Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

διουρεῖν δὲ ποιεῖ καλαμίνθη μετ’ ὄξους καὶ πεπέρεως κηρωτῇ ἀναλημφθεῖσα καὶ ἐπὶ τὸν ὀμφαλὸν ἐπιτεθεῖσα· ποιεῖ δὲ τὸ αὐτὸ καὶ πρὸς ἰκτερικοὺς καὶ νεφριτικούς· ἢ κώδιον καταχρισθὲν ἀμόργῃ καὶ ἐπιτεθέν. ὠφελεῖ δὲ καὶ ἡ δι’ ἁλῶν καὶ ἐλαίου τρῖψις πολλὴ μειγνυμένου ποτὲ ὀριγάνου κεκομμένου καὶ σεσησμένου. ἐνίοτε δὲ καὶ καταπλάσσονται τούτοις, τῷ τε ἁλὶ καὶ τῷ ὀριγάνῳ ἴσοις γλοιοποιηθεῖσιν 〈σὺν〉 ἐλαίῳ παλαιῷ· καὶ θερμὰ δὲ καταπλάσσειν δεῖ. ὠφελεῖ καὶ ἡ διὰ τῶν πεφυσημένων καὶ ἀληλειμμένων κύστεων πλῆξις καθ’ ἡμέραν ἐπιτηδευομένη.