Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(3)χολὴν 〈δὲ〉 γεννῶντας μέλαιναν καὶ ἐμφυσωμένους στόμαχον καὶ ἔντερα ὠφελεῖ γλήχωνος ἀπόζεμα ἢ ἀπόβρεγμα πινόμενον, καὶ ὕδωρ τὸ ἀπὸ τοῦ πεπυρωμένου σιδήρου. ἁρμόζουσι δὲ καὶ σπόγγοι ἐξ ὄξους ἐπιτιθέμενοι, 〈καὶ〉 μάλιστα κατὰ τὴν ἐμφύσησιν τῶν ἐντέρων καὶ τῆς διανοίας τὴν παρατροπήν.

εἰ δ’ ἐπιμένοι, στυπτηρίαν ὑγρὰν μετὰ χαλκάνθου 〈λείου〉 καὶ ἀλόης καὶ μέλιτος ἐπιτίθει κηρωτῇ μείξας· ἢ κισσοῦ φύλλα ἑφθὰ σὺν οἴνῳ κατάπλασσε, ἢ ἀρνόγλωσσον λεῖον σὺν ἁλσίν· ἢ βοὸς ἀγελαίας βολβίτῳ ξηρῷ ἐν οἴνῳ ἡψημένῳ, ἢ πρασίῳ μετ’ ἄρτου καὶ ῥοδίνου, ἢ βολβοῖς μετὰ στυπτηρίας λείοις.