Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(34) ῥήγματα δὲ καὶ σπάσματα ἰᾶται πινόμενα· ἁβροτόνου ἀπόζεμα καὶ τοῦ καρποῦ λείου 〈· α′ μετὰ ὕδατος, ἀγαρικοῦ @ μετὰ ὑδρομέλιτος, ἀειζώου χυλός, ἀκάνθου τοῦ παιδέρωτος ῥίζα, ἀκόρου ῥίζης ἀπόζεμα καὶ αὐτὴ ἡ ῥίζα ξηρά, πολυγόνου χυλός, χαμαίδρυος ἀπόζεμα, νάρδου ἀγρίας ῥίζα ὁμοίως, [Κενταυρείου τοῦ μεγάλου ῥίζα ὁμοίως]·

μολόχης ῥίζα μεθ’

ὕδατος, κλεονίκιον μετ’ οἴνου, σεσέλεως καρπὸς καὶ 〈ἡ〉 ῥίζα μετὰ οἴνου, ἀλθαίας ῥίζα, ἀλκέα σὺν μελικράτῳ, πηγάνου ἀγρίου σπέρμα ἐν οἴνῳ, ἁλίμου ῥίζης 〈· α′ ἐν μελικράτῳ, βρυωνίας ῥίζης χυλὸς ἐν μέλιτι ἐκλειχόμενος, ὑὸς ἄφοδος ὄξει διεθεῖσα καὶ ποθεῖσα, ἀριστολοχείας ῥίζα μετὰ πηγάνου, ἀρκευθίδες ε′ ἢ ϙ′ μέχρι η′ πινόμεναι σὺν μελικράτῳ·

ἀσφοδέλου ῥίζης 〈· α′ σὺν οἴνῳ, βακχάριδος ἀφέψημα ἐν ὕδατι, βολβοὶ ἑφθοὶ ἐσθιόμενοι σὺν ἐλαίῳ, φλόμου ῥίζα σὺν οἴνῳ, Γεντιανῆς ῥίζης 〈· β′ ἢ χυλοῦ 〈· α′ σὺν ὕδατι, Ἑλενίου ῥίζης ἀπόζεμα, ἑλιχρύσου ἢ ἑρπύλλου ἢ ἱππούριδος ῥίζαι καὶ φύλλα σὺν ὕδατι ἢ οἴνῳ, καλάμου ἀρωματίτου ὀβολοὶ δύο σὺν οἴνῳ, καλαμίνθης ἀπόζεμα, χαλβάνη ἀντὶ καταποτίου, Κενταυρείου 〈τοῦ μεγάλου〉 ῥίζης 〈· β′ σὺν οἴνῳ, κεδρίδες ὁμοίως·

κέστρου φύλλων 〈· α′ μεθ’ ὑδρομέλιτος, κλινοποδίου ἀπόζεμα, κόστου 〈· α′ μετ’ οἴνου καὶ ἀψινθίου, κρίνου ῥίζα σὺν μέλιτι, λιβανωτίδος ῥίζα, λίθος σάπφειρος πινόμενος, ἴρεως ῥίζα σὺν γλυκεῖ ὀπὸς σιλφίου μετὰ κονίας ὑλιστῆς· ὀποπάναξ μετὰ πρασίου 〈ἢ〉 ὀριγάνου ἀποζέματος, μῶλυ λεῖον σὺν πεπέρει καὶ ὀλίγῃ σμύρνῃ μετ’ οἴνου ὀλίγου ἢ ὕδατος, σαγαπηνοῦ δραχμὴ σὺν ὑδρομέλιτι, σέσελι σὺν οἴνῳ, σκόρδιον σὺν ῥητίνῃ καὶ καρδάμῳ καὶ μέλιτι.