Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(31) βῆχας χρονίους ὠφελεῖ — τὰς γὰρ προσφάτους ἀσύμφορόν ἐστι φαρμακεύειν· δι’ ὑδροποσίας γὰρ καὶ οἰκείου τροφῆς τῆς διὰ ῥοφήματος εὐχερές ἐστι θεραπεύειν — χρονιζούσας δὲ ἰᾶται ταῦτα πινόμενα· ἀκάνθης ῥίζης 〈· α′ μετὰ μέλιτος, ἀρκευθίδες ε′ ἢ ϙ′ ἢ ζ′ ἢ η′ καὶ κεδρίδες πινόμεναι σὺν οἴνῳ ἢ μελικράτῳ, ἀσφοδέλου ῥίζης 〈· α′ μετ’ οἴνου, ἄσφαλτος ἀντὶ καταποτίου λαμβανομένη·

βακχάριδος ἀφέψημα σὺν ὕδατι,

βαλσάμου καρποῦ δραχμὴ σὺν οἰνομέλιτι, δαφνίδες δύο λεῖαι σὺν ὕδατι, ἑλξίνης χυλὸς καταρροφούμενος ὅσον κύαθος, σμύρνης κυάμου μέγεθος καταπινόμενον, σμυρνίου ῥίζα πινομένη, θύμου ἢ θύμβρας ἢ ὑσσώπου ἀπόζεμα [ἢ ἀφέψημα] μετὰ μέλιτος καὶ σύκων ξηρῶν·

ἱππούριδος χυλὸς ἢ ἀφέψημα, ἢ ἰσοπύρου μετὰ μελικράτου, ἢ κάρυα Ποντικὰ πινόμενα μετὰ μελικράτου καὶ πεπέρεως· κακκαλίας ῥίζα μασωμένη, χαλβάνη ἀντὶ καταποτίου, Κενταυρείου τοῦ μεγάλου ῥίζης 〈· β′ σὺν οἴνῳ, κόμμι ἀμυγδαλῆς πικρᾶς ἢ κερασίων ἢ κοκκυμήλων μετὰ κράματος· λάδανον σὺν στύρακι ἀντὶ καταποτίου, καὶ αὐτὸς ὁ στύραξ καθ’ ἑαυτόν, λυκίου Ἰνδικοῦ κυάμου τὸ μέγεθος ὁμοίως·

μηκώνιον σὺν στύρακι καὶ σμύρνῃ ἴσοις ἀναπλασσόμενα εἰς ὀροβιαῖα μεγέθη καὶ λαμβανόμενα μετὰ τροφὴν γ′ ἐπιρροφουμένου ὕδατος εἰς κοίτην ἀβλαβῶς δίδοται· μαστίχη λεία ποιεῖ καταπινομένου τοῦ χυλοῦ, οἰνάνθης τῆς πόας καρπὸς καὶ φύλλα καὶ καυλὸς σὺν οἴνῳ ἢ σὺν οἰνομέλιτι· ὀπόφυλλον μετὰ πράσου καὶ ὄξους [ὀπός], ἢ θεῖον ἄπυρον ἢ σαγαπηνόν, 〈σιλφίου〉 ὀπὸς σὺν ᾠῷ ῥοφητῷ λαμβανόμενος, ἐλελίσφακος ἐν ῥοφήματι λαμβανόμενος·

ἄρου ῥίζα ἑφθὴ ἐν ῥοφήματι καὶ καθ’ ἑαυτὴν ἑφθὴ ἐσθιομένη, ἢ δρακοντίου ῥίζα ὁμοίως· σταφίδες ἐκγιγαρτισθεῖσαι καὶ ἐσθιόμεναι, μέλι ἑφθὸν ἀντὶ καταποτίου λαμβανόμενον, ὄξος σκίλλινον καταρροφούμενον — τὰς δὲ προσφάτους ἐρεθίζει τὸ ὄξος —, πάνακος ἢ πευκεδάνου ῥίζης ἀφέψημα, ἢ ὁ ὀπὸς τούτων καταπινόμενος·

πρασίου ἀπόζεμα σὺν μέλιτι, πράσον ἑφθὸν ἐσθιόμενον καὶ τὸ χύλισμα αὐτοῦ καταπινόμενον, σανδαράκη σὺν κηρῷ ἀντὶ καταποτίου, σέσελι σὺν οἴνῳ πινόμενον, σκίλλης ἑφθῆς δραχμὴ σὺν ὀξυμέλιτι ἢ οἰνομέλιτι, σκόροδον ἑφθὸν καὶ ὠμὸν ἐσθιόμενον, σῦκα ξηρὰ ὀπτηθέντα ἐπ’ ἀνθράκων ἐμπεπασμένα πεπέρει·

χαμαίδρυος ἀφέψημα,

καρυωτοὶ βραχέντες ἐν οἴνῳ, ἔπειτα ὀπτώμενοι ἐπιπασθέντος πεπέρεως· βρυωνίας ῥίζα λευκὴ ξηρά, λεία, ὀλίγη μέλιτι ἑφθῷ ἀναλημφθεῖσα ἀντὶ καταποτίου· ἔστιν γὰρ δριμεῖα· τήλεως κύαθος ἑψηθεὶς μετὰ ὕδατος καὶ πινόμενος ἐπὶ ἡμέρας ιε′, ἐρύσιμον ἢ κάρδαμον προβραχὲν ἡμέραν μίαν, εἶτα 〈ἐν〉 πτισάνῃ ἑψηθὲν καὶ ῥοφούμενον.