Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(48) δυσεντερικοὺς 〈δὲ〉 ὠφελεῖ μὲν καὶ τὰ πρὸς κοιλιακοὺς ἀναγεγραμμένα, ἰδίως δὲ μετ’ οἴνου λαμβανόμενα ἢ στύμματός τινος ἁρμόζει· ἀγαλόχου 〈· α′, λελίσφακος, Εὐπατορίου χυλὸς καὶ ἡ πόα, πενταφύλλου χυλὸς καὶ ἡ ῥίζα ξηρά, ὑποκιστίς, πρασίου χυλός, σιδηρίτιδος τῆς Ἡρακλείας φύλλα καὶ ἡ ῥίζα, ἰτέας ῥίζα, συμφύτου ῥίζα καὶ ὁ καρπὸς καὶ 〈τὰ〉 φύλλα·

ὀξαλλίδος ὁ καρπός, νυμφαίας 〈ὁ〉 καρπός, ἀλθαίας ῥίζης ἀφέψημα, Ἀχιλλείου πόας ἀφέψημα, βάτου χυλὸς καὶ τὸ ἀφέψημα τῶν καυλῶν, γάλα ἑφθὸν αἴγειον, ἀλκέας ῥίζα, γναφάλλιον σὺν οἴνῳ αὐστηρῷ, ἐλατίνη μετὰ λινοσπέρμου ἑψηθεῖσα καὶ πινομένη, ἐλάτης μυρεψικῆς ἀπόζεμα, Εὐπατορίου σπέρματος 〈· α′

σὺν οἴνῳ, κέρατος ἐλαφείου 〈· α′ μετ’ οἴνου καὶ μέλιτος προαφηψημένου ἐκλειχομένη, 〈ἱππούριδος χυλὸς μετὰ γλυκέος〉, ἱππομαράθου σπέρματος 〈· βϛ′ ἢ 〈· ε′, ἄνθη λευκοῦ κισσοῦ σὺν οἴνῳ πινόμενα δὶς τῆς ἡμέρας·

μυρσίνης καρπὸς σὺν οἴνῳ, κλυμένου χύλισμα, λωτοῦ πρισμάτων ἀφέψημα σὺν οἴνῳ, μίλτου Λημνίας ἢ Σινωπικῆς 〈· α′ ἐν οἴνῳ, οἰνάνθη ξηρὰ πινομένη ἀντὶ ἀλφίτου, ὁλοσχοίνου καρπὸς πεφωγμένος, φιλεταιρίου ῥίζα σὺν οἴνῳ, χονδρίλης χυλός, ξυρὶς μετ’ οἴνου, φλόμου ῥίζης 〈· β′, ψυλλίου 〈· α ἐν ὕδατι, κυνεία κόπρος ξηρὰ ἐπιπασθεῖσα οἴνῳ, λαγωοῦ πυτίας 〈· α′ ἐν ὕδατι.