Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(9)τοὺς δὲ ναυτιῶντας καὶ πλαδῶντας ὁμοίως τὸν στόμαχον καὶ ἐξεμοῦντας ἵστησι πινόμενα· ἄλφιτα σὺν οἴνῳ, ἀμύγδαλα γλυκέα πρόσφατα σὺν τῷ λέπει ἐσθιόμενα, ἀγρώστεως τῆς ἐν Παρνασσῷ σπέρμα, κύμινον Αἰθιοπικόν, ἀνήθου σπέρμα· πολυγόνου χυλός, καὶ κιχόριον ἐσθιόμενον καὶ σέρις, καὶ ὁ χυλὸς πινόμενος·

σισύμβριον ἡ καρδαμίνη λεγομένη πινομένη, θέρμοι γλυκεῖς λεῖοι σὺν ὄξει ποθέντες, θρίδακες ἄπλυτοι ἐσθιόμεναι καὶ τὸ σπέρμα πινόμενον μετὰ ὕδατος, σόγχου ὁμοίως, ἴου ἄνθος μετὰ ὕδατος, κόστου 〈· α′ μετ’ οἴνου· κοχλίου χερσαίου Λιβυκοῦ σὰρξ ὅλη καταποθεῖσα νήστεσιν καὶ ἀλγήματα παύει στομάχου, προεσθιόμενοι δὲ ἔνωμοι δύο ἢ τρεῖς ἡμέρας τὸ αὐτὸ ποιοῦσιν·

ποιεῖ δὲ καὶ σὺν τῷ ὀστράκῳ ὅλος καταποθεὶς τοῦ ὀστράκου περιπασθέντος, γίγαρτα φρυκτὰ ἀντὶ ἀλφίτων ἐπιπασσόμενα, γλήχων καταπλασθεῖσα ἐξ ὀξυκράτου, κύμινον σὺν ὀξυκράτῳ πινόμενον 〈ἢ〉 σὺν ὄξει· λαπάθου 〈ἀγρίου〉 σπέρματος ὀβολοὶ δύο ἢ τρεῖς, ἀκακία μετὰ ὕδατος, λίθος ὁ ἐν τῇ Σαμίᾳ γῇ εὑρισκόμενος, μαράθου σπέρμα ἢ χύλισμα, μάλιστα τοῖς ἀποξύνουσιν ἢ ἐμοῦσι τὴν τροφήν.