Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(62)καταπλασσόμενα δὲ παραλαμβάνεται ὠφελίμως ἐπὶ τῶν σπληνικῶν· ὕσσωπον μετὰ σύκων, τέφρα κληματίνη ἢ 〈ἡ ἐκ〉 γιγάρτων τέφρα σὺν ὄξει καὶ ῥοδίνῳ καὶ πηγάνῳ, χαμαικίσσου φύλλα καὶ κνίδης φύλλα μετὰ κηρωτῆς, βρυωνίας ῥίζα μετὰ σύκου καὶ ὄξους, Ἀμμωνιακὸν σὺν ὄξει καὶ κηρωτῇ στυφούσῃ·

ἄσπληνος 〈ἡ〉 πόα μετ’ ὀρόβου καταπλασσομένη, ἀγάλοχον ἐν οἴνῳ ἢ ὕδατι, ἀψίνθιον ἑψηθὲν ἐν ὄξει σὺν ἀλεύρῳ αἰρίνῳ καὶ σύκῳ, γλήχων σὺν ἁλσὶν ἴσοις, ὀρίγανον ὁμοίως· θέρμινον ἄλευρον σὺν πίσσῃ καὶ ὄξει ἑψηθέν, ἰξὸς θερμὸς ἀσβέστῳ ἀναλημφθεὶς ἢ λίθῳ Ἀσσίῳ, ἰσάτεως ἀγρίας φύλλα, καππάρεως ῥίζα, πράσιον σὺν κηρωτῇ ἢ ὠμῇ λύσει, κάρδαμον σὺν σύκοις, κισσοῦ φύλλα ἁπαλὰ καὶ οἱ κόρυμβοι λεῖοι·

λαπάθου ἀγρίου ῥίζα σὺν ὄξει, λινόσπερμον ἢ τῆλις φυραθέντα ἐν ὄξει μιγείσης καππάρεως ῥίζης ἢ μυροβαλάνου ἢ νίτρου, Κυδώνια μῆλα σὺν κηρωτῇ, μυρίκης φύλλα λεῖα σὺν ῥοδίνῳ ἢ κηρωτῇ, πόλιον σὺν ὄξει, στυπτηρία σὺν μέλιτι, κυκλάμινος μετ’ ὄξους ἑφθὴ καταχριομένη, κροκόμαγμα μετ’ ὄξους καταχριόμενον· σποδὸς ἡ ἀπὸ χαλκείου ἀναλημφθεῖσα σὺν ὄξει ἢ ῥοδίνῳ, ἄχρι γλοιωθῇ·

τῆλις καὶ νᾶπυ καὶ εὔζωμον καὶ κάρδαμον καὶ σμύρνα καὶ ἄσβεστος, ἴσα μετὰ ἰξοῦ· δεῖ δὲ

θερμαίνειν τὸν ἰξὸν καὶ οὕτως τὰ λοιπὰ μειγνύναι· [καὶ] ἄνησσον 〈καὶ〉 νίτρου ἀφρὸς καὶ ἄσβεστος, ἴσα μέλιτι ἀναλημφθέντα· ἢ τῆλις καὶ νᾶπυ καὶ εὔζωμον καὶ κάρδαμον καὶ ἄσβεστος, ἴσα σὺν μέλιτι ἢ ὄξει ἢ κονίᾳ· ἄσβεστος καὶ σμύρνα ἴσα μετ’ ἐλαίου· θέρμαινε δὲ τὸ ἔλαιον καὶ οὕτως τὰ λοιπὰ μίσγε.