατος, καλύβην πηξάμενος, ὃ δὲ ἐπὶ σκάφους βιοτεύει, πορθμεῖον τὸ αὐτὸ καὶ οἰκητήριον ἔχων. ἐπ̓ αὐτοῦ μὲν αὐτοῖς αἱ γυναῖκες ἐριθεύουσιν, ἐπ̓ αὐτοῦ δὲ ἀποτίκτουσιν. ἐπὰν δὲ γένοιτο παιδίον, τὰ μὲν πρῶτα τῷ μητρῴῳ γάλακτι, τὰ δὲ ἀπὸ τούτου τοῖς ἀπὸ τῆς λίμνης ἰχθύσι πρὸς ἥλιον ὀπτωμένοις ἐκτρέφει. ἕρπειν δὲ ὀρεγόμενον εἰ αἴσθοιτο,

p.9
ἱμάντα τῶν σφυρῶν ἐξάψας, ὅσον ἐπ̓ ἄκρου τοῦ σκάφους ἢ τῆς καλιᾶς προβαίνειν ἐπέτρεψε, καινόν τινα χειραγωγὸν αὐτῷ τὸν δεσμὸν τοῦ ποδὸς ἐπιστήσας.

καί πού τις βουκόλος ἀνὴρ ἐτέχθη τε ἐν τῇ λίμνῃ καὶ τροφὸν ἔσχε ταύτην, καὶ πατρίδα τὴν λίμνην ἐνόμισεν. ἱκανὴ δὲ φρούριον ἰσχυρὸν εἶναι λῃσταῖς. διὸ καὶ συρρεῖ ἐπ̓ αὐτὴν ὁ τοιοῦτος βίος, τῷ μὲν ὕδατι πάντες ὅσα τείχει χρώμενοι, τὸν δὲ πολὺν κατὰ τὸ ἕλος κάλαμον ἀντὶ χαρακώματος προβεβλημένοι: σκολιὰς γάρ τινας ἀτραποὺς τεμόμενοι καὶ πολλοῖς ἑλιγμοῖς πεπλανημένας, καὶ σφίσι μὲν διὰ τὴν γνῶσιν ῥᾴστους τοῖς δ̓ ἄλλοις ἀπόρους τοὺς διέκπλους κατασκευάσαντες, μέγιστον ὀχύρωμα πρὸς τὸ μὴ ἄν τι παθεῖν ἐξ ἐπιδρομῆς ἐμηχανήσαντο.

καὶ τὰ μὲν κατὰ τὴν λίμνην καὶ τοὺς ἐνοικοῦντας αὐτῇ βουκόλους ὧδέ πως ἔχει: ἤδη δὲ ἡλίου πρὸς δυσμὰς ἰόντος ἀφικνοῦνται ἐπ̓ αὐτὴν οἱ ἀμφὶ τὸν λῄσταρχον. καὶ οἳ μὲν τῶν τε ἵππων ἀπεβίβαζον τοὺς νέους, καὶ τὴν λείαν ἐνετίθεντο τοῖς σκάφεσιν: ὁ δὲ πολὺς τῶν κατὰ χώραν μεινάντων λῃστῶν ὅμιλος, ἄλλος ἄλλοθεν τοῦ ἕλους ἐκδὺς ἀνεφαίνετο, καὶ συνέθεον καὶ τὸν λῄσταρχον οἱονεὶ βασιλέα τινὰ ἑαυτῶν προσαπαντῶντες ὑπεδέχοντο. τῶν δὲ λαφύρων τὸ πλῆθος ὁρῶντες, καὶ τὸ κάλλος τῆς κόρης θεσπέσιόν τι χρῆμα περισκοποῦντες, ἱερά τινα ἢ ναοὺς πολυχρύσους ἀποσεσυλῆσθαι παρὰ τῶν ὁμοτέχνων ὑπελάμβανον, προσαφῃρῆσθαι δὲ καὶ τὴν ἱέρειαν αὐτήν, ἢ καὶ αὐτὸ ἔμπνουν μετῆχθαι τὸ ἄγαλμα διὰ τῆς κόρης ὑπ̓ ἀγροικίας εἴκαζον: καὶ πολλὰ τὸν λῄσταρχον τῆς ἀνδραγαθίας εὐφημοῦντες, ἐπὶ τὴν οἴκησιν αὐτοῦ παρέπεμπον. ἣ δὲ νησίδιον ἦν ἄπωθεν τῶν ἄλλων, εἰς καταγώγιον μόνῳ σὺν ὀλίγοις τοῖς περὶ αὐτὸν ἀποτετμημένον. ἐνταῦθα ὡς κατήχθη, τοὺς

p.10
μὲν πολλοὺς οἴκαδε ἀπιέναι προσέταττεν, εἰς τὴν ὑστεραίαν ἅπαντας ἥκειν ὡς αὑτὸν ἐπιστείλας: αὐτὸς δὲ σὺν ὀλίγοις τοῖς εἰωθόσιν ὑπολειφθείς, καὶ δείπνου πρὸς βραχὺ τοῖς τ̓ ἄλλοις μεταδοὺς καὶ αὐτὸς μεταλαβών, τοὺς μὲν νέους Ἕλληνί τινι παραδίδωσι νεανίσκῳ, οὐ πρὸ πολλοῦ παῤ αὐτοῖς αἰχμαλώτῳ γεγονότι, τοῦ διαλέγεσθαι ἕνεκεν, καλύβην τῆς ἑαυτοῦ πλησίον ἀποκληρώσας, τά τε ἄλλα ἐπιμεληθῆναι τοῦ νέου προστάξας καὶ τὴν κόρην ἀνύβριστον ἀπὸ πάντων διαφυλάττειν, αὐτὸς δὲ καμάτῳ τε τῆς ὁδοιπορίας βαρούμενος καὶ φροντίδι τῶν παρόντων συνεχόμενος πρὸς ὕπνον ἐτέτραπτο.

σιγῆς δὲ τὸ ἕλος κατασχούσης καὶ νυκτὸς εἰς πρώτην φυλακὴν προελθούσης, τὴν ἐρημίαν τῶν ὀχλησόντων εὐπορίαν εἰς θρήνους οἱ περὶ τὴν κόρην ἐλάμβανον, ἀνακινούσης αὐτοῖς, οἶμαι, πλέον τὰ πάθη τῆς νυκτός, ἅτε οὐδεμιᾶς οὔτε ἀκοῆς οὔτε ὄψεως ἐφ̓ ἑαυτὴν ἀντισπώσης, ἀλλὰ μόνῳ τῷ λυποῦντι σχολάζειν ἐπιτρεπούσης. πολλὰ δὴ οὖν ἀνοιμώξασα καθ̓ ἑαυτὴν ἡ κόρη ʽκεχώριστο γάρ, τοῦτο προσταχθέν, ἐπί τινος χαμεύνης κατακεκλιμένἠ καὶ ὅσον πλεῖστον ἐπιδακρύσασα, Ἄπολλον ἔφη, ὡς λίαν ἡμᾶς καὶ πικρότερον ἀμύνῃ τῶν ἁμαρτημάτων, οὐδὲ ἱκανά σοι πρὸς τιμωρίαν τὰ παρελθόντα, στέρησις τῶν οἰκείων, καταποντιστῶν ἅλωσις, θαλασσῶν μυρίος κίνδυνος, λῃστῶν ἐπὶ γῆς ἤδη δευτέρα σύλληψις, καὶ πικρότερα τῶν ἐν πείρᾳ τὰ προσδοκώμενα. καὶ ποῖ ταῦτα στήσεις; εἰ μὲν εἰς θάνατον ἀνύβριστον, ἡδὺ τὸ τέλος, εἰ δέ με γνώσεταί τις αἰσχρῶς, ἣν μηδέπω μηδὲ Θεαγένης, ἐγὼ μὲν ἀγχόνῃ προλήψομαι τὴν ὕβριν, καθαρὰν ἐμαυτὴν ὥσπερ φυλάττω, καὶ μέχρι θανάτου φυλάξασα, καὶ καλὸν ἐντάφιον τὴν σωφροσύνην ἀπενεγκαμένη, σοῦ δὲ οὐδεὶς

p.11
ἔσται δικαστὴς πικρότερος. καὶ ἔτι λέγουσαν ἐπεῖχεν ὁ Θεαγένης, παῦε, λέγων, ὦ φιλτάτη καὶ ψυχὴ ἐμὴ Χαρίκλεια. θρηνεῖς μὲν εἰκότα, παροξύνεις δὲ πλέον ἢ δοκεῖς τὸ θεῖον: οὐ γὰρ ὀνειδίζειν ἀλλὰ παρακαλεῖν χρεών. εὐχαῖς, οὐκ αἰτίαις ἐξιλεοῦται τὸ κρεῖττον. ἣ δέ, εὖ μὲν λέγεις, σὺ δέ μοι πῶς ἔχεις; διηρώτα. ῥᾷον, ἔφη, καὶ βέλτιον ἀπὸ τῆς ἑσπέρας, ἐκ τῆς τοῦ μειρακίου θεραπείας, ἣ τὰ φλεγμαίνοντά μοι τῶν τραυμάτων ἐπεκούφισεν. ἀλλὰ καὶ μᾶλλον εἰς ἕω κουφισθήσῃ, ἔφη ὁ τὴν φρουρὰν αὐτῶν ἐπιτετραμμένος: τοιαύτην σοι ποριοῦμαι βοτάνην, ἣ διὰ τρίτης ἑνώσει τὰς πληγάς. ἔχω δὲ αὐτῆς ἔργῳ τὴν πεῖραν λαβών: ἐξ οὗ γάρ με δεῦρο αἰχμάλωτον οἵδε ἤγαγον, εἴ τίς ποτε τῶν ὑπηκόων τῷδε τῷ ἄρχοντι συμβολῆς γενομένης τραυματίας ἧκεν, οὐ πολλῶν ἐδεήθη πρὸς ἴασιν ἡμερῶν, ᾗ λέγω ταύτῃ βοτάνῃ χρησάμενος. εἰ δέ μοι μέλει τῶν ὑμετέρων, οὐκ ἄξιον ὑμῖν θαυμάζειν: τύχης τε γάρ μοι τῆς αὐτῆς ἐοίκατε κοινωνεῖν, καὶ ἅμα Ἕλληνας ὄντας οἰκτείρω καὶ αὐτὸς Ἕλλην γεγονώς. Ἕλλην; ὦ θεοί, ἐπεβόησαν ὑφ̓ ἡδονῆς ἅμα οἱ ξένοι. Ἕλλην ὡς ἀληθῶς τὸ γένος καὶ τὴν φωνήν: τάχα τις ἔσται τῶν κακῶν ἀνάπνευσις. ἀλλὰ τίνα σε χρὴ καλεῖν; ἔφη ὁ Θεαγένης. ὃ δέ, Κνήμωνα. πόθεν δὲ γνωρίζειν; Ἀθηναῖον. τύχῃ τίνι κεχρημένον; παῦε; ἔφη: τί ταῦτα κινεῖς κἀναμοχλεύεις; τοῦτο δὴ τὸ τῶν τραγῳδῶν. οὐκ ἐν καιρῷ γένοιτ̓ ἂν ἐπεισόδιον ὑμῖν τῶν ὑμετέρων τὰ ἐμὰ ἐπεισφέρειν κακά. καὶ ἅμα οὐδ̓ ἂν ἐπαρκέσειε τὸ λειπόμενον πρὸς τὸ διήγημα τῆς νυκτός, ὕπνου καὶ ταῦτα δεομένοις ὑμῖν ἀπὸ πολλῶν τῶν πόνων καὶ ἀναπαύσεως.

ἐπεὶ δὲ οὐκ ἀνίεσαν ἀλλὰ παντοίως λέγειν ἱκέτευον, μεγίστην ἡγούμενοι παραψυχὴν τὴν τῶν ὁμοίων ἀκοήν, ἄρχεται ὁ Κνήμων ἐντεῦθεν.

p.12

ἦν μοι πατὴρ Ἀρίστιππος, το μὲν γένος Ἀθηναῖος, βουλῆς δὲ τῆς ἄνω, τὴν περιουσίαν τῶν μέσων. οὗτος, ἐπειδή μοι τὴν μητέρα τελευτῆσαι συνέβη, πρὸς δευτέρους ἀπεκλίνετο γάμους, ἐπὶ μόνῳ μοι παιδὶ σαλεύειν ἐπιμεμφόμενος, καὶ τοῖς οἴκοις ἐπεισάγει γύναιον ἀστεῖον μὲν ἀλλ̓ ἀρχέκακον, ὄνομα Δημαινέτην. ὡς γὰρ τάχιστα εἰσῆλθεν, ὅλον ὑπεποιεῖτο καὶ πράττειν ὅτι βούλοιτο ἔπειθε, τῇ τε ὥρᾳ τὸν πρεσβύτην ἐπαγομένη καὶ τἆλλα ὑπερθεραπεύουσα, δεινὴ δέ; εἴπερ τις γυναικῶν, ἐφ̓ ἑαυτὴν ἐκμῆναι, καὶ τέχνην τὴν ἐπαγωγὸν ἐκτόπως ἠκριβωμένη, προόδοις τε τοὐμοῦ πατρὸς ἐπιστένουσα καὶ εἰσόδοις προστρέχουσα, καὶ βραδύνοντι μεμφομένη, καὶ ὡς ἀπώλετ̓ ἂν εἰ ὀλίγον ἐμέλλησε, καὶ περιβάλλουσα ἐφ̓ ἑκάστῳ ῥήματι, καὶ ἐπιδακρύουσα τοῖς φιλήμασιν. οἷς ἅπασιν ὁ πατήρ μου σαγηνευθεὶς ὅλην ἐκείνην καὶ ἔπνει καὶ ἔβλεπεν. ἣ δὲ κἀμὲ τὰ πρῶτα ἴσα καὶ παῖδα ὁρᾶν ἐπλάττετο, κἀν τούτῳ τὸν Ἀρίστιππον ὑποποιουμένη, καί ποτε καὶ ἐφίλησεν ἂν προσελθοῦσα, καὶ ὄνασθαί μου συνεχῶς ηὔξατο. κἀγὼ προσιέμην, τῶν μὲν ὄντων οὐδὲν ὑποπτεύων, ὅτι δὲ μητρῴαν ἐπιδείκνυται περὶ ἐμὲ θαυμάζων διάθεσιν. ἐπεὶ δὲ ἰταμώτερον προσῄει, καὶ θερμότερα ἦν τὰ φιλήματα τοῦ πρέποντος, καὶ τὸ βλέμμα τοῦ σώφρονος ἐξιστάμενον πρὸς ὑπόνοιαν ἦγεν ἤδη, τὰ πολλὰ καὶ ὑπέφευγον καὶ πλησιάζουσαν ἀπωθούμην. καὶ τὰ μὲν ἄλλα τί δεῖ μηκύνοντα ἐνοχλεῖν; τὰς πείρας ἃς καθῆκε, τὰς ὑποσχέσεις ἃς ἐπηγγείλατο, νῦν μὲν παιδίον νῦν δὲ γλυκύτατον ὀνομάζουσα, καὶ αὖθις κληρονόμον καὶ μετ̓ ὀλίγον ψυχὴν ἑαυτῆς ἀποκαλοῦσα, καὶ ἁπλῶς τὰ καλὰ τῶν ὀνομάτων τοῖς ἐπαγωγοῖς παραμιγνῦσα, καὶ οἷς τισὶ μᾶλλον προστρέχω περισκοποῦσα, ὡς ἐν μὲν τοῖς σεμνοτέροις μητέρα ἑαυτὴν ἀναπλάττουσα, ἐν δὲ

p.13
τοῖς ἀτοπωτέροις τοῦτο ἐκεῖνο λαμπρῶς ἐρωμένην ἀποφαίνουσα.

τέλος δὲ γίνεταί τι τοιοῦτον. Παναθηναίων τῶν μεγάλων ἀγομένων, ὅτε τὴν ναῦν Ἀθηναῖοι ἐπὶ γῆς τῇ Ἀθηνᾷ πέμπουσιν, ἐτύγχανον μὲν ἐφηβεύων, ᾅσας δὲ τὸν εἰωθότα παιᾶνα τῇ θεῷ καὶ τὰ νενομισμένα προπομπεύσας, ὡς εἶχον στολῆς, αὐτῇ χλαμύδι καὶ αὐτοῖς στεφάνοις ἔρχομαι οἴκαδε ὡς ἐμαυτόν. ἣ δὲ ἐπειδὴ τὸ πρῶτον εἶδεν, ἐκτὸς ἑαυτῆς γίνεται, καὶ οὐδὲ ἐσοφίστευεν ἔτι τὸν ἔρωτα, ἀλλ̓ ἀπὸ γυμνῆς τῆς ἐπιθυμίας προσέτρεχε, καὶ περιβαλοῦσα ὁ νέος Ἱππόλυτος, ὁ Θησεὺς ὁ ἐμὸς ἔλεγε. τίνα με οἴεσθε γεγενῆσθαι, ὃς καὶ νῦν ἐρυθριῶ διηγούμενος; ἀλλ̓ ἑσπέρας γενομένης ὁ μὲν πατὴρ εἰς τὸ πρυτανεῖον ἐσιτεῖτο, καὶ ὡς ἂν ἐν τοιαύτῃ πανηγύρει καὶ πότῳ πανδήμῳ καὶ διανυκτερεύειν ἔμελλεν: ἣ δὲ ἐπιγίνεταί μοι νυκτός, καὶ ἐπειρᾶτό τινος τῶν ἀθεμίτων τυγχάνειν. ὡς δὲ παντοίως ἀντεῖχον καὶ πρὸς πᾶσαν θεραπείαν καὶ ὑπόσχεσιν καὶ ἀπειλὴν ἀπεμαχόμην, βαρύ τι καὶ βύθιον στενάξασα ἀπιοῦσα ᾤχετο. καὶ μόνην ἡ παλαμναία τὴν νύκτα ὑπερθεμένη τῶν ἐπιβουλῶν τῶν εἰς ἐμὲ κατήρχετο. καὶ πρῶτον μὲν οὐδὲ διανέστη τότε τῆς εὐνῆς, ἀλλ̓ ἥκοντι τῷ πατρί, καὶ τί τοῦτο πυνθανομένῳ, μαλακῶς τε ἔχειν ἐσκήπτετο καὶ οὐδὲ ἀπεκρίνατο τὴν πρώτην. ὡς δὲ ἐνέκειτο, καὶ τί πεπόνθοι πολλάκις ἀνηρώτα, ὁ θαυμαστός, φησί, καὶ εἰς ἐμὲ νεανίας, ὁ κοινὸς ἡμῶν παῖς, ὃν ἐγὼ πλέον καὶ σοῦ πολλάκις ἠγάπησα ʽκαὶ μάρτυρες οἱ θεοἴ, κύειν με πρὸς τινῶν αἰσθόμενος, ὃ δή σε τέως ἔκρυπτον ἕως ἂν τὸ ἀσφαλὲς γνοίην, τὴν σὴν ἀπουσίαν ἐπιτηρήσας, ταῦτα δὴ τὰ εἰωθότα παραινοῦσαν καὶ σωφρονεῖν παρακελευομένην, μηδὲ πρὸς ἑταίραις ἔχειν τὸν νοῦν καὶ μέθαις ʽοὐ γάρ με ἐλάνθανεν οὕτως ἔχων,

p.14
σοὶ δὲ οὐκ ἔφραζον, μή τινα λάβοιμι μητρυιᾶς ὑπόνοιαν̓, ταῦτα λέγουσαν μόνην πρὸς μόνον τοῦ μὴ ἐρυθριᾶν αὐτὸν ἕνεκεν, τὰ μὲν ἄλλα ὅσα σέ τε κἀμὲ περιύβρισεν αἰσχύνομαι λέγειν, λὰξ δὲ κατὰ τῆς γαστρὸς ἐναλόμενος οὕτως ἔχειν ὡς ὁρᾷς διέθηκεν.

ταῦτα ὡς ἤκουσεν, οὐκ εἶπεν, οὐκ ἠρώτησεν, οὐκ ἀπολογίαν προύθηκεν, ἀλλὰ πιστεύων μηδὲν ἂν ψεύσασθαι κατ̓ ἐμοῦ τὴν οὕτω περὶ ἐμὲ διακειμένην, εὐθὺς ὡς εἶχε, κατά τι μέρος τῆς οἰκίας περιτυχών, οὐδὲν εἰδότα πύξ τε ἔπαιε, καὶ παῖδας προσκαλεσάμενος μάστιξιν ᾐκίζετο, μηδὲ τὸ κοινὸν δὴ τοῦτο διότι ξαινοίμην γινώσκοντα, ὡς δὲ ἐνεπέπληστο τῆς ὀργῆς, ἀλλὰ νῦν γε ἔφην, ὦ πάτερ, εἰ καὶ μὴ πρότερον, δίκαιος ἂν εἴην τὴν αἰτίαν τῶν πληγῶν μανθάνειν. ὃ δὲ μᾶλλον παροξυνθεὶς ὢ τῆς εἰρωνείας φησί: τὰς πράξεις αὑτοῦ τὰς ἀνοσίας παῤ ἐμοῦ βούλεται μανθάνειν. καὶ ἀποστραφεὶς ἐπὶ τὴν Δημαινέτην ἔσπευδεν.

ἣ δέ ʽοὔπω γὰρ κεκόρεστὀ δευτέρας ἐπιβουλῆς κατ̓ ἐμοῦ τοιᾶσδε ἥπτετο. Θίσβη παιδισκάριον ἦν αὐτῇ, ψάλλειν τε πρὸς κιθάραν ἐπιστάμενον καὶ τὴν ὄψιν οὐκ ἄωρον. τοῦτο ἐπ̓ ἐμὲ καθίησιν, ἐρᾶν μου δῆθεν προστάξασα. καὶ ἤρα παραχρῆμα ἡ Θίσβη, καὶ ἡ πολλάκις πειρῶντά με ἀπωσαμένη τότε παντοίως ἐφείλκετο βλέμμασι νεύμασι συνθήμασιν. ἐγὼ δὲ ὁ μάταιος ἄθροον καλὸς γεγενῆσθαι ἐπεπείσμην, καὶ τέλος ἐπὶ τὸν θάλαμον ἐλθοῦσαν νυκτὸς ὑπεδεχόμην. ἣ δὲ καὶ αὖθις ἐπανῆκε καὶ πάλιν, καὶ τοῦ λοιποῦ συνεχῶς ἐφοίτα. ἐπεὶ δέ ποτε φυλάττεσθαι αὐτῇ τὰ πολλὰ παρῄνουν, μὴ γνωσθείη παρὰ τῆς δεσποίνης, ὦ Κνήμων ἔφη, ὡς λίαν ἁπλοϊκός τις εἶναί μοι δοκεῖς: εἰ γὰρ ἐμὲ θεράπαιναν οὖσαν καὶ ἀργυρώνητον ἡγῇ χαλεπὸν εἶναι σοὶ προσομιλοῦσαν ἁλῶναι, τίνος ἂν ἐκείνην ἀξίαν εἴποις τιμωρίας,

p.15
ἣ καὶ εὐγενὴς εἶναι φάσκουσα καὶ νόμῳ τὸν συνοικοῦντα ἔχουσα, καὶ θάνατον τὸ τέλος τοῦ παρανομήματος γινώσκουσα, μοιχᾶται; παῦε, ἔφην: οὐ γὰρ ἔχω σοι πιστεύειν. καὶ μήν, εἴ σοι δόξειεν, ἐπ̓ αὐτοφώρῳ παραδώσω τὸν μοιχόν. εἰ γὰρ οὕτω βουληθείης, ἔφην. καὶ μὴν βουλήσομαί γε, ἀπεκρίνατο, δοῦ τε ἕνεκεν οὕτω πρὸς αὐτῆς περιυβρισμένου, καὶ ἐμαυτῆς δὲ οὐκ ἔλαττον, ἣ πάσχω τὰ ἔσχατα, ἐφ̓ ἑκάστης ζηλοτυπίαν ματαίαν ἐκείνης ἐπ̓ ἐμὲ γυμναζούσης. ἀλλ̓ ὅπως ἀνὴρ ἔσῃ καταλαβών.

ἐπεὶ δὲ οὕτως ἕξειν ὑπεσχόμην, τότε μὲν ἀπιοῦσα ᾤχετο, τρίτῃ δὲ ὕστερον νυκτὶ καθεύδοντά με ἐξανίστησι, καὶ τὸν μοιχὸν ἔνδον εἶναι κατεμήνυε, τὸν πατέρα μὲν εἰς ἀγρὸν αἰφνιδίου τινὸς χρείας καλούσης πεπορεῦσθαι λέγουσα, τὸν δέ, οὕτω συγκείμενον αὐτῷ πρὸς τὴν Δημαινέτην, ἄρτι παρεισδεδυκέναι. προσήκειν δὲ καὶ πρὸς ἄμυναν εὐτρεπίζεσθαι καὶ ξιφήρη ποιεῖσθαι τὴν ἔφοδον τοῦ μὴ διαδρᾶναι τὸν ὑβριστήν. ἐποίουν οὕτως, καὶ λαβὼν ἐγχειρίδιον, τῆς Θίσβης ἡγουμένης καὶ δᾷδας προαπτούσης, ἐπὶ τὸν θάλαμον ᾔειν. ἐπεὶ δὲ ἐπέστην, λύχνου τέ τινος ἔνδοθεν αὐγὴ διεξέπιπτε, καὶ τὰς θύρας ἐπικειμένας, ὡς ὀργῆς εἶχον, ἐρραγεὶς ἀνοίγω. καὶ εἰσδραμών, ποῦ ποτὲ ὁ ἀλιτήριος, ἐβόων, ὁ λαμπρὸς τῆς πάντα σωφρονούσης ἐρώμενος; καὶ ἅμα λέγων ἐπῄειν ὡς ἄμφω διαχειρισόμενος. ἐκ δὲ τῆς εὐνῆς ὁ πατήρ, ὦ θεοί, περιτραπεὶς προσπίπτει μου τοῖς γόνασι, καὶ ὦ τέκνον, ἐπίσχες μικρόν, ἔλεγεν: οἴκτειρον τὸν γεννήσαντα φεῖσαι πολιῶν αἵ σε ἀνέθρεψαν. ὑβρίσαμέν σε, ἀλλ̓ οὐ μέχρι θανάτου τιμωρητέοι. μὴ γίνου τῆς ὀργῆς ὅλος, μηδὲ φόνῳ πατρῴῳ χεῖρας μιάνης τὰς σάς. ὃ μὲν ταῦτα καὶ ἕτερα πρὸς τούτοις ἐλεεινῶς ἱκέτευεν, ἐγὼ δὲ ὥσπερ

p.16
τυφῶνι βληθείς, αὖος ἀπόπληκτος εἱστήκειν. τὴν Θίσβην περιέβλεπον, οὐκ οἶδ̓ ὅπως ἑαυτὴν ὑποστείλασαν: τὴν κλίνην καὶ τὸν θάλαμον ἐν κύκλῳ περιεσκόπουν, εἰπεῖν τι διαπορῶν, πρᾶξαι ἀμηχανῶν. ἐκπίπτει μου καὶ τὸ ξίφος τῶν χειρῶν. καὶ τὸ μὲν ἡ Δημαινέτη προσδραμοῦσα σπουδαίως ἀνήρπασεν: ὁ δὲ πατὴρ ἐν τῷ ἀκινδύνῳ γεγονὼς ἐπιβάλλει τέ μοι τὰς χεῖρας καὶ δεσμεῖν ἐκέλευε, πολλὰ τῆς Δημαινέτης παροξυνούσης, καὶ οὐ ταῦτα ἦν ἃ προηγόρευον; βοώσης, ὡς φυλάττεσθαι προσήκει τὸ μειράκιον, ὡς ἐπιβουλεύσει καιροῦ λαβόμενον; ἑώρων τὸ βλέμμα, συνίην τῆς διανοίας. ὃ δὲ προηγόρευες εἰπών, ἀλλ̓ ἠπίστουν, τότε μὲν ἐν δεσμοῖς εἶχε, λέγειν τι βουλομένῳ τῶν ὄντων καὶ φράζειν οὐκ ἐπιτρέψας.

ἅμα δὲ τῇ ἕω λαβὼν οὕτως ὡς εἶχον δεσμῶν, ἐπὶ τὸν δῆμον ἦγε, καὶ τῆς κεφαλῆς κόνιν καταχεάμενος, οὐκ ἐπὶ τοιαύταις μὲν ἐλπίσιν, ὦ Ἀθηναῖοι, τόνδε ἀνέτρεφον, ἔλεγεν, ἀλλὰ τοῦ γήρως τοὐμοῦ βακτηρίαν ἔσεσθαι προσδοκῶν, ἐπειδὴ τάχιστά μοι ἐγένετο, ἐλευθερίου τε τροφῆς μεταδοὺς καὶ τὰ πρῶτα τῶν γραμμάτων διδαξάμενος, εἰς τοὺς φράτορας καὶ γεννήτας εἰσαγαγών, εἰς ἐφήβους ἐγγράψας, πολίτην ὑμέτερον κατὰ τοὺς νόμους ἀποφήνας, πάντα τὸν βίον ἐπὶ τούτῳ τὸν ἐμὸν ἐσάλευον. ἐπεὶ δὲ τούτων ἁπάντων λήθην λαβὼν ἐμὲ μὲν ὕβρισε τὰ πρῶτα, καὶ πληγαῖς ταυτηνὶ τὴν κατὰ νόμους συνοικοῦσάν μοι ᾐκίσατο, τέλος δὲ καὶ ξιφήρης νύκτωρ ἐπῆλθε, καὶ παρὰ τοσοῦτον γέγονε πατραλοίας παῤ ὅσον ἀντέσχεν ἡ τύχη ἀπροσδοκήτῳ φόβῳ τὸ ξίφος τῶν τούτου χειρῶν ἐκπεσεῖν παρασκευάσασα, καταπέφευγά τε πρὸς ὑμᾶς καὶ προσαγγέλλω τοῦτον, αὐτόχειρ μὲν αὐτοῦ γενέσθαι κατὰ τοὺς νόμους ἐξὸν οὐ ʽ??ʼληθείς, ὑμῖν δὲ τὸ πᾶν καταλιπών, νόμῳ βέλτιον

p.17
ἡγούμενος ἢ φόνῳ παιδὸς τὴν δίκην λαμβάνειν. καὶ ἅμα ἐπεδάκρυεν. ἐπεκώκυε δὲ καὶ ἡ Δημαινέτη, καὶ περιαλγεῖν ἐπ̓ ἐμοὶ δῆθεν ἐπεδείκνυτο, τὸν ἄθλιον ἀποκαλοῦσα, τὸν ἐν δίκῃ μὲν ἀλλὰ πρὸ ὥρας τεθνηξόμενον, τὸν ὑπὸ δαιμόνων ἀλαστόρων ἐπὶ τοὺς γεννήσαντας ἐλαθέντα, οὐ θρηνοῦσα μᾶλλον ἢ καταμαρτυροῦσα τοῖς θρήνοις, καὶ ὡς ἀληθῆ τὴν κατηγορίαν βεβαιοῦσα τοῖς γόοις. ἐπεὶ δὲ μεταδοῦναι κἀμοὶ λόγων ἠξίουν, ὁ γραμματεὺς προσελθὼν ἠρώτα στενὸν ἐρώτημα, εἰ τῷ πατρὶ ξιφήρης ἐπῆλθον. ἐμοῦ δέ ἐπῆλθον μέν εἰπόντος, ἀλλ̓ ὅπως, ἀκούσατε, ἀνεβόησαν ἅπαντες, καὶ οὐδὲ ἀπολογίας μοι μετεῖναι κρίναντες οἳ μὲν λίθοις βαλεῖν, οἳ δὲ τῷ δημίῳ παραδιδόναι καὶ ὠθεῖσθαι εἰς τὸ βάραθρον ἐδοκίμαζον. ἐμοῦ δὲ παρὰ πάντα τὸν θόρυβον καὶ τὸν χρόνον ὃν περὶ τῆς τιμωρίας διεχειροτόνουν, ὦ μητρυιά βοῶντος, διὰ μητρυιὰν ἀναιροῦμαι, μητρυιά με ἄκριτον ἀπόλλυσι, προσέστη τοῖς πολλοῖς τὸ λεγόμενον καὶ εἰσῄει τῶν ὄντων ὑποψία. καὶ ἠκούσθην μὲν οὐδὲ τότε: προκατείληπτο γὰρ ὁ δῆμος ἀκαταπαύστῳ θορύβῳ: