Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

πνεύμονος ἐλαφείου, ἀλώπεκος ἥπατος, στοιχάδος

ἴσα σὺν ὕδατι, ἢ καστόριον ἰδίᾳ μετὰ μέλιτος· ἶρις σὺν ὑσσώπῳ καὶ μελικράτῳ ἐν καταποτίῳ δίδομένη, Ἑλενίου ἀπόζεμα, σμύρνης κυάμου μέγεθος ἐν καταποτίῳ λαμβανόμενον, σμυρνίου ἀπόζεμα· θαψίας ὀποῦ ÷ ἢ χυλοῦ 〈· α′, θεῖον ἐν ᾠῷ διδόμενον· θύμου ἢ θύμβρας ἢ ὑσσώπου ἀπόζεμα ἢ αὐτὰ λεῖα μετὰ μέλιτος ἐκλειχόμενα·

ἱππούριδος χυλός, καλαμίνθης ἀπόζεμα, χαλβάνη ἀντὶ καταποτίου, Κενταυρείου τοῦ μεγάλου ῥίζης 〈· β′ σὺν οἴνῳ, κέστρου 〈· α′ σὺν οἰνομέλιτι, φοίνικος 〈· α′ μετ’ οἰνομέλιτος, κισσανθέμου 〈· α′ μετ’ οἴνου, κυπαρίσσου σφαιρία σὺν οἴνῳ, κλύμενον σὺν ὀξυκράτῳ· χαμαισύκη πινομένη παύει τοὺς παροξυσμούς· μελάνθιον πινόμενον μετὰ νίτρου. ἢ μελισσοφύλλου χυλὸς ἐκλειχόμενος, ἢ Κυδωνίων πεπείρων χυλός·

ὀπόφυλλον μετὰ πράσου καὶ ὄξους, οὖρον παιδὸς ἀφθόρου καταρροφούμενον, πευκεδάνου ῥίζης ἀπόζεμα καὶ ὀπός, περικλυμένου φύλλων χυλός, πηγάνου ἀγρίου σπέρμα μετὰ μελικράτου, πίσσα ὑγρὰ μετὰ μέλιτος ἐκλειχομένη, πισσέλαιον ὁμοίως· πρασίου ἀφέψημα, ῥαφάνου φλοιοῦ χυλὸς ἐκλειχόμενος σὺν μέλιτι, σανδαράκη σὺν ῥητίνῃ τερμινθίνῃ ἐκλειχομένη, σκίλλης ὀπτῆς 〈· α′ μετὰ ὀξυμέλιτος, πάνακος ἀφέψημα, ἁβροτόνου ὁμοίως·

γάλα ὄνειον πινόμενον καὶ θεῖον ἐν καταποτίῳ, ὄνοι κατοικίδιοι πινόμενοι ι′ μεθ’ ἡμικοτυλίου ἐλαίου νήστει· ἢ ἐλατηρίου 〈· α′, νίτρου 〈· α′ [ὁμοίως], σινήπεως 〈· α′ καταπότια ποιήσας δύο δίδου, ἢ εὐζώμου σπέρμα σὺν μέλιτι· ποιεῖ καὶ σιδήρου πεπυρωμένου ἐναποσβεσθέντος ὄξει πινόμενον τὸ ἀπόβρεγμα. ὑποθυμιᾶται δὲ ὠφελίμως πρὸς ἀσθματικοὺς ὅσα καὶ ἐπὶ τῶν χρονίως βηττόντων ὑπεδείξαμεν διὰ τοῦ ἄμβικος.